Ἔργον
Νικόλαος Καβάσιλας – Ἑρμηνεία τῆς θείας λειτουργίας
Ο αγιασμός των πιστών και των κεκοιμημένων
Θεολογική ανάλυση περί της συμμετοχής των ψυχών των κεκοιμημένων στη χάρη του μυστηρίου και η διαρκής μεσιτεία του Χριστού για την τελείωσή τους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο αγιασμός των πιστών και των κεκοιμημένων
Θεολογική ανάλυση περί της συμμετοχής των ψυχών των κεκοιμημένων στη χάρη του μυστηρίου και η διαρκής μεσιτεία του Χριστού για την τελείωσή τους.
ΜΑʹ. Περὶ τῆς μετὰ ταῦτα εὐχαριστίας καὶ δοξολογίας Ἐνταῦθα δὲ ἡ ἱερουργία συμπληροῦται ἅπασα καὶ ἡ τῆς θείας εὐχαριστίας τελετὴ πέρας λαμβάνει. Τά τε γὰρ δῶρα ἡγίασται καὶ τὸν ἱερέα ἡγίασε καὶ πάντα τὸν περὶ αὐτὸν χορόν, καὶ δι’ αὐτῶν τὸ λοιπὸν τῆς ἐκκλησίας ἐτέλεσε καὶ ἡγίασε πλήρωμα.
Διὰ τοῦτο εἰς εὐχαριστίαν τοῦ Θεοῦ καὶ δοξολογίαν αὐτός τε ὁ ἱερεὺς καταλήγει καὶ οἱ περιεστῶτες πιστοί. Καὶ ὁ μέν· «Εὐλογητὸς ὁ Θεός, φησί, πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.» Τὸ δὲ πλῆθος ᾄδουσι τὸ προοίμιον τῆς ᾠδῆς ἀπὸ τῶν προφητικῶν ῥημάτων λαβόντες· «Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεως, Κύριε, ὅπως ἂν ὑμνήσωμεν τὴν δόξαν σου.» Οὔκ ἐσμεν ἱκανοί, φησί, Δέσποτα, οὐδὲ ὕμνον σοι προσενεγκεῖν, ὑπὲρ τῶν ἀγαθῶν ὧν ἡμᾶς ἠξίωσας, ἀλλὰ σὺ καὶ τοῦτο δός. Τίνα τρόπον; Πληρώσας τὸ στόμα ἡμῶν αἰνέσεως καὶ ὥσπερ εὐχὴν δίδως τοῖς εὐχομένοις, ἵν’ εἰδῶμεν τίνα δεῖ καὶ ὅπως αἰτεῖσθαι· οὕτω καὶ πρὸς τὸν ὕμνον τὸν σὸν δίδου δύναμιν τῷ στόματι.
Εἶτα εὔχονται τὸν ἁγιασμόν, ὃν ἔλαβον ἔχοντες, μεῖναι καὶ μὴ προδοῦναι τὴν χάριν, μηδὲ ἀπολέσαι τὴν δωρεάν, ὑπὸ τῆς ἐκείνου βοηθούμενοι χειρός· «Τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ»· τί ποιοῦντας; —Δεῖ γὰρ καὶ τῶν παρ’ ἡμῶν. — «Ὅλην τὴν ἡμέραν μελετῶντας τὴν δικαιοσύνην σου»· δικαιοσύνην λέγοντες τὴν ἐνθεωρουμένην τοῖς μυστηρίοις σοφίαν τοῦ Θεοῦ καὶ φιλανθρωπίαν, ὥσπερ ὁ Παῦλος ἐξέλαβεν· «Οὐ γὰρ ἐπαισχύνομαι, φησί, τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ· δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας»· ταύτης ἡ μελέτη τῆς δικαιοσύνης τὸν ἁγιασμὸν ἐν ἡμῖν δύναται συντηρεῖν. Καὶ γὰρ καὶ τὴν εἰς Θεὸν πίστιν αὔξει καὶ τὴν ἀγάπην ἀνάπτει, καὶ οὐδὲν ἐᾷ πονηρὸν ἐπεισελθεῖν τῇ ψυχῇ· οὐκ ἄρα μάτην ἐν τοῖς ἔμπροσθεν ἐλέγομεν ὅτι χωρὶς τῶν πρεπόντων τοῖς μυστηρίοις λογισμῶν, οὐκ ἔστι τὸν ἁγιασμὸν συνεστάναι καὶ παραμένειν ἡμῖν.
