Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Κατὰ τῶν Γρηγορᾶ ἀτοπημάτων

Νικόλαος Καβάσιλας

Γνωσιολογική κριτική και έλεγχος εσωτερικών αντιφάσεων

Αναλύονται οι εσφαλμένες απόψεις του Γρηγορά σχετικά με τη λειτουργία του νου και των αισθήσεων, καθώς και οι αντιφάσεις στα επιχειρήματά του περί γνώσεως και λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 3 από 4

ἐπεὶ καὶ πάντα τῶν ἐν αἰσθήσει πραγμάτων οὐδὲν ἀμείνω νοεῖ καὶ πάντα ὕλης αὐτῷ γέμει καὶ κάτω βρίθει, κἂν σκῶψαι δέῃ διαλεγόμενον τὸ σῶμα προφέρει κἂν ἐπαινέσαι τὸν καλὸν ἐπῄνεσε καὶ τὸν μέγαν καὶ ὃς ἐπὶ μεγάλοις ἀναπνεῖ σπλάγχνοις. καίτοι τί λέγω; καὶ τοῖς μαθήμασι γὰρ οὕτω σωματικῶς ἐπιβάλλει—καίτοι μεθιστᾶσι τὴν ψυχὴν ἀπὸ τῶν σωμάτων ἐπὶ τὰ μείζω. καὶ ἀστρονομῶν ἐν γλώσσῃ μὲν οὐδὲν φέρει τῆς ἐπιστήμης, σφαιρῶν δὲ ἐμπίπλησι τὴν οἰκίαν καὶ πάντα βιβλίων γέμει καὶ διαγραμμάτων, καὶ σκίμποδας καὶ ὀρόφους μεστοὺς ἐπιδείκνυσι τῆς σοφίας καὶ πάντα μᾶλλον ἢ τὴν ψυχήν. τὸ δὲ μεῖζον, καὶ ὅπερ αὐτὸν δείκνυσιν ἄνθρωπον ὄντα πρὸς αἴσθησιν μόνον νοεῖν, οὐκ οἶδ’ ὅπως κατὰ τὰ ἄλογα τῶν ζῴων, ὅ τι τὴν αἴσθησιν τὸν νοῦν αὐτὸν οἴεται εἶναι. ὅτι δὲ ἀληθῆ λέγω ἐξ ὧν αὐτὸς περὶ νοῦ διαλεγόμενός φησι γίνεται δῆλον. ἐπεὶ γὰρ τῆς πολλῆς ἀμαθίας βουλόμενος τὸν Παλαμᾶν ἀπαλλάξαι, τελεωτάτην ἐξέθετο διδασκαλίαν περὶ ὅρου ὀνόματος καὶ ῥήματος· ἃ παντὸς λόγου στοιχεῖον καὶ ἀρχὴν εἶναί φησιν, οὐκ εἰδὼς ὁ βέλτιστος ὅτι τοῦ τινος ὅρου πρότερός ἐστιν ὅρος καὶ τὸν εἰσόμενον τὸν ὀνόματος καὶ ῥήματος ὅρον τὸν ὅρον ἁπλῶς προειδέναι προσῆκεν.

ἐπεὶ τοίνυν περὶ ὀνόματος καὶ ῥήματος ἱκανῶς ἐδίδαξε καὶ ἔδει οὐδενὸς ἤδη, τὸν λόγον ἐπεισάγει χειραγωγῶν τὸν μαθητὴν ἀπὸ τῶν μικροτέρων ἐπὶ τὰ μείζω· καί φησιν· ‘εἰς γὰρ γένεσιν ὁ Θεὸς παράγων τὸν ἄνθρωπον νοῦν παρέσχε καὶ αἴσθησιν· ὧν ὁ μὲν νοῦς ταὐτότητα σῴζων πρὸς τὰ ἐν κόσμῳ πράγματα, φωνῆς οὐ δεῖται, ἀλλ’ ἄμεσον τὴν τούτων κέκτηται γνῶσιν· ὡς γὰρ ἔχουσι φύσεως ταῦτα, νοεῖ τὸν ἐφικτὸν τρόπον αὐτόθεν’. οὐκοῦν ὁ νοῦς αἴσθησίς ἐστι διὰ τοῦτο. εἰ γὰρ μόνη τῶν ἐν ἡμῖν γνώσεων ἡ αἴσθησις ἀμέσως τοῖς αἰσθητοῖς ἐπιβάλλει καὶ ἀντιστρέψει καὶ ἔσται αἴσθησις τὸ ἀμέσως τοῖς αἰσθητοῖς ἐπιβάλλον· ὁ δὲ νοῦς τῷ φιλοσόφῳ τοιοῦτος. οὐκοῦν αἴσθησιν εἶναί φησι τὸν νοῦν καὶ τὰ αἰσθητὰ τῶν νοητῶν μηδὲν διαφέρειν. καίτοι, εἰ μὲν ἵνα γνῷ φωνῆς οὐ δεῖται, καὶ πῶς οὐκ ἄτοπον ἀνθρώπινον ὄντα νοῦν καὶ δεκτικὸν ἐπιστήμης εἰ δὲ πρὸς τὴν διδασκαλίαν φωνῆς οὐ δεῖται; καὶ μὴν οὐκ ἐστιν ἄλλῳ τῳ τῶν πάντων τοὺς ἀνθρώπους ἀλλήλοις ἢ τῇ φωνῇ συγγενέσθαι. μᾶλλον δέ, τί δεῖ λόγων ἑτέρων; αὐτὸς γὰρ ἑαυτὸν μετὰ μικρὸν εὐθὺς ἀνατρέπει καθάπερ οἱ μαινόμενοι· ἐπάγει γάρ· ‘ἡ δὲ χρεία κοινωνεῖν τῶν πραγμάτων ἀλλήλοις τοὺς ἀνθρώπους βιαζομένη, <καὶ τὰ τῆς ὀρεκτικῆς ψυχῆς ἐξαγγέλλειν ἀπόρρητα>, μεσίτῃ νοήσεως καὶ πραγμάτων διέγνωκε χρήσασθαι τῇ αἰσθήσει’.