Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Ἑρμηνεία τῆς θείας λειτουργίας

Νικόλαος Καβάσιλας

Η ιερά Πρόθεση και η προετοιμασία των τιμίων δώρων

Η θεολογική σημασία της αφιέρωσης του άρτου και του οίνου, η συμβολική απεικόνιση του Πάθους και η εντολή της ανάμνησης του Κυρίου κατά την προσκομιδή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 2 από 10

Βʹ. Διὰ τί μὴ ἐξ ἀρχῆς ἐν τῷ θυσιαστηρίῳ τίθεται τὰ τίμια δῶρα Ἀρχὴ δὲ ἡμῖν ἔστω τῶν ἐν τῇ προθέσει τελουμένων καὶ λεγομένων ἡ θεωρία, καὶ τούτων αὐτῆς τῆς προσαγωγῆς καὶ τῆς δωροφορίας. Διὰ τί γὰρ οὐκ εὐθὺς εἰς τὸ θυσιαστήριον ἄγεται καὶ θύεται, ἀλλὰ πρῶτον ὡς δῶρον ἀνατίθεται τῷ Θεῷ;

Ὅτι προσήγοντο μὲν αἱ θυσίαι τῷ Θεῷ παρὰ τῶν παλαιῶν, ζῴων ἀλόγων σφαγαὶ καὶ αἵματα· προσήγοντο δὲ καὶ δῶρα, ὥσπερ τὰ χρυσᾶ σκεύη ἢ ἀργυρᾶ. Τὸ δὲ σῶμα τοῦ Χριστοῦ καὶ ἀμφότερα φαίνεται ἔχον. Καὶ γὰρ θυσία μὲν γέγονεν ὕστερον ὅτε ἐσφάγη ὑπὲρ τῆς δόξης τοῦ Πατρός. Ἀνέκειτο δὲ ἐξ ἀρχῆς τῷ Θεῷ, καὶ δῶρον ἦν αὐτῷ τίμιον, καὶ ὡς προσληφθὲν ὡς ἀπαρχὴ τοῦ γένους ἡμῶν καὶ διὰ τὸν νόμον, ὅτι πρωτότοκος ἦν.

Τούτου χάριν τὰ προσαγόμενα δι’ ὧν τὸ σῶμα ἐκεῖνο σημαίνεται, οὐκ εὐθὺς εἰς τὸ θυσιαστήριον ἄγεται καὶ θύεται· ἀλλὰ τοῦτο μὲν ὕστερον, πρότερον δὲ ἀνατίθεται, καὶ δῶρα τίμια τῷ Θεῷ καὶ γίνεται καὶ καλεῖται.

Οὕτως ὁ Χριστὸς ἐποίησεν. Ὅτε γὰρ ἄρτον καὶ οἶνον ταῖς χερσὶ λαβὼν ἀνεδείκνυ τῷ Θεῷ καὶ Πατρί, ὡς δῶρα ταῦτα προσάγων, καὶ ἀνατιθεὶς ἀνεδείκνυ. Καὶ πόθεν δῆλον; Ἐξ ὧν ἡ Ἐκκλησία τοῦτο ποιεῖ, καὶ δῶρα ταῦτα καλεῖ. Οὐ γὰρ ἂν ἐποίει, εἰ μὴ τὸν Χριστὸν ἔγνω τοῦτο ποιήσαντα.

Ἤκουσε γὰρ αὐτοῦ κελεύσαντος· «Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν»· καὶ οὐκ ἂν ἀνομοίως αὐτὸν ἐμιμήσατο.

Γʹ. Ὅτι τὰ δῶρα ταῦτα τῷ Θεῷ ἀνατίθεται, ὡς ἀπαρχαὶ ζωῆς ἀνθρωπίνης Ἀλλὰ τί τὸ σχῆμα τῶν δώρων; Καρπῶν ἀπαρχὰς οἱ παλαιοὶ προσῆγον, ἢ ποιμνίων, ἢ βουκολίων, ἢ ἄλλων κτήσεων. Ἡμεῖς δὲ ὡς ἀπαρχὰς τῆς ἡμετέρας ζωῆς τῷ Θεῷ ἀφιεροῦμεν ταῦτα τὰ δῶρα τροφὴν ἀνθρωπίνην ὄντα, δι’ ἧς ἡ σωματικὴ ζωὴ συνέστηκε· καὶ οὐ συνέστηκε μόνον διὰ τῆς τροφῆς ἡ ζωή, ἀλλὰ καὶ σημαίνεται δι’ αὐτῆς. «Συνεφάγομεν γὰρ καὶ συνεπίομεν αὐτῷ μετὰ τὴν ἀνάστασιν», περὶ τοῦ Χριστοῦ οἱ ἀπόστολοι ἔλεγον, ἵνα δείξωσιν ὅτι ζῶντα αὐτὸν εἶδον. Καὶ ὁ Κύριος ὃν ἀνέστησε νεκρὸν τούτῳ δοῦναι φαγεῖν ἐκέλευσεν ἵνα τῇ τροφῇ τὴν ζωὴν ἀποδείξῃ. Ὥστε οὐδὲν ἀπεικὸς τὸν ἀπαρχόμενον τῆς τροφῆς δοκεῖν αὐτῆς ἀπάρχεσθαι τῆς ζωῆς.

