Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Κατὰ ζηλωτῶν (Νόθος)

Νικόλαος Καβάσιλας

Εισαγωγή και παράθεση των επιχειρημάτων υπέρ της ιδιοποίησης των ιερών πόρων

Ο συγγραφέας οριοθετεί τον σκοπό του λόγου, εκθέτει τις αδικίες εις βάρος των μοναστηριών και αναλύει την απολογία των αρχόντων που δικαιολογούν την οικειοποίηση εκκλησιαστικών εσόδων χάριν του κοινού οφέλους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 1 από 8

Λόγος περὶ τῶν παρανόμως τοῖς ἄρχουσιν ἐπὶ τοῖς ἱεροῖς τολμωμένων Τοὺς μὲν πονηροὺς τῶν ἀρχόντων, οἳ γνώμης μοχθηρίᾳ λύουσι νόμους καὶ δικαίων ὑπερορῶσιν, ὡς ἂν μὴ τῷ ἀγνοεῖν ὅ, τι δεῖ ποιεῖν ἁμαρτάνοντας, ἀλλ’ ἑκόντας πονηρευομένους καὶ κακουργοῦντας, ἀμήχανον εὑρεῖν ὃς ἂν ἰάσαιτο λόγος καὶ πείσειε σωφρονεῖν· οἳ δὲ βούλονται μὲν εἶναι χρηστοὶ καὶ δίκαιοι πανταχοῦ, προφάσεσι δὲ λόγον τινὰ σῴζειν δοκούσαις ἐξηπατημένοι παρανομοῦσι, τούτους εἰκός ἐστιν, εἴ τις ὑπόθειτο τὸ δέον, καὶ ἡδέως ἀκούσεσθαι καὶ ῥᾳδίως πείσεσθαι καὶ ἅπερ ἀγνοοῦντες πλημμελοῦσιν διδασκομένους ἐπανορθώσειν. ἐκείνοις μὲν γὰρ ὧν δεῖ παρὰ τῶν λόγων γίνεται, καὶ οὐδὲν ἔτι κωλύει τὰ αὐτῶν ἐν ἅπασι σῴζειν· οἱ δὲ πονηροὶ καὶ πρὸ τῶν παραινούντων τἀληθὲς εἰδότες οὐδὲν ἧττον εἰσὶ μοχθηροὶ, ὥστε μάτην μὲν ἴσασιν αὐτοὶ, μάτην δὲ παρὰ τῶν ἄλλων ἀκούσονται. διὰ ταῦτα πρὸς μὲν ἐκείνους σιωπᾶν χρὴ, τὸ τοῦ Σολομῶντος ποιοῦντας ὃς τοὺς κακοὺς ἐλέγχειν οὐ συγχωρεῖ, τοῖς δὲ ἀγαθοῖς προσιτέον, περὶ ὧν πολιτεύονται παραινοῦντας παρακαλοῦντας ἐλέγχοντας, εἴ τι λαθόντες εἰργάσαντο πονηρὸν· ἐκεῖνοι γὰρ, πρὸς τῷ βελτίους γενέσθαι τῷ κοινῷ, καὶ χάριν ἡμῖν εἴσονται τῶν ἐλέγχων.