ΜΒʹ. Περὶ τῶν κεκοιμημένων, εἰ ἁγιάζονται ἀπὸ τῶν τῆς τραπέζης δώρων ὁμοίως τοῖς ζῶσι Κἀκεῖνο δὲ πρὸς τοῖς εἰρημένοις ἐξετάσαι τῶν ἀναγκαίων. Διττῶς γὰρ ἁγιάζουσα φαίνεται ἡ θεία αὕτη καὶ ἱερὰ τελετή. Ἕνα μὲν τρόπον τῇ μεσιτείᾳ· προσφερόμενα γὰρ τὰ δῶρα αὐτῷ τῷ προσφέρεσθαι ἁγιάζει τοὺς προσφέροντας καὶ ὑπὲρ ὧν προσφέρουσι, καὶ ἵλεων αὐτοῖς ἐργάζονται τὸν Θεόν.
Ἕτερον δὲ τῇ μεταλήψει, ὅτι βρῶσις ἡμῖν γίνεται καὶ πόσις κατὰ τὸν τοῦ Κυρίου λόγον ἀληθινή. Τούτων τῶν τρόπων ὁ μὲν πρῶτος κοινὸς γίνεται καὶ ζῶσι καὶ τεθνηκόσι· καὶ γὰρ ὑπὲρ ἀμφοτέρων τῶν γενῶν ἡ θυσία προσφέρεται· ὁ δὲ δεύτερος μόνοις ἔξεστι τοῖς ζῶσιν· οὐ γὰρ ἐσθίειν ἔτι καὶ πίνειν οἱ νεκροὶ δύνανται. Τί οὖν; Διὰ τοῦτο οὐδὲ ἁγιάζονται τοῦτον τὸν ἁγιασμὸν ἀπὸ τῆς μεταλήψεως καὶ ἔλαττον ἐνταῦθα ἔχουσιν τῶν ζώντων οἱ τεθνηκότες;
Οὐδαμῶς. Καὶ γὰρ καὶ αὐτοῖς ὁ Χριστὸς ἑαυτοῦ μεταδίδωσι τρόπον ὃν οἶδεν αὐτός. Καὶ ἵνα γένηται δῆλον, θεωρῶμεν τὰ αἴτια τοῦ ἁγιασμοῦ, εἰ μὴ καὶ αἱ ψυχαὶ ἔχουσι τῶν τεθνηκότων ὥσπερ τῶν ζώντων. Τίνα δὲ τὰ αἴτια τοῦ ἁγιασμοῦ; ἆρα τὸ σῶμα ἔχειν, τὸ ποσὶ δραμεῖν ἐπὶ τὴν τράπεζαν, τὸ χερσὶ λαβεῖν τὰ ἅγια, τὸ δέξασθαι τῷ στόματι, τὸ φαγεῖν, τὸ πιεῖν; Οὐδαμῶς. Πολλοῖς γὰρ ταῦτα ἐπιδεξαμένοις καὶ οὕτω προσεληλυθόσι τοῖς μυστηρίοις, οὔτε γέγονε πλέον οὐδὲν καὶ ἀπῆλθον μυρίων ὄντες ὑπεύθυνοι κακῶν.
