Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Κατὰ τῶν Γρηγορᾶ ἀτοπημάτων

Νικόλαος Καβάσιλας

Οι ρητορικές υπεκφυγές και η αλληγορία του πλοίου

Στηλιτεύεται η χρήση λοιδοριών αντί πραγματικών επιχειρημάτων και αντιμετωπίζεται ειρωνικά η δικαιολογία του Γρηγορά, ο οποίος παρομοιάζει τον εαυτό του με φορτωμένο πλοίο για να αποφύγει τις ερωτήσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 2 από 4

ὃ δ’ οὐ συνίη καθ’ ἑαυτοῦ τὸ ξίφος ὠθῶν, ἀλλ’, ὡς ἐπὶ νίκῃ μέγα φρονῶν καὶ πολλοὺς λήρους ἐκχέας κατὰ τοῦ θειοτάτου Θεσσαλονίκης, μόλις καὶ ἐκεῖνον εἰπεῖν τι συνεχώρησε συγκεχωσμένον ἤδη τῷ πλήθει καὶ τῷ μεγέθει καὶ τῇ συνεχείᾳ τῶν ἐπιχειρημάτων καὶ εἰπόντα μηδένα μὲν τῶν θεολόγων μάρτυρα τῶν λεγομένων ἐπεισαγαγεῖν ἔχειν, οἴκοθεν δὲ βοηθῆσαι τοῖς λόγοις· οὕτως αὐτῷ τῆς βοηθείας ἐμέλησεν. ἐπὶ τούτοις ἓν μὲν ἔφησεν ὁ Γρηγορᾶς ‘κείσθω σοι τοιοῦτο λῆμμα’, εἶτα καὶ δεύτερον καὶ τρίτον καὶ μέχρι τῶν πέντε καὶ πλείω τὰ λήμματα· οὕτω συνεχῶς ἔβαλλε. τὰ λήμματα δὲ γενναῖα καὶ οἷα σιωπὴν ἐπενέγκαι τῷ Παλαμᾷ. λοιδορία γὰρ ἕκαστον μακρά τις καὶ παντοδαπὴ καὶ τῆς διανοίας <ἀν>αξία τοῦ φιλοσόφου ὃς εἰδέναι μὲν ἐπαγγέλλεται ‘τά τ’ <ἐ>όντα τά τ’ ἐ<σ>σόμενα πρό τ’ ἐόντα. καὶ γὰρ καὶ χρησμολόγος τις εἶναι βούλεται δοκεῖν καὶ Χαλδαϊκά τινα συνείρει καὶ μύθους καὶ ἐπῳδὰς πανταχοῦ καταχεῖ τῶν λόγων. ὃ τοίνυν πᾶν μέρος λόγου συναγαγὼν ἠγνόησεν ὅτι, <ὅτι> καλοῦσιν οἱ ἀποδεικνύοντες λῆμμα, ἄν τε λογικῶς ἄν τε μαθηματικῶς ἀποδεῖξαι δέῃ· ἀλλὰ τὴν λοιδορίαν λῆμμα ἐκάλεσεν. οὕτω δέ φησι βαλόντα γενναίως ἔλεόν τε λαβεῖν τὸν φιλόσοφον τῆς ἀμαθίας τοῦ Παλαμᾶ καὶ διδάσκειν ἐπιχειρεῖν τί ὄνομα καὶ τί ῥῆμα—ἐκεῖνο <τὸν> ἐπαγαγόντα πρῶτον δεῖ θέσθαι, τί ὄνομα καὶ τί ῥῆμα, ὥσπερ τινὰ στερρὸν θεμέλιον.

οὕτως ἐνόησε τὸν λόγον οὐκ ὅτι δεῖ ὁρίσασθαι καὶ εἰπεῖν ὥσπερ ἄλλην τινὰ θέσιν τὸν ὀνόματος καὶ ῥήματος ὅρον, ὥσπερ ἃς θέσεις πρὸ τῶν μαθημάτων μανθάνομεν, ἀλλ’ ὥσπερ οἰκοδομοῦσιν ὑποθεῖναι δεῖ τὸν ὅρον, ἴσως πρὸς τὴν κρηπῖδα τῆς νηὸς ἰδών, πρὸς ἣν ἀνάγει τὰ ἑαυτοῦ καὶ ἣν τῆς ἑαυτοῦ ψυχῆς ποιεῖται παράδειγμα. ἐκείνη γὰρ αὐτὸν παραιτεῖται σιγῶντα πρὸς τὰς ἐρωτήσεις τῶν νέων, καὶ ἀντὶ νηὸς ἄγκυρα γίνεται. ἐπειδὰν γὰρ περὶ ὡντινωνοῦν ἀπορῶσιν, εὐθὺς ἐκεῖνος ἐπὶ τὴν ναῦν καταφεύγει καί, μνησθεὶς πολλοῦ φόρτου καὶ ὡς δυσχερὲς ἀνάγειν ἅ τις ἂν αἰτοίη τῶν ἀγωγίμων καὶ προσθεὶς τὸ τὸ καθ’ ἑαυτὸν οὕτως ἔχειν, εὐθὺς ἔλυσε τὴν ἀπορίαν καὶ ἀγαπᾶν κελεύει· πάνυ γὰρ ἀποδοῦναι τὸν λόγον καὶ ἀγαπῶσί γε. οὕτω γὰρ αὐτοὺς ἐπαίδευσε μὴ γρύζειν ἐπειδὰν παραληρῇ. ἐγὼ δὲ ὑπὲρ τούτων εὐδαιμονίζω μὲν τὸν Γρηγορᾶν οὕτω πείθοντα ῥᾳδίως καὶ θαυμάζω τῆς νεὼς τὴν δύναμιν, ὅτι μὴ μόνον πολλῶν αὐτὸν ἀπαλλάττει πραγμάτων ἀλλὰ καὶ τοῖς ἐπαίνοις προστίθησιν· ἅμα γὰρ κατάγει τὴν ναῦν καὶ πολλῶν παρὰ τῶν νέων ἀπολαύει τῶν ἐγκωμίων· οὐχ ὁρῶ δὲ πῶς ἐκεῖνοι πείθονται τὴν τοῦ Γρηγορᾶ ψυχὴν τῇ νηῒ προσήκειν τοῦτο τὸ μέρος, εἰ μὴ τὴν γαστέρα ψυχὴν ἐνόμισαν ὀνομάζειν καὶ μεγάθυμον ἐντεῦθεν αὐτόν. οὕτω γὰρ καὶ ὁπωσοῦν προσήκει[ν] τὸ παράδειγμα· καὶ καινὸν οὐδέν, ὅπου γε καί εἰσιν ὧν ὁ θεὸς ἡ κοιλία.