Ἀλλ’ ἴσως εἴποι τις ἂν ὅτι καὶ πάντα σχεδὸν τὰ παρὰ τῶν παλαιῶν τῷ Θεῷ προσαγόμενα τρέφειν δύναται τὸν ἄνθρωπον· καρποὶ γὰρ ἦσαν ἐφ’ οἷς οἱ γεωργοὶ πονοῦσι, καὶ ζῷα τῶν ἐδωδίμων. Τί οὖν; Πάντα ἐκεῖνα τῆς ἀνθρωπίνης ἦσαν ἀπαρχαί;

Οὐδαμῶς· οὐδὲν γὰρ ἐκείνων ἰδίως ἀνθρωπίνη τροφή· κοινὴ γὰρ καὶ τῶν ἄλλων ζῴων· τὰ μὲν πτηνῶν καὶ ποοφάγων, τὰ δὲ σαρκοφάγων θηρίων. Ἀνθρώπινον γὰρ ἐκεῖνο λέγομεν τὸ μόνῳ διαφέρον ἀνθρώπῳ· τὸ δὲ κατασκευῆς ἄρτου δεηθῆναι ὥστε φαγεῖν, καὶ μηχανήσασθαι οἶνον ὥστε πιεῖν, ἀνθρώπου μόνον ἴδιον.

Καὶ τὸ μὲν εἶδος τῆς δωροφορίας ταύτης τοιοῦτον.

Δʹ. Διὰ τί εἰκὸς ἦν ἀπαρχὰς ἀνθρωπίνης ζωῆς εἶναι τὰ δῶρα ταῦτα Τί δὲ τὸ αἴτιον καὶ τίς ὁ λόγος καθ’ ὃν ἐχρῆν ἡμᾶς ἀπαρχὰς ζωῆς τῷ Θεῷ τὰ δῶρα ταῦτα προσάγειν; Ὅτι ζωὴν ἡμῖν ὁ Θεὸς ἀντιδίδωσι τούτων τῶν δώρων· καὶ ἦν εἰκὸς τῇ ἀντιδώσει τὴν δόσιν μὴ παντελῶς ἀπᾴδειν, ἀλλ’ ἔχειν τι συγγενές· καὶ ζωῆς οὔσης ἐκείνης, ζωὴν καὶ αὐτὴν εἶναι τρόπον τινά, καὶ μάλισθ’ ὅτι ὁ αὐτός ἐστι καὶ τῆς δόσεως νομοθέτης καὶ ἀντιδόσεως χορηγός, ὁ δικαίως κρίνων «καὶ πάντα ζυγῷ τιθεὶς καὶ σταθμῷ». Αὐτὸς ἐκέλευσεν ἄρτον καὶ οἶνον προσάγειν, αὐτὸς ἀντιδίδωσι τούτων ἄρτον ζῶντα καὶ ποτήριον ζωῆς αἰωνίου. Ὅθεν καθάπερ τοῖς ἀποστόλοις ἁλείαν ἀντέδωκεν ἁλείας, τῆς τῶν ἰχθύων τὴν τῶν ἀνθρώπων, καὶ τῷ ἐπερωτήσαντι πλουσίῳ περὶ τῆς βασιλείας, ἀντὶ πλούτου γηΐνου τὸν οὐράνιον ἐπηγγείλατο πλοῦτον· οὕτως ἀνάπαλιν ἐνταῦθα, οἷς ζωὴν αἰώνιον ἔμελλε δώσειν—λέγω δὴ τὸ ζωοποιὸν αὐτοῦ σῶμα καὶ αἷμα—, τούτους προεισφέρειν ἐκέλευσεν ἐπικήρου ζωῆς ἀφορμάς· ἵνα ζωῆς ἀντιλάβωμεν ζωήν, τῆς προσκαίρου τὴν αἰωνίαν, καὶ ἡ χάρις ἀμοιβὴ δόξῃ, καὶ ὁ ἀμέτρητος ἔλεος ἔχῃ τι καὶ δικαιοσύνης, καὶ τὸ λόγιον ἐκεῖνο πληρωθῇ· «Θήσω τὴν ἐλεημοσύνην μου εἰς σταθμούς.» Καὶ οὐκ ἐπὶ τοῦ μυστηρίου τούτου μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ βαπτίσματος τοῦτο γίνεται· καὶ ζωὴν ἀλλαττόμεθα ζωῆς καὶ τὴν μὲν προδίδομεν, τὴν δὲ ἀντ’ ἐκείνης λαμβάνομεν.

Ἀλλ’ ἡ μὲν προδοσία τῆς ζωῆς ὁ θάνατος ἐν εἰκόνι τινὶ καὶ γραφῇ, ἡ δ’ ἀναβίωσις ζωή ἐστιν ἀληθής. Ἐπεὶ γὰρ ἀποθανὼν ὁ Σωτὴρ καὶ ἀναστάς, τῆς νέας αὐτοῦ ζωῆς καὶ ἡμῖν ἠθέλησε μεταδοῦναι, ἐκέλευσέ τι τοῦ μεγάλου τούτου δώρου καὶ ἡμᾶς προεισφέρειν αὐτῷ. Καὶ τί τοῦτο; Τὸ μιμεῖσθαι τὸν αὐτοῦ θάνατον. Καὶ τίνα τρόπον; Ἐν ὕδατι τὸ σῶμα κρύψαντας καθάπερ ἐν τάφῳ, καὶ τοῦτο τρὶς ἐπιδειξαμένους· ὡς ἤδη τοῦ θανάτου καὶ τῆς ταφῆς λαβὼν κοινωνοὺς τῆς καινῆς αὐτοῦ ζωῆς ἀξιοῖ.

Καὶ ταῦτα μὲν οὕτω.

Εʹ. Διὰ τί δὲ μὴ ὁλόκληρος ἀνατίθεται ἄρτος, ἀλλὰ τμῆμα Κἀκεῖνο δὲ ἐπισημήνασθαι χρή, τί δή ποτε μὴ τοὺς προσενεχθέντας ἄρτους ἁπλῶς, ἀλλ’ ὃν αὐτὸς ὁ ἱερεὺς αὐτῶν ἀποτέμνει, τοῦτον καὶ δῶρον ποιεῖται καὶ ἀνατίθησι τῷ Θεῷ, καὶ εἰς τὸ θυσιαστήριον εἰσάγων ἱερουργεῖ.