Ἀλλὰ τίνα τοῦ ἁγιασμοῦ τὰ αἴτια τοῖς ἁγιαζομένοις; καὶ τίνα ἐστὶν ἃ παρ’ ἡμῶν ὁ Χριστὸς ἀπαιτεῖ; Ψυχῆς κάθαρσις, ἀγάπη πρὸς Θεόν, πίστις, ἐπιθυμία τοῦ μυστηρίου, προθυμία πρὸς τὴν μετάληψιν, ὁρμὴ ζέουσα, τὸ διψῶντας δραμεῖν. Ταῦτά ἐστιν ἃ τὸν ἁγιασμὸν ἐφέλκεται τοῦτον· καὶ μεθ’ ὧν τοὺς προσερχομένους ἀνάγκη τοῦ Χριστοῦ μετασχεῖν καὶ ὧν χωρὶς ἀδύνατον.
Ἀλλὰ ταῦτα πάντα οὐ σωματικά, ἀλλὰ τῆς ψυχῆς ἐξήρτηται μόνης. Οὐκοῦν οὐδὲν κωλύει καὶ τὰς ψυχὰς ταῦτα δύνασθαι τῶν τεθνηκότων ὥσπερ τῶν ζώντων. Εἰ τοίνυν αἱ μὲν ψυχαὶ πρὸς τὸ μυστήριον ἑτοίμως ἔχουσι καὶ παρεσκευασμένως, ὁ δὲ ἁγιάσας καὶ τελέσας Κύριος ἁγιάζειν ἀεὶ βούλεται καὶ ἑαυτὸν ἑκάστοτε μεταδιδόναι ἐπιθυμεῖ, τί τὸ κωλύσον τὴν μετουσίαν; Πάντως οὐδέν.
Οὐκοῦν εἴποι τις ἄν· Εἴ τις καὶ τῶν ζώντων τὰ μὲν ἐν τῇ ψυχῇ ἀγαθὰ ἔχοι τὰ εἰρημένα, μὴ προσέλθοι δὲ τοῖς μυστηρίοις, ἕξει τὸν ἐκεῖθεν ἁγιασμὸν οὐδὲν ἧττον; Οὐ πᾶς· ἀλλ’ εἴ τις οὐ δύναται προσιέναι σωματικῶς ὥσπερ αἱ τῶν τεθνηκότων ψυχαί· οἷοι γεγόνασιν οἱ ἐν «ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς», οἷς θυσιαστήριον καὶ ἱερέα ἰδεῖν ἀμήχανον ἦν. Τούτους γὰρ αὐτὸς ὁ Χριστὸς τὸν ἁγιασμὸν ἀφανῶς ἡγίαζε τοῦτον.
Πόθεν δῆλον; Ὅτι ζωὴν εἶχον ἐν ἑαυτοῖς· οὐκ ἂν ἔχοντες, εἰ μὴ τοῦ μυστηρίου τούτου μετεῖχον. Αὐτὸς γὰρ ὁ Χριστὸς εἶπεν· «Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.» Καὶ ἵνα τοῦτο σημάνῃ, πολλοῖς τῶν ἁγίων τούτων ἀγγέλους ἔπεμψε τὰ δῶρα κομίζοντας.
Εἰ δέ τις δυνάμενος οὐ προσέλθοι τῇ τραπέζῃ, τοῦτον τοῦ παρ’ αὐτοῖς ἁγιασμοῦ τυχεῖν παντελῶς ἀδύνατον· οὐχ ὅτι οὐ προσῆλθεν ἁπλῶς, ἀλλ’ ὅτι δυνάμενος οὐ προσῆλθε· καὶ διὰ τοῦτο δῆλός ἐστιν ὅτι τῶν ὀφειλομένων ἀγαθῶν τοῖς μυστηρίοις ἔρημον ἔχει τὴν ψυχήν.
