Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Κατὰ τῶν Γρηγορᾶ ἀτοπημάτων

Νικόλαος Καβάσιλας

Η αλαζονεία του Γρηγορά και ο έλεγχος των θεολογικών του κατηγοριών

Ο Νικόλαος Καβάσιλας επικρίνει τον συγκεχυμένο χαρακτήρα των συγγραμμάτων του Γρηγορά, τη φιλοσοφική του ανεπάρκεια και απορρίπτει τις κατηγορίες που εκτοξεύει κατά του αρχιεπισκόπου Παλαμά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 1 από 4

Ὁ δὲ σοφώτατος Γρηγορᾶς, ὥσπερ οὐκ ἀρκούντων αὐτῷ τῶν Βυζαντίων εἰς θαῦμα, καὶ Θεσσαλονικέας ἐνάγει πρὸς τοὺς ὕμνους τοὺς ἑαυτοῦ, γράμματα πέμπων καὶ προσκυνεῖν μόνον οὐ κελεύων ἄνδρας ἐλευθέρους καὶ μηδὲν εἰδότας ἢ λέγειν ἢ πράττειν πρὸς ἡδονὴν οὐδενί—τοῦτο δὴ τὸ τῆς πόλεως ἦθος, καὶ τὸ ἥδιστον. ὁ βέλτιστος, ὥσπερ ὁ Ξέρξης ἀναιδῶς χρησάμενος ταῖς ἐπιστολαῖς, καὶ ζητῶν ὥσπερ ἄλλον τινὰ φόρον τὸν κρότον, τὴν γλῶτταν κινήσας, ἀπαιτεῖ τοὺς ἐπαίνους ἐν αὐταῖς ταῖς ὕβρεσι [ὅτι] κατὰ τοῦ ποιμένος αὐτοῖς, ὃν οὕτω τιμῶσιν ὡς καὶ τῶν ψυχῶν αὐτῷ παραχωρεῖν. θαυμάζω δὲ πρῶτον μὲν εἰ τὴν γλῶτταν ἠγνόησε τοῦ θαυμαστοῦ Θεσσαλονίκης καὶ τὸ παρ’ ἐκείνης κατ’ αὐτοῦ πῦρ, ἔπειτα εἰ προσεδόκησε παρὰ Θεσσαλονικέων καλῶς ἀκοῦσαι, οἳ φαυλότατόν τε αὐτὸν οὐκ οἶδ’ ὅπως πάλαι ἡγοῦντο, τήν <τ’> εἰς λόγους δύναμιν, ἣν ἐπαγγέλλεται τοσοῦτον ἤδη χρόνον καὶ νῦν, περὶ τὸν Θεὸν ἀσεβῆ. ἀλλ’ ἴσως ἐκίνησε τὸν νοῦν τὸ τῆς κεφαλῆς κακόν, ὅπερ ἄνω καὶ κάτω τὸ τοῦ Θεσσαλονίκης σύγγραμμα φέρει· νῦν μὲν ἄρτι τῶν τῆς κεφαλῆς ἀλγηδόνων ἀνενεγκόντα τὸν Γρηγορᾶν ἧκέ τις ἀπὸ τοῦ βασιλέως κελεύων· νῦν δὲ ὁ δὲ Γρηγορᾶς, παρ’ οὐδὲν θέμενος τὰς τῆς κεφαλῆς ἀλγηδόνας, εἶπε τὸ καὶ τό, ὡς ἔοικε, τὸν ἄλλον χρόνον πολλοῦ τινος ἄγων τὴν ἀλγηδόνα καὶ ταύτην δίκην λαμβάνων παρὰ φαύλης κεφαλῆς.