Καὶ τοῦτο τῆς Χριστοῦ προσαγωγῆς ἴδιον· τὰ γὰρ ἄλλα δῶρα, οἱ κεκτημένοι μὲν τῶν ὁμογενῶν ἀφώριζον, καὶ εἰς τὸν ναὸν ἦγον, καὶ ταῖς χερσὶν ἐνετίθεσαν τῶν ἱερέων· οἱ δὲ ἱερεῖς ἐδέχοντο καὶ ἀνετίθεσαν ἢ ἔθυον, ἢ ὅ τι ἔδει χρήσασθαι τῶν προσενεχθέντων ἑκάστῳ.

Τὸ δὲ Κυριακὸν σῶμα ὑπὸ τοῦ αὐτοῦ ἱερέως καὶ ἀφωρίσθη τῶν ὁμογενῶν, καὶ προσηνέχθη καὶ ἀνελήφθη καὶ ἀνετέθη Θεῷ καὶ τελευταῖον ἐτύθη. Αὐτὸς μὲν γὰρ ἐξεῖλεν ἑαυτῷ τοῦ ἡμετέρου φυράματος ὁ τοῦ Θεοῦ υἱὸς ἀφελών· αὐτὸς δὲ τῷ Θεῷ δῶρον ἔδωκεν, ἐν τοῖς κόλποις αὐτὸ θεὶς τοῦ Πατρός, ὡς ἂν τῶν κόλπων ἐκείνων αὐτὸς μηδέ ποτε χωρισθείς, ἀλλ’ ἐκεῖ καὶ τοῦτο κτίσας καὶ περιθέμενος, ὥστε ἅμα τε πλασθῆναι καὶ δεδομένον Θεῷ εἶναι. Τελευταῖον δὲ καὶ ἐπὶ τὸν σταυρὸν αὐτὸς ἤγαγε καὶ ἔθυσε.

Διὰ τοῦτο τὸν μέλλοντα ἄρτον εἰς ἐκεῖνο μεταβάλλειν τὸ σῶμα, ὁ αὐτὸς ἱερεὺς καὶ ἀποκόπτει τῶν ὁμοφυῶν καὶ ἀνατίθησι τῷ Θεῷ θεὶς ἐν τῷ ἱερῷ πίνακι καὶ μετὰ ταῦτα εἰς τὸ θυσιαστήριον ἄγων θύει.

Ϛʹ. Διὰ τί ἐν τῷ ἄρτῳ τυποῖ ὁ ἱερεὺς τὸ τοῦ Χριστοῦ πάθος Ὁ μὲν οὖν ἀποτμηθεὶς ἄρτος, ἕως ἐν τῇ προθέσει κεῖται, ἄρτος ἐστὶ ψιλός· τοῦτο μόνον λαβὼν τὸ ἀνατεθῆναι Θεῷ, καὶ γενέσθαι δῶρον, ὅτε καὶ σημαίνει τὸν Χριστὸν κατὰ τὴν ἡλικίαν ἐκείνην ἐξ ἧς ἐγένετο δῶρον. Ἐγένετο δὲ ἐξ αὐτῆς γεννήσεως καθάπερ ἔμπροσθεν εἴρηται, ὅτι καὶ κατὰ τὴν γέννησιν δῶρον ἦν, κατὰ τὸν νόμον, ἐπεὶ πρωτότοκος ἦν.

Ὅτι δὲ τὰ ὕστερον γενόμενα ἐν ἐκείνῳ τῷ σώματι πάθη διὰ τὴν σωτηρίαν ἡμῶν, ὁ σταυρὸς καὶ ὁ θάνατος, προδιετυπώθη πρότερον τοῖς ἀρχαίοις, τούτου χάριν καὶ ὁ ἱερεὺς ἐνταῦθα πρὶν ἀγαγεῖν εἰς τὸ θυσιαστήριον τὸν ἄρτον καὶ θῦσαι, τοὺς τύπους ἐκείνους πειρᾶται δεικνύναι πρότερον ἐν αὐτῷ.

Καὶ τίνα τρόπον; Ἐν ὅσῳ αὐτὸν ἀπὸ τῶν ὁλοκλήρων ἄρτων ἀφαιρούμενος ποιεῖται δῶρον, τὸ τοῦ Χριστοῦ πάθος καὶ τὸν θάνατον ἐν αὐτῷ γράφει, καθάπερ ἐν πίνακι· καὶ πάντα ὅσα ποιεῖ, τὰ μὲν κατὰ χρείαν, τὰ δὲ ἐπίτηδες εἰς τὴν σημασίαν ταύτην βιάζεται· καὶ ἔστι τὰ γινόμενα τηνικαῦτα τῶν σωτηρίων παθῶν καὶ τοῦ θανάτου πρακτικὴ διήγησις.

Τοῦτο δὲ ἀρχαῖον ἔθος ἦν καὶ πρακτικῶς ἐνίοτε καὶ διηγοῦντο καὶ παρῄνουν καὶ προεφήτευον. Καὶ γὰρ ὁ προφήτης, δηλῶσαι βουλόμενος τὴν τῶν Ἑβραίων αἰχμαλωσίαν, ἔδησεν ἑαυτόν. Καὶ Ἄγαυος ὕστερον τὸ αὐτὸ ἐποίησε, σημαίνων τὰ τοῦ Παύλου δεσμά. Καὶ πατέρα τινά φασι τῶν θεοφόρων ἐρωτηθέντα τί ἐστι μοναχός, ἀποκριθῆναι μὲν οὐδέν, τὸ δὲ ἱμάτιον περιδυθέντα καταπατῆσαι.