Τίς γὰρ ὁρμὴ καὶ προθυμία περὶ τὴν τράπεζαν παρὰ τῷ δυναμένῳ ῥᾳδίως δραμεῖν ἐπ’ αὐτὴν καὶ μὴ βουλομένῳ; Τίς δὲ πίστις πρὸς Θεὸν παρὰ τῷ μὴ φοβουμένῳ τὴν ἐν τοῖς ῥήμασι τοῦ Κυρίου κειμένην ἀπειλήν, τοῖς τὸ δεῖπνον τοῦτο περιορῶσι; Πῶς δ’ ἂν πιστευθείη φιλεῖν, ὃ λαβεῖν ἐξὸν οὐ λαμβάνει;
Διὰ τοῦτο οὐδὲν καινόν, εἰ σωμάτων ἀπολελυμέναις ψυχαῖς ὁ Χριστός, αἷς τοιαύτην πονηρίαν οὐδεμίαν ἐγκαλεῖν ἔχει, τῆς τραπέζης μεταδίδωσι ταύτης. Ἐκεῖνο μὲν γὰρ καινὸν καὶ ὑπερφυὲς εἰ φθορᾷ συζῶν ἄνθρωπος ἀκηράτου φάγοι σώματος· τὸ δὲ οὐσίαν ἀθάνατον τὴν ψυχὴν ἀθανάτου μεταλαβεῖν τὸν κατάλληλον αὐτῇ τρόπον τί θαυμαστόν; Εἰ δὲ τὸ καινὸν τοῦτο καὶ ὑπερφυὲς διὰ φιλανθρωπίαν ἄφατον καὶ σοφίαν ἀπόρρητον ἐξεῦρεν ὅπως ἀνύσει, τὸ εἰκὸς καὶ τὸ ἀκόλουθον ποιεῖν πῶς οὐ πιστευθήσεται;
ΜΓʹ. Ὅτι τῇ ψυχῇ τοῦ μεταλαμβάνοντος προηγουμένως ὁ ἁγιασμὸς ἐνίεται Ἐπεὶ καὶ αὐτοῖς τοῖς ἔτι μετὰ σώματος ζῶσι δίδοται μὲν τὸ δῶρον διὰ τοῦ σώματος, ἀλλ’ εἰς τὴν οὐσίαν πρῶτον χωρεῖ τῆς ψυχῆς καὶ διὰ τῆς ψυχῆς ἐπὶ τὸ σῶμα διαβαίνει· καὶ τοῦτο δηλῶν ὁ μακάριος Ἀπόστολος· «Ὁ κολλώμενος τῷ Κυρίῳ, φησίν, ἓν πνεῦμά ἐστιν»· ὡς ἐν τῇ ψυχῇ προηγουμένως τῆς ἑνώσεως ταύτης καὶ τῆς συναφείας συνισταμένης.
Ἐκεῖ γὰρ κυρίως ὁ ἄνθρωπος· ἐκεῖ καὶ ὁ ἁγιασμὸς ὁ ἀπὸ τῶν ἀρετῶν καὶ τῆς ἀνθρωπίνης σπουδῆς· καὶ τὸ ἁμαρτάνον ἐκεῖ καὶ τὸ δεόμενον τῆς ἰατρείας τῆς παρὰ τῶν δώρων ἐκεῖνο. Τῷ σώματι δὲ πάντα ἀπὸ τῆς ψυχῆς γίνεται· καὶ ὥσπερ ἀπὸ τῶν πονηρῶν διαλογισμῶν τῶν ἀπὸ τῆς καρδίας ἐξερχομένων μολύνεται, οὕτω καὶ ὁ ἁγιασμὸς ἐκεῖθεν αὐτῷ, καθάπερ ὁ ἀπὸ τῆς ἀρετῆς, οὕτω καὶ ὁ ἀπὸ τῶν μυστηρίων. Ἐνίοις δὲ καὶ σωματικαὶ νόσοι συμβαίνουσιν, αἰτίαν ἔχουσαι τὴν κακοήθειαν τῆς ψυχῆς· ὃ σημάναι βουλόμενος ὁ Σωτὴρ τῷ θεραπεῦσαι τὴν τοῦ νοσοῦντος ψυχήν, ὅπερ ἦν τῶν ἁμαρτιῶν αὐτὴν ἀπολῦσαι, τὸ σῶμα τῆς ἀρρωστίας ἀνέστησεν.