ἐπεὶ καὶ τὸ σύνταγμα πολλήν τινα καταψηφίζεται ζάλην τῆς τεκούσης κεφαλῆς, καὶ οἷον δεῖξαι μὲν ἱκανῶς τὸν πατέρα θερμὸν δὲ κινῆσαι γέλωτα· πρῶτον μὲν γὰρ καὶ αὐτὸ τοὔνομα τοῦ συγγράμματος ἀγνοεῖ τε καὶ ὡς ἔτι καλεῖν οὐκ ἔχομεν, ὥσπερ τῶν παρὰ φύσιν γεννωμένων. εἰσάγει γὰρ ἑαυτὸν ὁ βέλτιστος, ὥσπερ ἐν σκηνῇ, λόγους τινὰς ἐπὶ τοῦ βασιλέως ἀνασπῶντα τῷ θαυμαστῷ Θεσσαλονίκης, καὶ νῦν μὲν θεολογίας πέρι βουλόμενον χρηματίζειν, νῦν δέ, ὥσπερ ἐπιλελησμένων ὧν προὐστήσατο λόγων, ἐπὶ κωμῳδίαν τρέχοντα, νῦν δὲ ποιητῶν μεμνημένον καὶ τουτωνὶ τῶν γελοιοτέρων καὶ ὅλως πολλούς τινας καὶ παντοδαποὺς συνείροντα καί, τοῦ θειοτάτου Θεσσαλονίκης διαλεγομένου, ἑαυτὸν μὴ δεδιότα μηδὲ καταδυόμενον, ἀλλὰ πάνυ βοῶντα καὶ παρρησιαζόμενον, <ὡς> οὐ τοῖς ἰχθύσι μᾶλλον ἢ τῷ Γρηγορᾷ προσῆκεν—ὥσπερ ἄρα τὸν ἵππον Ἀχιλλέως οἱ ποιηταὶ πλάττουσιν εἰπεῖν τι πρὸς τὸν Ἀχιλλέα καὶ μαντεύσασθαι τὴν τελευτήν. ὥστε οὔτε φιλοσοφίας οὔτε ποιητικῆς οὔτε ῥητορικῆς εἶναι δοκεῖ, ἀλλ’, ὃ μάλιστα εἰκὸς εἶναι, μῦθον, οἶμαι, καλέσομεν τὴν πραγματείαν, κατὰ τοὺς Αἰσώπου μύθους, οἵ φασι τῶν ζῴων καὶ βουλεύεσθαι καὶ λέγειν, οἷς οὐκ ἔστι λόγος. ἔπειτα καὶ εἴ τις ἀνέχοιτο κατὰ μέρος ἐπελθεῖν, τὸ Ἀριστοφάνους ἐκεῖνο βοήσει ‘δότε μοι λεκάνην ἵν’ ἐμέσω’ τοσαύτης γέμει τῆς ἀηδίας. καὶ οὕτω παντοδαπή τίς ἐστι καὶ ποικίλη κακῶν φορά.