Καὶ αὐτὸν δὲ τοῦ Κυρίου τὸν θάνατον καὶ τὴν ὅλην οἰκονομίαν οἱ παλαιοὶ οὐ λόγοις μόνον ἀλλὰ καὶ ἔργοις καὶ αὐτοὶ ἐμήνυον, καὶ παρὰ τοῦ Θεοῦ ἐμάνθανον, οἷον ἦν ἡ τεμνομένη ῥάβδῳ θάλασσα, καὶ ἡ θάλλουσα ἐν τῇ φλογὶ βάτος, καὶ ὁ ἐπὶ τὴν σφαγὴν ὑπὸ τοῦ πατρὸς ἀγόμενος Ἰσαάκ, καὶ τὰ ἄλλα δι’ ὧν ἐσημαίνετο τὸ μυστήριον ἐξ ἀρχῆς.

Καὶ ὁ ἱερεὺς ταῦτα φαίνεται ποιῶν, ἃ περὶ τῆς θυσίας οἶδεν ἐκείνης, καὶ λόγοις διηγούμενος, καὶ ἐπὶ τῶν ἔργων δεικνύς, ὡς δυνατὸν ἐν τοιαύτῃ ὕλῃ τοιαῦτα δεικνύναι, μόνον οὐ λέγων· Οὕτως ἐπὶ τὸ πάθος ἦλθεν ὁ Κύριος, οὕτως ἀπέθανε, οὕτως ἐκεντήθη τὴν πλευράν, οὕτως ἀπὸ τῆς κεντηθείσης πλευρᾶς τὸ αἷμα καὶ τὸ ὕδωρ ἐξεχύθη τότε ἐκεῖνο.

Καὶ ταῦτα ποιεῖ ἵνα δείξῃ, καθάπερ εἶπον, ὡς τῆς ἀληθείας ταύτης καὶ τῶν πραγμάτων τύποι καὶ γραφαί τινες ἡγήσαντο πρότερον, καὶ προεσήμαινον τοῖς ἀνθρώποις· ὥσπερ αὐτὸς πρὶν εἰς τὸ θυσιαστήριον ἀγαγεῖν τὸν ἄρτον καὶ θῦσαι, τὰ τῆς θυσίας ἐν αὐτῷ γράφει· ἔπειτα δηλῶν ὡς ὁ ἄρτος οὗτος εἰς ἐκεῖνον ἐπείγεται μεταβληθῆναι τὸν ἀληθινὸν ἄρτον, τὸν ἐσταυρωμένον, τὸν τεθυμένον. Παρὰ πάντα δὲ ταῦτα, ἐπεὶ «τὸν θάνατον τοῦ Κυρίου δεῖ καταγγέλλειν», ἵνα μηδένα τρόπον ἀγγελίας καὶ διηγήσεως παραλίποι, πρὸς ὃν μυρίων ἔδει στομάτων ἡμῖν, καὶ λογικῶς αὐτὸν διηγεῖται καὶ πρακτικῶς.

Ζʹ. Τί ἐστι ἡ τοῦ Κυρίου ἀνάμνησις Καὶ πρῶτον ἄρτου λαβόμενος, ἀφ’ οὗ δεῖ τὸν ἱερὸν ἀποκόπτειν ἄρτον· «Εἰς ἀνάμνησιν, φησί, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ», κατὰ τὴν ἐκείνου παραγγελίαν. «Τοῦτο γάρ, φησί, ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.» Καὶ οὐ περὶ τοῦ ἄρτου ἐκείνου τοῦτο λέγει μόνον, ἀλλὰ καὶ περὶ πάσης τῆς τελετῆς, ὡς ἂν ἐν τελευτῇ τῆς ἱερουργίας ἀρχόμενος. Ἐπεὶ καὶ ὁ Κύριος μετὰ τὸ τελέσαι τὸ μυστήριον ἅπαν, τοῦτον ἐπήγαγε τὸν λόγον· «Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.» Ἀλλὰ τίς ἡ ἀνάμνησις αὕτη, πῶς ἐν τῇ τελετῇ μεμνησόμεθα τοῦ Κυρίου, τί ποιοῦντος καὶ πῶς ἔχοντος; Λέγω δὲ τίνα περὶ αὐτοῦ ἀναλογιζόμενοι, τί διηγούμενοι; Ἆρα ὅτι νεκροὺς ἀνέστησε, καὶ τυφλοῖς ἔδωκε βλέπειν, καὶ ἀνέμοις ἐπετίμησε, καὶ ἐξ ὀλίγων ἄρτων εἰς κόρον ἔθρεψε χιλιάδας, ἃ Θεὸν αὐτὸν ἀπέδειξε καὶ πάντα δυνάμενον; Οὐδαμῶς· ἀλλὰ μᾶλλον τὰ δοκοῦντα σημαίνειν ἀσθένειαν, τὸν σταυρόν, τὸ πάθος, τὸν θάνατον, ἐν τούτοις ἡμᾶς τὴν ἀνάμνησιν αὐτοῦ ποιεῖσθαι ἐκέλευσε. Καὶ πόθεν δῆλον; Οὕτως ἐνόησε Παῦλος, ὁ τὰ ἐκείνου καλῶς εἰδώς.

Γράφων γὰρ Κορινθίοις περὶ τοῦ μυστηρίου, καὶ διηγησάμενος ὅτι ὁ Κύριος εἶπε· «Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», ἐπήγαγεν· «Ὁσάκις γὰρ ἐσθίετε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνετε, τὸν θάνατον αὐτοῦ καταγγέλλετε.» Τοῦτο καὶ αὐτὸς ὁ Κύριος ἐνέφηνεν ἐν τῇ παραδόσει τοῦ μυστηρίου. Εἰπὼν γάρ· «Τοῦτό ἐστι τὸ σῶμά μου, τοῦτο τὸ αἷμά μου», οὐ θαύματα αὐτοῖς προσέθηκε, εἰπὼν τὸ νεκροὺς ἀναστῆσαν, τὸ λεπροὺς καθαρίσαν.