Εἰ τοίνυν οὐδὲ πρὸς τὴν ὑποδοχὴν τοῦ ἁγιασμοῦ δεῖται τοῦ σώματος ἡ ψυχή, ἀλλὰ ταύτης μᾶλλον ἐκεῖνο. Τί πλέον τῆς τελετῆς ἔχουσιν αἱ μετέχουσαι σώματος ψυχαὶ τῶν ἀπηλλαγμένων, ὅτι τὸν ἱερέα ὁρῶσιν καὶ παρ’ αὐτοῦ τὰ δῶρα δέχονται; Ἀλλὰ καὶ κἀκεῖναι τὸν αἰώνιον ἔχουσιν ἱερέα πάντα ταῦτα αὐταῖς γινόμενον, ὃς καὶ τῶν ἔτι ζώντων τοῖς ὡς ἀληθῶς λαμβάνουσι μεταδίδωσιν. Οὐ γὰρ πάντες οἷς δίδωσιν ὁ ἱερεὺς ἀληθῶς μεταλαμβάνουσιν· ἀλλ’ ἐκεῖνοι μόνοι πάντως οἷς αὐτὸς δίδωσιν ὁ Χριστός. Ὁ μὲν γὰρ ἱερεὺς πᾶσιν ἁπλῶς τοῖς προσιοῦσιν· ὁ δὲ Χριστὸς τοῖς ἀξίοις τοῦ μετασχεῖν. Ὅθεν δῆλον ὡς ὁ τελῶν τὰς ψυχὰς τὸ μυστήριον καὶ ἁγιάζων καὶ ζῶντας καὶ τεθνηκότας μόνος τις αὐτός ἐστιν ὁ Σωτήρ.
Ἐκ δὴ τῶν εἰρημένων ἁπάντων ἐκεῖνο γίνεται δῆλον ὅτι πάντα ὅσα εἰς τὴν ἱερὰν ἥκει τελετὴν κοινά ἐστι καὶ ζῶσι καὶ τεθνηκόσι. Καὶ γὰρ καὶ τὰ αἴτια τοῦ ἁγιασμοῦ ψυχικὰ ὄντα ἀγαθὰ καὶ ἀμφοτέροις πρόσεστι· καὶ τὸ προηγουμένως καὶ οἰκείως ἔχον πρὸς τὸν ἁγιασμὸν τὸ αὐτό· καὶ ὁ ἁγιάζων ἱερεὺς ὁ αὐτός. Τοῦτο μόνον τοῖς ἐν σώματι ζῶσι προσὸν οὐ μέτεστι τοῖς ἀπελθοῦσι τὸ καὶ τοὺς ἀναξίους τῶν μυστηρίων ἁγιάζεσθαι δοκεῖν, ὅτι τὰ δῶρα τῷ στόματι δέχονται. Ἐκεῖ γὰρ οὐδὲ προσιέναι δυνατόν, εἴ τις ἀπαρασκευάστως ἔχει, ἀλλὰ μόνοις ἔξεστι τοῖς ἀξίοις ἡ μετουσία· τοῦτο δὲ οὐ προστίθησιν ἁγιασμὸν τοῖς ζῶσιν· ἀλλὰ τοὐναντίον κόλασιν ἔχει τὴν ἐσχάτην. Καὶ διὰ τοῦτο τοῦ γένους τῶν ζώντων εἶναι πλεονέκτημα πολλοῦ δεῖ.