Οὐκοῦν εἴ τινες πρὸς τοὺς λόγους δυσχεραίνουσι τούτους, οὐ πρὸς ἐκείνους εἰρήσονται, ὥστ’ οὐκ ἂν δικαίως δυσχεραίνοιεν· εἰ μὲν γὰρ τὸ παρὰ τῶν λόγων τοῖς πειθομένοις ὄφελος συνορῶντες ὀργίζονται, βασκανία τοῦτ’ ἂν εἴη· καὶ τί δεῖ βασκαίνειν, ἐξὸν μιμήσασθαι; εἰ δὲ πληγὴν ἡγοῦνται τοὺς λόγους, ἐπ’ ἄλλους τὸ βέλος ἔρχεται· τί οὖν αὐτοὶ κόπτονται; εἰ γὰρ ἐγκαλεῖν χρὴ, τοὺς ἐξελεγχομένους ἐγκαλεῖν χρὴ· ἐπεὶ μηδὲ ἰατρὸς τῶν νοσούντων τοῖς βουλομένοις κεράσας φάρμακον, δίκην ἂν ὀφείλοι τοῖς μὴ βουλομένοις προσέσθαι. ἢ πῶς οὐ γελοῖον τοὺς μὲν πληττομένους πρὸς τῷ φέρειν καὶ χάριν εἰδέναι τῶν πληγῶν τοῖς προσάγουσιν, αὐτοὺς δὲ, μηδὲν ὑπομένοντας τοιοῦτον, δυσανασχετεῖν καὶ βοᾶν ὥσπερ οἱ τεμνόμενοι; ἀλλ’ οἱ μὲν τὰ αὐτῶν ποιούντων καὶ μηδεὶς αὐτοῖς ἔστω φόβος, μὴ παραινούντων ἀκούσωνται· οὐ γὰρ τοιοῦτος ἥξει λόγος αὐτοῖς οὐδὲ χεῖρες ἰατρῶν καὶ φάρμακον, οὐδ’ ἄλλο τι τῶν ἡμέρων καὶ φιλανθρώπων, ἀλλὰ ψήφους μὲν αὐτοὺς δικαστῶν χεῖρας δὲ δημίων καὶ τὸ παρὰ τῶν νόμων ξίφος καὶ βάραθρον καὶ τὰ τοιαῦτα χρὴ προσδοκᾶν· καὶ τοῦτό ἐστι τὸ τοῦ προφήτου, ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων πρὸς σὲ, ὑπόλοιπον εἶναι λέγοντος τὴν βίαν τοῖς μὴ λόγῳ παιδευομένοις.

Ἡμῖν δὲ ἡ διαδικασία περὶ τῶν ἀρχόντων, οἳ σοφοί τέ εἰσι καὶ χρηστοὶ καὶ πάντ’ ἂν βούλοιντο μᾶλλον ἢ γνώμῃ προδοῦναι νόμον, καὶ τὴν κοινὴν ἐπίστανται φύσιν ὡς ἀμήχανον ἕνα ἄνδρα πάντα εἰδέναι καὶ νομίζουσιν οὐ τῶν αἰσχρῶν ἓν εἶναι τὸ μανθάνειν καὶ, εἴ τις διδάσκει τὸ διαφεῦγον, οὔτε αἰσχύνονται οὔτε χαλεπαίνουσιν, ἀλλ’ ἐν εὐεργέτου τίθενται μοίρᾳ· λέγω μὲν δὴ περὶ ὧν ἐγκαλοῦμεν αὐτοῖς· ἔστω δὲ δικαστήριον τῶν ἑταιροτάτων αὐτοῖς καὶ φιλτάτων οἱ πιστότατοι· δίκη δ’, ἂν ἁλῶσιν ἀδικοῦντες, ὁμολογῆσαι χάριν τοῖς διώκουσι καὶ τῶν ψήφων τοῖς δικασταῖς καὶ πρὸ τούτων τὸ κακῶς πεπραγμένον ἐπανορθώσειν.