Ἀλλὰ τί; Τὸ πάθος μόνον καὶ τὸν θάνατον, «τὸ ὑπὲρ ὑμῶν κλώμενον, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον». Καὶ τίς ὁ λόγος, ὅτι μὴ τῶν θαυμάτων ἀλλὰ τῶν παθῶν μέμνηται; Ὅτι ταῦτα ἐκείνων ἀναγκαιότερα· τοσοῦτον ὅσον τὰ μὲν ποιητικὰ τῆς σωτηρίας ἡμῶν εἰσι, καὶ χωρὶς τούτων οὐκ ἦν ἀναστῆναι τὸν ἄνθρωπον, τὰ πάθη λέγω· ἐκεῖνα δὲ ἀποδεικτικὰ μόνον. Ἐγένοντο γὰρ τὰ θαύματα ἵνα πιστευθῇ ὁ Κύριος ὡς αὐτὸς ἀληθῶς ἐστιν ὁ Σωτήρ.

Ηʹ. Περὶ τῶν ἐν τῷ ἄρτῳ τελουμένων Ἐπεὶ τοίνυν τὸν τρόπον τοῦτον δεῖ ποιεῖσθαι τοῦ Κυρίου τὴν ἀνάμνησιν, διὰ τοῦτο εἰπὼν ὁ ἱερεύς· «εἰς ἀνάμνησιν τοῦ Κυρίου», ἐπάγει τὰ δηλοῦντα τὸν σταυρὸν καὶ τὸν θάνατον. Τὸν γὰρ ἄρτον ἀποκόπτων, τὴν περὶ τοῦ σωτηρίου πάθους ἐπιλέγει τῶν παλαιῶν προφητείαν· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη» καὶ τὰ ἑξῆς, καὶ ῥήματι καὶ πράγματι κατὰ τὸ δυνατὸν αὐτὸς διηγούμενος. Τὴν γὰρ τοῦ ἄρτου τομὴν κατὰ χρείαν ποιῶν, ἵνα ἐξέλῃ τὸ δῶρον, τὴν αὐτὴν καὶ παράδειγμα ποιεῖται τοῦ προκειμένου εἰς τὴν ἀποχώρησιν τὴν ἀπὸ τοῦ κόσμου τοῦ Κυρίου, εἰς τὴν ἐπὶ τὸν Πατέρα διὰ τοῦ θανάτου ὁδόν, αὐτὴν αἰχμαλωτίζων, καθάπερ αὐτὸς εἴρηκεν· «Ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν Πατέρα.»

Καὶ ἐπεὶ πολλάκις πηγνὺς τὸ σιδήριον, εἶτα ἀποκόπτει τὸν ἄρτον, εἰς τοσαῦτα διαιρεῖ τὸν προφητικὸν λόγον, ἕκαστον τοῦ λόγου μέρος ἐφαρμόζων ἑκάστῳ μέρει τομῆς, ἵνα δείξῃ τοῦ λόγου τὸ ἔργον ἐξήγησιν εἶναι· ὅτι καθάπερ οὗτος ὁ ἄρτος ἐπὶ τὸ ἀνατεθῆναι Θεῷ καὶ ἱερουργηθῆναι τοῦ ὁμοφυοῦς ἀποδιῃρέθη, οὕτω καὶ ὁ Κύριος ἀπεχώρησε τῶν ἀνθρώπων, οἷς διὰ φιλανθρωπίαν ἐκοινώνησε φύσεως, καὶ «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη», καὶ τοῦτον τὸν τρόπον «ἤρθη ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ»· καὶ τὰ ἑξῆς τῆς προφητείας προσθείς, καὶ τὸν ἄρτον θεὶς ἐν τῷ ἱερῷ πίνακι, ἐκεῖνα ποιεῖ καὶ λέγει δι’ ὧν αὐτὴ ἡ θυσία καὶ ὁ τοῦ Κυρίου θάνατος καταγγέλλεται. «Θύεται, φησίν, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Ταῦτα λέγει καὶ ποιεῖ τὰ δηλοῦντα τοῦ θανάτου τὸν τρόπον. Σταυρὸν γὰρ ἐν τῷ ἄρτῳ χαράττει, καὶ οὕτω μηνύει πῶς ἡ θυσία γέγονεν, ὅτι διὰ σταυροῦ· μετὰ δὲ τοῦτο, καὶ ὡς ἐπὶ τὰ δεξιὰ μέρη κεντεῖ τὸν ἄρτον, τὴν πληγὴν τῆς πλευρᾶς ἐκείνης διηγούμενος τῇ τοῦ ἄρτου πληγῇ. Διὰ τοῦτο γὰρ καὶ τὸ πλῆττον σιδήριον λόγχην καλεῖ, καὶ εἰς σχῆμα λόγχης αὐτὸ ἔχει πεποιημένον, ἵνα ἐκείνης ἀναμιμνήσκῃ τῆς λόγχης. Καὶ οὕτως ἔργῳ ταῦτα διηγούμενος, καὶ τοὺς λόγους τῆς ἱστορίας ἀναγιγνώσκει· «Καὶ εἷς τῶν στρατιωτῶν, φησί, λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν.»