Ἔτι δὲ καὶ δι’ ἐκεῖνον τὸν λόγον φανερὸν γίνεται ὅτι οὐ μόνον ἔξεστι καὶ οὐδὲν ἔχει κώλυμα, ἀλλ’ ὅτι καὶ ἀναγκαίως ἀκολουθεῖ ταῖς ψυχαῖς ἐκείναις ἡ τῶν ἱερῶν δώρων μετάληψις. Εἰ μὲν γὰρ καί τι ἕτερον ἦν τὸ τὰς ψυχὰς εὐφραῖνον καὶ ἀναπαῦον ἐκεῖ, ἦν ἂν ἐκεῖνο γέρας ταῖς ἀξίαις τῆς καθαρότητος καὶ οὐκ ἂ ἐδέησε ταύτης τῆς τραπέζης ἐξ ἀνάγκης αὐταῖς. Νῦν δὲ τὸ πᾶσαν τρυφὴν καὶ μακαριότητα τοῖς ἐκεῖ γενομένοις ἐργαζόμενον, εἴτε παράδεισον εἴποις, εἴτε κόλπους Ἀβραάμ, εἴτε λύπης καὶ ὀδύνης ἁπάσης καθαροὺς καὶ φωτεινοὺς καὶ χλοεροὺς καὶ ἀναψύχοντας τόπους, εἴτε τὴν βασιλείαν αὐτήν, οὐδὲν ἕτερόν ἐστιν ἢ τοῦτο τὸ ποτήριον καὶ οὗτος ὁ ἄρτος.
Ταῦτα γὰρ ὁ μεσίτης, ὁ πρόδρομος ὑπὲρ ἡμῶν εἰς τὰ ἅγια, ὁ μόνος ἄγων εἰς τὸν Πατέρα, ὁ μόνος τῶν ψυχῶν ἥλιος νῦν μὲν οὕτω φαινόμενος καὶ μετεχόμενος, ὡς ἠθέλησεν αὐτός, τοῖς δεσμίοις τῆς σαρκός, τότε δὲ ὀφθησόμενος καὶ μεταληφθησόμενος ἄνευ παραπετασμάτων, ὅτε «ὀψόμεθα αὐτόν, φησί, καθώς ἐστιν»· ὅτε ὡς πτῶμα συγκαλέσει τοὺς ἀετούς· ὅτε «περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς»· ὅτε ἐπὶ τῶν νεφελῶν ἀστράψει καὶ δι’ αὐτοῦ «λάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος». Τούτῳ τοὺς μὴ συνημμένους, ὥσπερ οἶδε συνάπτειν ἡ τράπεζα, ἀναπαύσεως τυγχάνειν ἤ τι λαβεῖν ἀγαθόν, ἢ μικρὸν ἢ μεῖζον ἐκεῖ, παντελῶς ἀδύνατον.
ΜΔʹ. Περὶ τῆς τοῦ Χριστοῦ μεσιτείας Μεσίτης γάρ ἐστι δι’ οὗ πάντα γέγονε τὰ παρὰ τοῦ Θεοῦ δοθέντα ἡμῖν ἀγαθά· μᾶλλον δὲ δίδοται ἀεί. Οὐ γὰρ ἅπαξ μεσιτεύσας καὶ παραδοὺς ἅπαντα ἡμῖν, ὑπὲρ ὧν ἐμεσίτευσεν, ἀπηλλάγη, ἀλλ’ ἀεὶ μεσιτεύει οὐ λόγοις τισὶ καὶ δεήσεσιν, ὥσπερ οἱ πρεσβευταὶ ποιοῦσιν, ἀλλὰ πράγματι. Τί δὲ τὸ πρᾶγμα; Τὸ συνάπτειν ἑαυτῷ καὶ δι’ ἑαυτοῦ τῶν οἰκείων μεταδιδόναι χαρίτων κατὰ τὴν ἀξίαν ἑκάστου καὶ τὸ τῆς καθάρσεως μέτρον.