Εἰσὶ τοῖς φροντιστηρίοις ἀγροί τινες καὶ οἰκίαι καὶ συνοικίαι καὶ πλέθρα γῆς καὶ τοιαῦται ἀφορμαὶ χρημάτων· τούτων δέον ἐφεῖναι τοὺς μοναχοὺς ἀπολαύειν οἷς ἔδοσαν οἱ χρησάμενοι τὴν ἀρχὴν, οἱ δὲ ἀφαιρούμενοι τὰ μὲν ἑαυτοῖς τὰ δὲ ἄλλοις παρέχουσι χρῆσθαι, μάλιστα μὲν ἀργύριον καὶ πυροὺς καὶ κριθὰς καὶ οἶνον καὶ ἄλλους τῶν χωρῶν τόκους, ἐνίοτε δὲ καὶ γεωργοὺς καὶ συνοικίας καὶ αὐτὰ τὰ χωρία. καίτοι δεσπόται μὲν τούτων ἦσαν οἱ δόντες καὶ κύριοί γε δοῦναι, δεσπόται δὲ δι’ ἐκείνους οἱ παρ’ ἐκείνων λαβόντες, οἷς τῶν μὲν ἐξέστησαν ζῶντες, περὶ δὲ τῶν αὐτὸ τοῦτο γράψαντες ἐν διαθήκαις, ἀπῆλθον. διαφέρει δὲ οὐδὲν οὕτως ἢ ἐκείνως κτήσασθαι, ἀλλ’ ἔστιν ὁμοίως δεσπότης τῶν ἀγρῶν ὅ τε τἀργύριον καταβαλὼν καὶ ὁ παρὰ τοῦ πριαμένου δῶρον λαβὼν· ἀλλ’ οὐδ’ ἐκείνῳ διοίσει τὸ δῶρον παρ’ ἔτι ζῶντος ἢ τεθνηκότος λαβεῖν, καὶ γὰρ καὶ τοῦτο κτήσεως τρόπος οὐδενὸς ἐλάττων, τὸ παρὰ τῶν διαθηκῶν λαβόντα κεκτῆσθαι. καὶ ταῦτα νόμοι βοῶσι καὶ τὸ διαθήκας λύειν ταὐτόν ἐστι τῷ κατὰ τῶν νόμων χωρεῖν.

Ἔτι τοὺς ἄρχοντας ἀμισθὶ ποιεῖσθαι κελευόντων τῶν νόμων, αὐτοῖς οὐκ ἔστιν ὃς οὐ διδοὺς ἐπὶ τὴν ἀρχὴν ἥκει, καὶ πολλὰ μὲν πρὸ χειροτονίας δῶρα πολλὰ δὲ μετὰ τὴν χειροτονίαν παρ’ ἐκείνων αὐτοῖς. καὶ τὸ δεινότατον, ὅτι καὶ τοὺς ἱεροὺς ταὐτὰ ποιοῦσιν οἱ τῶν ἱερῶν προεστηκότες· οὗτοι δὲ καὶ τεθνηκότων ἐκείνων συλῶσι μὲν τὰς οἰκίας, κἂν ἐπὶ μυρίοις ἀπέλθωσι κληρονόμοις, καρποῦνται δὲ τὰς πόλεις, καὶ πέμπειν ἄλλους αὐτίκα δέον, ἵν’ αὔξωσι τὸ κέρδος ἀναβάλλονται, καίτοι τῶν περὶ ταῦτα νόμων τοὺς τοιαῦτα τολμῶντας ταῖς παλαμναιοτάταις ὑποβαλλόντων ἀραῖς.

Τὰ μὲν οὖν ἀδικήματα ταῦτα καὶ τοιαῦθ’ ἕτερα, ἡ δὲ ἀπολογία· χρῆναι, φασὶ, τοὺς ἐπιμελητὰς τῶν κοινῶν πρὸς τὸ κοινῇ λυσιτελὲς ὁρῶντας πάντα ποιεῖν καθάπερ τοὺς ἐπιτρόπους ὁρῶμεν, οὐχ’ ᾗ δοκεῖ τοῖς νέοις τὰ αὐτῶν διοικοῦντας, ἀλλ’ ὃν ἴσασιν αὐτοὶ τρόπον αὐτοὺς ὠφελήσοντες· καὶ τοιούτους ἀξιοῦσιν εἶναι τοὺς κοινοὺς ἡγουμένους ταῖς οἰκίαις τῶν ἀρχομένων ἑκάστου. τί γὰρ εἰ μὴ δέονται ἡλικίας ὥσπερ οἱ παῖδες, λείπονται δὲ νοῦ καὶ τοῖς αὐτῶν ὡς ἔτυχε χρῶνται; καὶ γὰρ τὴν ἡλικίαν οἱ νομοθέται διὰ τὸν νοῦν ζητοῦντες τοῖς μήπω ταύτης τυχοῦσι τοὺς ἐπιτρόπους ἐπέστησαν, ὡς εἴγε παισὶ φρένες ἦσαν οὐκ ἀπολειπόμεναι τῶν ἀνδρῶν, οὐκ ἂν ἐδέησε τῶν ἀγόντων. οὐκοῦν εἴ τινες τοῦ διδάξοντος ἃ συνοίσει δέονται, δεῖσθαι δὲ πολλοὺς εἰκὸς, μετὰ τῶν παίδων ἄν τις θεῖτο τοῦτο τὸ μέρος, καὶ δεῖ τοὺς κοινοὺς ἐπιτρόπους, οὓς εἶναι χρὴ νομίσαι τοὺς ἄρχοντας, καὶ βουλομένων καὶ μὴ τοῖς αὐτῶν ὅ, τι βέλτιόν ἐστι χρῆσθαι, κἂν ἀποπηδῶσιν ἐκεῖνοι κἂν ὀδύρωνται, καθάπερ μικρὰ παιδία περιορᾶν. ὅτε τοίνυν τοῦτο ἐστὶ τὸ τῆς ἀρχῆς σχῆμα πανταχοῦ, τί δεινὸν εἰ τῶν ἀνακειμένων τοῖς φροντιστηρίοις πολλῶν ὄντων λαβόντες ἔνια πένητας μὲν θρέψομεν ἱερεῦσι δὲ χορηγήσομεν νεὼς δὲ κοσμήσομεν;