Ὁμοίως καὶ τὸ ῥεῦσαν ἐκεῖθεν αἷμα καὶ ὕδωρ, καὶ λόγῳ διηγεῖται καὶ ἔργῳ δείκνυσιν· ἐγχέων μὲν εἰς τὸ ἱερὸν ποτήριον οἶνον καὶ ὕδωρ, ἐπιλέγων δὲ καὶ ἐκεῖνο τὸ ῥῆμα· «Καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ.» Καὶ ταῦτα μὲν ἡ ἀνάμνησις τοῦ Κυρίου καὶ ἡ τοῦ θανάτου αὐτοῦ διήγησις.

Θʹ. Διὰ τί ὁ Κύριος ἐκέλευσε ποιεῖν τοῦτο εἰς τὴν αὑτοῦ ἀνάμνησιν Ἀλλὰ τίνος ἕνεκα ταῦτα ἐκέλευσε καὶ πρὸς τί βλέπων τὴν ἀνάμνησιν ταύτην ἀπῄτησε παρ’ ἡμῶν; Ἵνα μὴ ἀγνώμονες ὦμεν. Ἀμοιβὴ γὰρ τίς ἐστι παρὰ τῶν εὖ παθόντων τοῖς εὐεργέταις τὸ μεμνῆσθαι αὐτῶν καὶ τῶν ἔργων δι’ ὧν πεπόνθασι εὖ. Καὶ ταύτης τῆς μνήμης πολλὰς ἀφορμὰς ἐπενόησαν ἄνθρωποι, τάφους, ἀνδριάντας, στήλας, ἑορτάς, πανηγύρεις, ἀγῶνας· ὧν πάντων ἔργον ἐστὶν ἕν, τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν μὴ λήθης παραδοθῆναι βυθοῖς.

Τοιοῦτον καὶ τὸ τοῦ Σωτῆρος, ἄλλοι μὲν ἄλλα, φησί, λήθης φάρμακα ζητοῦσιν, ὑπὲρ τοῦ μεμνῆσθαι τῶν εὖ πεποιηκότων αὐτούς· «Ὑμεῖς δὲ εἰς τὴν ἐμὴν ἀνάμνησιν τοῦτο ποιεῖτε.» Καὶ ὥσπερ ταῖς στήλαις τῶν ἀριστέων αἱ πόλεις προσπαραγράφουσι τὰς νίκας δι’ ὧν ἐσώθησαν ἢ ἄμεινον ἔπραξαν, οὕτω τοῖς δώροις τούτοις ἡμεῖς παραγράφομεν τὸν θάνατον τοῦ Κυρίου, ἐν ᾧ πᾶσα γέγονε ἡ κατὰ τοῦ πονηροῦ νίκη. Καὶ διὰ μὲν τῶν εἰκόνων αἱ πόλεις τὸν τύπον μόνον τοῦ σώματος ἔχουσι τῶν εὐεργετῶν, ἡμεῖς δὲ ἀπὸ τῆς προσαγωγῆς ταύτης οὐ τὸν τύπον τοῦ σώματος ἔχομεν, ἀλλ’ αὐτὸ τὸ σῶμα τοῦ ἀριστέως.

Τὸ αὐτὸ δὲ τοῦτο καὶ τοῖς παλαιοῖς ἐνομοθέτησεν ἐπὶ τῶν τύπων ποιεῖν, ὃ νῦν ἐπὶ τῆς ἀληθείας καὶ τῶν πραγμάτων ἐκέλευσε. Τοῦτο γὰρ ἦν τὸ Πάσχα καὶ ἡ σφαγὴ τοῦ ἀμνοῦ, ἀνάμνησις τῆς σφαγῆς τοῦ προβάτου ἐκείνου καὶ τοῦ αἵματος τοῦ διασεσωκότος τοῖς Ἑβραίοις ἐν Αἰγύπτῳ τὰ πρωτότοκα.

Καὶ οὗτος μὲν ὁ τῆς ἀναμνήσεως λόγος.

Ιʹ. Τίνα τὰ μετὰ τὴν ἀνάμνησιν ἐπιλεγόμενα τῇ προσκομιδῇ καὶ ὅτι ἡ προσαγωγὴ τῶν δώρων χαριστήριός ἐστι καὶ ἱκέσιος ἡ αὐτή Ὁ δὲ ἱερεὺς τὴν προσαγωγὴν ἔτι ποιεῖται, καὶ τῶν προσενεχθέντων ἄρτων ἑκάστου μέρος ἀφαιρῶν, ἱερὸν ποιεῖται δῶρον, οὐ τὰ αὐτὰ λέγων καὶ ποιῶν ἅπερ ἐξ ἀρχῆς, δι’ ὧν ὁ θάνατος ἐσημαίνετο τοῦ Κυρίου, ὅτι ἅπαξ εἰρημένα περὶ πάσης τῆς τελετῆς εἰρῆσθαι νοοῦνται. Πᾶσα γὰρ ἡ προσαγωγὴ τῶν δώρων εἰς ἀνάμνησιν γίνεται τοῦ Κυρίου καὶ διὰ πάσης ὁ αὐτοῦ καταγίνεται θάνατος.

Τίνα δὲ τὰ ἐπιλεγόμενα; «Εἰς δόξαν τῆς παναγίας τοῦ Θεοῦ Μητρός· εἰς πρεσβείαν τοῦδε τοῦ ἁγίου ἢ τοῦδε· εἰς ἁμαρτιῶν ψυχῶν ἄφεσιν, ἢ ζώντων ἢ τεθνεώτων.» Καὶ τί ταῦτα βούλεται; Εὐχαριστίαν πρὸς τὸν Θεόν, ἱκεσίαν, τὰς ἀφορμάς, τὰ αἴτια τῆς τῶν δώρων προσαγωγῆς.