Καὶ καθάπερ τὸ φῶς δι’ ἑαυτοῦ τὸ ὁρᾶν τοῖς ὁρῶσι παρέχον, οἷς ἂν ἐπιλίποι, καὶ τὸ ὁρᾶν ἐπιλείπει, οὕτω καὶ τὴν μετὰ τοῦ Χριστοῦ συνουσίαν ἀνάγκη διηνεκῆ ταῖς ψυχαῖς εἶναι, εἴγε μέλλοιεν ζῆν ὅλως καὶ ἀναπαύεσθαι. Οὔτε γὰρ χωρὶς φωτὸς ὀφθαλμὸς δύναται βλέπειν, οὔτε χωρὶς τοῦ Χριστοῦ ζωὴν ἀληθινὴν καὶ εἰρήνην ἐνεῖναι ταῖς ψυχαῖς δυνατόν, ὅτι αὐτός ἐστι ὁ τῷ Θεῷ καταλλάττων μόνος, ὁ τὴν εἰρήνην ταύτην ποιῶν· ἧς χωρὶς ἐχθροὺς ὄντας τοῦ Θεοῦ τῶν ἀγαθῶν τῶν αὐτοῦ μετέχειν ὁπωσοῦν οὐδεμία ἐστὶν ἐλπίς.
Εἴτε οὖν οὐδὲ τὴν ἀρχὴν συνήφθη τις τῷ Χριστῷ, εἴτε συναφθεὶς οὐκ ἔμεινε συνημμένος, ἐχθρός ἐστιν ἔτι καὶ τῶν θείων ἀλλότριος ἀγαθῶν. Τί γὰρ τὸ καταλλάξαν τῇ φύσει τῶν ἀνθρώπων τὸν Θεόν; Πάντως ὅτι ἄνθρωπον εἶδε τὸν Υἱὸν αὐτοῦ τὸν ἀγαπητόν· οὕτω καὶ ἑκάστῳ σπένδεται τῶν ἀνθρώπων, εἴ τις τὴν μορφὴν κομίζει τοῦ Μονογενοῦς καὶ τὸ ἐκείνου φορεῖ σῶμα, καὶ ἓν πνεῦμα μετ’ αὐτοῦ φαίνεται. Τούτων δὲ χωρὶς ἕκαστος αὐτὸς ἐφ’ ἑαυτοῦ ὁ ἄνθρωπός ἐστιν ὁ παλαιὸς ὁ τῷ Θεῷ ἀπηχθημένος, ὁ πρὸς αὐτὸν οὐδὲν κοινὸν ἔχων.
Εἰ τοίνυν χρὴ πιστεύειν γίνεσθαι ταῖς ψυχαῖς ἀνάπαυσιν ἀπὸ τῆς εὐχῆς τῶν ἱερέων καὶ τῆς προσαγωγῆς τῶν ἱερῶν δώρων, πιστευτέον πρὸ τούτου καὶ κατὰ τοῦτον αὐτὸ γίνεσθαι τὸν τρόπον, καθ’ ὃν μόνον ἄνθρωπον ἀναπαύεσθαι δυνατόν. Τίς δὲ ὁ τρόπος, εἴρηται τῷ διηλλάχθαι Θεῷ καὶ μὴ ἐχθροὺς εἶναι. Τοῦτο δὲ πῶς; Τὸ ἀνακραθῆναι Θεῷ καὶ ἓν γενέσθαι πνεῦμα μετὰ τοῦ ἠγαπημένου, ἐν ᾧ μόνῳ ηὐδόκησεν ὁ Πατήρ· ἀλλὰ τοῦτο τῆς ἱερᾶς τραπέζης τὸ ἔργον, ὃ κοινὸν ἐδείχθη διὰ τῶν εἰρημένων καὶ ζῶσιν ὁμοίως καὶ τεθνηκόσι.
ΜΕʹ. Ὅτι τελεώτερος τοῖς κεκοιμημένοις ὁ ἁγιασμὸς γίνεται Ἔχουσι δέ τι πλέον εἰς ἁγιασμὸν τῶν ἐν σώματι ζώντων αἱ γυμναὶ σωμάτων ψυχαί· καθαίρονται μὲν γὰρ καὶ ἁμαρτιῶν ἄφεσιν λαμβάνουσι διὰ τῶν εὐχῶν τῶν ἱερέων καὶ τῆς μεσιτείας τῶν δώρων, τῶν ἔτι ζώντων οὐδὲν ἔλαττον.