ταῦτα δ’ οὔτε βλάβος ἐκείνοις οἴσει, τῶν ἀπολειφθέντων ἀρκούντων τῇ χρείᾳ, καὶ τῇ γνώμῃ τῶν ἀναθεμένων ἐξ ἀρχῆς οὐδὲν ἀπᾷδον· ἐσκόπουν δὲ οὐδὲν ἕτερον ἢ θεὸν θεραπεῦσαι καὶ πένητας θρέψαι. τοῦτο καὶ ἡμῖν τὸ ἔργον. εἰ δὲ καὶ στρατιώτας ἀπὸ τούτων ὁπλίσομεν ὑπὲρ τῶν ἱερῶν τούτων καὶ τῶν νόμων καὶ τῶν τειχῶν ἀποθανουμένους, πῶς οὐ βέλτιον ἢ παρὰ μοναχῶν ταῦτα καὶ ἱερέων ἀναλοῦσθαι μάτην, οἷς μικρὰ μὲν πρὸς τὴν τράπεζαν ἀρκεῖ, μικρὰ δὲ πρὸς τὴν ἄλλην τοῦ βίου παρασκευὴν, οἴκοι καθημένοις καὶ ὑπὸ στέγην ζῶσι καὶ πρὸς μηδένα παραταττομένοις κίνδυνον; καίτοι καὶ τοῦτ’ αὐτοῖς ἐν καιρῷ μᾶλλον ἢ τρόπον ἕτερον δαπανᾶν· τὸ γὰρ ἑστάναι τείχη καὶ νόμους εἶναι πάντων μὲν ἀναγκαιότατον αὐτοῖς, ἔργον δὲ στρατιωτῶν, εἴ τις ἐν ἀνθρώποις σκοποῖ. τί οὖν ἀδικοῦμεν εἰ καθάπερ στέγην ἰάσασθαι καὶ οἰκίαν πίπτουσαν ἀνορθῶσαι καὶ ἀγρῶν καὶ χωρῶν ἐπιμεληθῆναι, τὸν ἴσον τρόπον καὶ τοὺς ὑπὲρ τῆς ἐλευθερίας αὐτῶν ἀγωνιζομένους τρέφειν κελεύομεν; ἢ οὐδὲ οἰκέτην ἐξέσται παρὰ τῶν ἱερῶν τούτων τραφῆναι καὶ γεωργὸν καὶ ἀρτοποιὸν καὶ οἰκοδόμον; εἰ δὲ τούτους, τί μὴ μᾶλλον ἐκείνους;