Ἔχει γὰρ οὕτως. Οὐδὲν δῶρον δίδοται μάτην εἴτε Θεὸν θεραπεύειν, εἴτε ἀνθρώποις χαρίζεσθαι δεῖ· ἀλλ’ ἀγαθοῦ τινὸς ἕνεκα ἢ γενομένου ἢ ἐλπιζομένου. Ἢ γὰρ ὑπὲρ ὧν ἐλάβομεν ἀμειβόμεθα τὸν εὐεργέτην τοῖς δώροις, ἢ τῶν μήπω γενομένων ἡμῖν, ἵνα τύχωμεν, τὸν δοῦναι δυνάμενον θεραπεύομεν.

Ταῦτα δὲ τὰ δῶρα καὶ ἀμφοτέρων ἕνεκα τῷ Θεῷ προσαγόμενα φαίνεται, καὶ ὅτι ἐλάβομεν, καὶ ἵνα λάβωμεν, καὶ εὐχαριστοῦντες τῷ Θεῷ, καὶ ἱκετεύοντες αὐτόν· εὐχαριστοῦντες ὑπὲρ ὧν πεπόνθαμεν, ἱκετεύοντες ἵν’ εὖ πάθωμεν, ὥστε τὰ δῶρα εἶναι καὶ χαριστήρια καὶ ἱκέσια.

Ἀλλὰ τίνα τὰ ἤδη δοθέντα ἡμῖν ἀγαθά; τίνα δὲ τὰ ζητούμενα; Τὰ αὐτὰ πάντως, ἄφεσις ἁμαρτιῶν, βασιλείας κληρονομία. Ταῦτα γὰρ αὐτὸς ἐκέλευσε πρὸ πάντων αἰτεῖσθαι, ταῦτά ἐστιν ἅπερ ἔλαβεν ἡ Ἐκκλησία ἤδη, ταῦτα καὶ ὑπὲρ ὧν ἱκετεύει. Καὶ τίς ὁ τρόπος καθ’ ὃν ἔτυχε τῶν ἀγαθῶν τούτων; τίς δὲ καθ’ ὃν οὔπω τετύχηκε καὶ ἵνα τύχῃ, τοῦ Θεοῦ δεῖται;

Τετύχηκε πρώτου, ὅτι δύναμιν ἐδέξατο πρὸς αὐτά. Καὶ γὰρ ἔλαβεν «ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι», καὶ τοῦτο κοινόν ἐστι δῶρον Χριστιανοῖς ἅπασι διὰ τοῦ θανάτου ἡμῖν γενόμενον τοῦ Σωτῆρος. Τοῦτο γάρ ἐστι τὸ βάπτισμα τὸ θεῖον καὶ τὰ ἄλλα μυστήρια δι’ ὧν εἰσποιούμεθα τῷ Θεῷ, καὶ βασιλείας οὐρανῶν γινόμεθα κληρονόμοι.

Ἔπειτα καὶ αὐτῆς ἐκληρονόμησεν ἐνεργείᾳ τῆς βασιλείας ἐν μυρίοις τῶν ἑαυτῆς χορευτῶν, οὓς ἀποικίαν ἀπέστειλεν εἰς τὸν οὐρανόν, οὓς «Ἐκκλησίαν πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς» ὁ μακάριος Παῦλος ἐκάλεσεν.

Οὕτω μὲν οὖν τῶν μεγάλων τούτων ἡ Ἐκκλησία τετύχηκε ἀγαθῶν. Διὰ δὲ τοὺς ἔτι τρέχοντας τῶν τέκνων αὐτῆς ἐπὶ τὸ βραβεῖον, καὶ ἁπλῶς τοὺς ἐν τῷ βίῳ ζῶντας, ὧν τὸ πέρας ἄδηλον καὶ τοὺς ἀπελθόντας, οὐ μετὰ πάνυ χρηστῶν καὶ βεβαίων ἐλπίδων τῆς βασιλείας οὔπω τετύχηκε. Τούτου χάριν μέμνηται μὲν τοῦ θανάτου τοῦ Κυρίου, μέμνηται δὲ καὶ τῶν τελειωθέντων ἁγίων· μέμνηται δὲ τῶν μήπω τελείων, ὑπὲρ μὲν ἐκείνων εὐχαριστοῦσα, ὑπὲρ δὲ τούτων ἱκετεύουσα.

Ὥστε τὰ μὲν πρῶτα τῆς προσαγωγῆς, καὶ ἔτι τὰ δεύτερα χαριστήρια, τὰ δὲ μετ’ ἐκεῖνα ἱκέσια εἰς ἀνάμνησιν τοῦ Κυρίου, εἰς δόξαν τῆς μακαρίας αὐτοῦ Μητρός, εἰς πρεσβείαν τῶν ἁγίων. Εὐχαριστοῦμεν, φησίν, ὅτι τῷ θανάτῳ σου τὰς τῆς ζωῆς πύλας ἡμῖν ἀνέῳξας, ὅτι Μητέρα παρ’ ἡμῶν ἔλαβες, ὅτι τοσαύτης δόξης παρ’ ἡμῶν ἔτυχεν ἄνθρωπος, ὅτι πρεσβευτὰς ἔχομεν ὁμοφύλους, καὶ τοῖς ὁμογενέσιν ἡμῶν τοσαύτης μετέδωκας παρρησίας.