Ἁμαρτάνουσι δὲ οὐδέν, οὐδὲ προστιθέασιν ἐγκλήματα νέα τοῖς παλαιοῖς, ὥσπερ τὸ πλεῖστον ἔχει τῶν ζώντων, ἀλλὰ μόνον ἢ παντελῶς ἀφίενται πάσης εὐθύνης, ἢ γοῦν ἀφαιροῦσι τῶν ἐγκλημάτων ἀεί· καὶ οὕτω πρὸς τὴν μετουσίαν τοῦ Σωτῆρος ἑτοιμότερον ἔχουσι καὶ κάλλιον οὐ μόνον τῶν πλειόνων ἐν σώματι ζώντων, ἀλλὰ καὶ σφῶν αὐτῶν, εἰ μετὰ σώματος ἦσαν. Καὶ αὐτὸ δὲ τοῦτο μόνον τὸ γυμνὰς εἶναι σώματος ἐπιτηδειοτέρας δίδωσιν εἶναι πολλῷ πρὸς τὴν μετουσίαν τῶν μυστηρίων ἢ δυνατὸν ἦν τὸ σῶμα περικειμένας.
Πολλῶν γὰρ οὐσῶν καὶ διαφόρων ἐκεῖ τῶν μονῶν, ἵνα πᾶν μέτρον ἀρετῆς τιμηθῇ καὶ μηδὲν ἄμισθον ᾖ παρὰ τῷ δικαίῳ καὶ φιλανθρώπῳ κριτῇ, καθάπερ οἱ τῶν μεγίστων ἄξιοι γερῶν καὶ τέλειοι καὶ τῆς τελείας μακαριότητος κληρονόμοι, Παῦλος καὶ εἴ τις κατ’ ἐκεῖνον, καθαρώτερον αὐτῆς ἀπολαύουσιν ἀναλύσαντες ἢ ὅτε τῷ βίῳ τούτῳ παρῆσαν, οὕτω καὶ τῆς μετρίας τοὺς πρὸς τοιαύτην ἀνάπαυσιν τεταγμένους εἰκὸς ἄμεινον τυγχάνειν ἀπελθόντας ἐνθένδε ἢ μετὰ σώματος ζῶντας.
Ἐδείχθη δὲ ὡς πᾶσα ψυχῶν ἀνάπαυσις καὶ πᾶν ἆθλον ἀρετῆς, καὶ μικρὸν καὶ μεῖζον, οὐδέν ἐστιν ἕτερον ἢ ὁ ἄρτος οὗτος καὶ τοῦτο τὸ ποτήριον καταλλήλως ἑκατέρῳ γένει, ζώντων λέγω καὶ νεκρῶν, μεταλαμβανόμενον. Διὰ τοῦτο γὰρ καὶ ὁ Κύριος τὴν ἐν τῷ μέλλοντι τῶν δικαίων ἀπόλαυσιν δεῖπνον ἐκάλεσεν, ἵνα δείξῃ ταύτης τῆς τραπέζης μηδὲν εἶναι πλέον ἐκεῖ.
Οὕτω καὶ ὑπὲρ τῶν ἀπελθόντων, ὥσπερ ὑπὲρ τῶν ζώντων ἐστὶν ἡ θεία τῆς εὐχαριστίας ἱερουργία· καὶ διττῶς ἁγιαζομένων ἐκείνων, ὡς εἴρηται, διττῶς καὶ αὐτοὶ ἁγιάζονται καὶ οὐδετέρως ἔλαττον ἔχουσι τῶν ζώντων οἱ μεταστάντες, ἀλλ’ ἔστιν ὅπως καὶ μεῖζον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.