ἃ μὲν οὖν, θεολογεῖν οἰόμενος, εἰς Θεὸν βλασφημεῖ οὐκ ἧττον ὑπ’ εὐηθείας ἢ κακουργίας, τὰ μὲν κατὰ τῶν αὐτοῦ προβάλλει δογμάτων τὰ δὲ οὐδενὸς ἕνεκα· ὥστε οὐδ’ ἄν τις ἀνέχοιτο λύειν οὐδ’ ἂν ἐπὶ τούτῳ διέλθοι, εἰ μὴ καὶ τοῖς συμμαχοῦσιν ὡς πολεμοῦσιν ἐθέλοι τις πολεμεῖν, ἄλλως τε καὶ τοῦ θαυμαστοῦ Θεσσαλονίκης πολλάκις πρὸς τοὺς προστάτας τῆς αἱρέσεως ἀποδυσαμένου καὶ δείξαντος μηδὲν ὑγιὲς ἐξ ὧν αὐτὸς τὴν εἰς Θεὸν ἐσύλησε βλασφημίαν—οἴκοθεν γὰρ αὐτῷ προσῆν οὐδὲ τοῦτο. ἃ δὲ καὶ λογικὰ προσάγει πρὸς κατασκευὴν τῶν δογμάτων, ταῦτα δὲ τῶν βιβλίων τῶν παλαιῶν ἀποτέμνων, καὶ ταῦτα διεφθαρμένα καὶ οὐ μᾶλλον ἐκείνοις ἢ τούτῳ πρέποντα. πρῶτον μὲν οὖν τοὺς πρὸς τὸν θειότατον Γρηγόριον λόγους διάλεξιν ὀνομάζει· διαλέγεται δὲ οὐδαμῶς· τὰ πλεῖστα μὲν γὰρ λοιδορεῖται καὶ διδάσκει τὸν διαλεγόμενον τοὺς τῆς θεολογίας λόγους, περὶ ὧν ἡ διδασκαλία. λαμβάνων ἀναισχύντως τὸ ἐν ἀρχῇ ἐρωτᾷ δὲ πάνυ ἀγροίκως, ἀφανίζων τὸν περὶ ταῦτα κόσμον καὶ νόμον. καὶ οὐκ ᾐδέσθη τὴν ἐπωνυμίαν ἧς κοινωνεῖ τοῖς φιλοσόφοις· οἳ κελεύουσιν, ἐπειδὰν ἐρωτῶμεν διαλεγόμενοι μὴ συγχεῖν τὰς ἐρωτήσεις μηδὲ παρέχειν τῷ προσδιαλεγομένῳ πράγματα, ἀλλὰ κατάφασιν καὶ ἀπόφασιν προτείνοντας ἐρωτᾶν πότερα τίθεται ὅπως, ὁπότερα ἂν ἐθέλοι, συνείποι.

δεῖ γάρ, φησί, τὸν ἐρωτῶντα προσδιορίσασθαι πότερον τόδε ἐστιν ὁ ἄνθρωπος ἢ οὐ τόδε, καὶ παρέχειν ἑλέσθαι ὁπότερον βούλεται ἀντιφράσεως μόριον ἀποφήνασθαι. ἀλλὰ τἄλλα μιμησάμενος Πλάτωνα—ὅτι τε ‘διαλόγους’ τὰ συγγράμματα καλεῖ καὶ ὅτι τὸ ‘ὦ ἑταῖρε’ καὶ τὸ ‘μάλα μόλις’ καὶ τὸ ‘οὐχ ἕπῃ, ὦ ἑταῖρε’ καὶ τὰ τοιαῦτα συνείρει—τοῦτο μόνον οὐκ ἐμιμήσατο, ἀλλ’, εὐθὺς μὲν εἰσελθών, πρὸς ἱστορίαν τε καὶ ἔβλεψε καὶ πολλὴν ἐνέχεε παροινίαν. ἐπεὶ δὲ ἀνήνεγκε, καὶ ἔδει τι καὶ φθέγξασθαι, πρὸς τὸν λόγον, πρὸς μὲν τὸν διαλεγόμενον οὐδέν—οὐ γὰρ ἠξίωσε—πρὸς δὲ τὸν βασιλέα πολλῶν αἱρέσεων ἔφησε γέμειν τὸν Παλαμᾶν καὶ Νεστόριον τῇ πρὸς Θεὸν βλασφημίᾳ καὶ Ἀπολινάριον παρελαύνειν· ὥσπερ τις τῶν ἐξ οὐρανοῦ κριτὴς τῶν τῇδε πραγμάτων μόλις ἐπὶ τὴν ὑπόθεσιν κατῆλθε, καὶ προὐβάλλετο δεῖξαι τὴν θείαν μόνην οὐσίαν ἄκτιστον τὰ δ’ ἄλλα καὶ μετ’ αὐτὴν κτιστά, καὶ μάρτυρας ἐκάλει τοὺς θεολόγους· καὶ αἱ μαρτυρίαι κατὰ τοῦ καλοῦντος.