Τὸ γὰρ «εἰς δόξαν» καὶ «εἰς πρεσβείαν», τοῦτό ἐστι τὸ ἕνεκα τῆς δόξης καὶ τῆς πρεσβείας ὥσπερ καὶ τὸ «εἰς ἄφεσιν ἁμαρτιῶν» ταὐτόν ἐστι τῷ ἕνεκα τῆς ἀφέσεως τῶν ἁμαρτιῶν. Τὸ δὲ «ἕνεκά τινος» διττὴν ἔχει τὴν σημασίαν· ἢ γὰρ ἕνεκα παρόντος ἢ ἕνεκα ἐλπιζομένου. Τὴν δὲ τῆς μακαρίας Παρθένου δόξαν καὶ τὴν τῶν ἁγίων πρεσβείαν καὶ παρρησίαν, τίς οὐκ οἶδεν ὅτι παρόντα ἐστὶν ἀγαθά; Τὸ δὲ παρόντων ἀγαθῶν χάριν δῶρα προσάγειν, οὐδὲν ἕτερον ἢ εὐχαριστία σαφής. Ἔτι δὲ καὶ τὸ «εἰς ἀνάμνησιν τοῦ Κυρίου» διὰ τῶν ἔμπροσθεν εἰρημένων ἐγένετο δῆλον, ἀμοιβήν τινα πρὸς αὐτὸν τοῦ θανάτου αὐτοῦ καὶ εὐχαριστίαν σημαῖνον. Διὰ τοῦτο γὰρ πρὸ πάντων ἐν τῇ προσαγωγῇ τῶν δώρων, ταῦτα λέγεται τὰ ῥήματα, ὅτι ὁ θάνατος ἐκεῖνος αἴτιος ἐγένετο τῶν ἀγαθῶν ἁπάντων ἡμῖν.

Ὕστατα δὲ πάντων ποιεῖται τὴν ἱκεσίαν, ἄφεσιν ἁμαρτιῶν καὶ ψυχῶν ἀνάπαυσιν καὶ τὰ τοιαῦτα αἰτούμενος. Τοῦτο γὰρ εὐγνωμοσύνης τῷ Θεῷ ἐντυγχάνοντας μὴ τὴν χρείαν εὐθὺς λέγειν, μηδὲ εἴ τι ἐλλεῖπον ζητεῖν· ἀλλὰ μᾶλλον ὧν ἤδη λαβόντες ἔχομεν πρῶτον μεμνημένους εὐχαριστεῖν καὶ δοξολογεῖν, καὶ οὕτω πρὸ τῶν ἀναγκαίων ἡμῖν τὴν τοῦ Θεοῦ ποιεῖσθαι δόξαν.

ΙΑʹ. Διὰ τί συγκαλύπτεται τὰ δῶρα· καὶ περὶ τῶν ἐπιλεγομένων Αʹ Ἐπεὶ δὲ τὰ ἐν τῷ ἄρτῳ εἰρημένα καὶ πεπραγμένα, δι’ ὧν ὁ θάνατος ἐσημαίνετο τοῦ Κυρίου, γράφην ἐδύνατο μόνον καὶ τύπον, ὁ δὲ ἄρτος ἔμεινεν ἄρτος ὤν, τοῦτο μόνον λάβων τὸ γενέσθαι δῶρον τῷ Θεῷ, καὶ διὰ τοῦτο τύπον φέρει τοῦ Κυριακοῦ σώματος κατὰ τὴν πρώτην ἡλικίαν, ὅτι κἀκεῖνο ἐξ ἀρχῆς δῶρον ἦν, ὡς ἐν τοῖς ἔμπροσθεν εἴρηται· τούτου χάριν τὰ ἐν ἐκείνῳ γενόμενα θαύματα, ἀρτιτόκῳ ὄντι καὶ ἐν τῇ φάτνῃ κειμένῳ, ὁ ἱερεὺς ἐπιλέγει τῷ ἄρτῳ καὶ ἐπιδείκνυσι. Τὸν γὰρ λεγόμενον ἀστέρισκον ἐπιτιθεὶς αὐτῷ, «Καὶ ἰδού, φησίν, ὁ ἀστὴρ ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον», ἔτι δὲ καὶ τὰ πόρρωθεν εἰρημένα τοῖς προφήταις περὶ αὐτοῦ θεῷ πρέποντα, ἵνα μὴ διὰ τὴν σάρκα καὶ τὸ φαινόμενον ἄνθρωποι μικρὰ περὶ αὐτοῦ καὶ ἀνάξια τῆς αὐτοῦ θεότητος ὑπολάβωσι· «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν». «Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο»· «ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ· καὶ τῆς συνέσεως αὐτοῦ πλήρης ἡ γῆ.» Καὶ ταῦτα λέγει καὶ καλύπτει τὸν ἄρτον καὶ τὸ ποτήριον πέπλοις τιμίοις, καὶ θυμιᾷ πανταχόθεν.

Καὶ γὰρ συνεκαλύπτετο μὲν τέως ἡ τοῦ σεσαρκωμένου Θεοῦ δύναμις, ἕως τοῦ καιροῦ τῶν θαυμάτων καὶ τῆς ἐξ οὐρανοῦ μαρτυρίας· ἀλλ’ οἱ λέγειν εἰδότες περὶ αὐτοῦ· «Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο» καὶ τὰ εἰρημένα πάντα θεοπρεπῆ, «Καὶ ἐπεγίνωσκον αὐτὸν καὶ ὡς Θεὸν ἔσεβον καὶ τὴν παρ’ αὐτῷ σκέπην ἐζήτουν.» Καὶ ταῦτα αἰνιττόμενος ὁ ἱερεὺς κεκαλυμμένοις ἐπιλέγει τοῖς δώροις· «Σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σοῦ» καὶ θυμιᾷ πανταχόθεν.

Ταῦτα οὕτως εἰπὼν καὶ τελέσας καὶ εὐξάμενος τὰ τῆς ἱερουργίας κατὰ σκοπὸν ἀπαντήσειν αὐτῷ, εἰς τὸ θυσιαστήριον ἔρχεται καὶ στὰς πρὸ τῆς ἱερᾶς τραπέζης τῆς ἱερουργίας ἄρχεται.