Οἱ δὲ πᾶσιν οὕτω χρώμενοι καὶ τῶν οἰκείων μὲν οἰκονομοῦντες οὐδὲν οὐδὲ τὸν πλοῦτον αὔξοντες οὐδὲ κοσμοῦντες τὴν οἰκίαν, ἀλλ’ ὃ συνοίσει τοῖς ἀρχομένοις ἐν ταῖς δαπάναις ἀεὶ ζητοῦντες, ποῦ δίκαιον ἐγκαλεῖν, εἴ τινος τῶν ἐπὶ τὰς ἀρχὰς ἰόντων κομίσαντος χρυσίον, πρὸς τὴν ἴσην ἀναλώσομεν χρείαν; σκοπῶμεν γὰρ, εἴ που τοῦ πράγματος διαφθείρεται τὸ δίκαιον· τριῶν γὰρ ὄντων ἐν αὐτῷ, τῶν χρημάτων τῶν διδόντων τῶν λαμβανόντων, τὰ χρήματα μὲν οὐκ ἂν ἀναλωθείη βέλτιον, ἡμεῖς δὲ οὐδὲν παρὰ τὸ σχῆμα ποιοῦμεν ὅπως ἂν εἴη λυσιτελέστερον χρώμενοι, οἵ τε διδόντες οὐδὲν ἠδίκηνται μετ’ ἐθελουσίου καταβάλλοντες γνώμης. εἰ τοίνυν οὐκ ἔστιν εὑρεῖν οὗ τὸ ἔγκλημα, τοῦ γιγνομένου πανταχοῦ σῳζομένου, οὔθ’ ἡμεῖς ἀδικοῦμεν, οὔτε τὸν νομοθέτην ἀκόλουθον τὰ τοιαῦτα ἀπαγορεῦσαι δῶρα παρ’ οἷς τὸ συμφέρον ἐστὶν ἐναργῶς, ἀλλ’ ἐκεῖνα πάντως ἃ δι’ ἑαυτόν τις λαμβάνει καὶ δι’ ἃ τὸν ἄρχειν οὐ δίκαιον ἕλοιτ’ ἂν· ἡμεῖς δὲ αἱρούμεθα μὲν τὸν ἄριστον ὧν ἴσμεν καὶ τὸ δῶρον οὐ διαφθείρει τὰς ψήφους, τὰ χρήματα δὲ τὸ κοινὸν εἴληφε.

Διὰ τὰ αὐτὰ δὲ καὶ τὰς ἐν ταῖς πόλεσι τῶν ἱερέων σιτήσεις αἷς ἑκάστη τρέφει τὸν ἑαυτῆς, ἐκείνων τεθνηκότων εἴ τινες ἀξιοῖεν ἐπὶ τὴν μητρόπολιν ἄγειν, τὸν κοινὸν ποιμένα καὶ τὸν περὶ αὐτὸν χορὸν ἀπὸ τούτων ὠφελήσοντες, ὅθεν ἁπάσαις καὶ νόμοι καὶ ἱεροσύνη καὶ ὁτιοῦν τῶν σεμνῶν, αὐτὰς εὖ ποιοῦσι τὰς πόλεις καθάπερ κεφαλὴν ἢ καρδίαν αὐταῖς τὴν μητέρα σῴζοντες· ἐπεὶ καὶ ὁ Χριστὸς ἠξίωσε τοὺς ἐργαζομένους τὸ εὐαγγέλιον ἐκ τοῦ εὐαγγελίου ζῆν. καίτοι οὐδ’ ἑαυτοῖς μόνον ταῦτα θησαυρίζουσιν ἢ υἱέσιν ἢ συγγενέσιν, ἀλλὰ πολλοῖς μὲν τῶν ἰδιωτῶν, πολλοῖς δὲ τῶν ἱερέων, οἳ μὴ δυνάμενοι τὸν βίον οἴκοθεν ποιεῖσθαι πρὸς τὰς ἐκείνων ὁρῶσι χεῖρας, οἷς καὶ θοἰμάτιον παρέχουσι καὶ ἵππον τῶν ἀπελθόντων καὶ ἀργύριον καὶ ὅ, τι ἂν τῆς ἐκείνων οἰκίας ἢ τῶν κληρονόμων ἀφέλωνται· ταῦτα δὲ τοῖς τε ἀπελθοῦσιν ἐν καιρῷ γίνεται καὶ τὸ κοινὸν ὠφελεῖ. —πρὸς τούτοις δὲ καὶ τὸ ἔθος προΐσχονται, μηδὲ γὰρ πρῶτοι τοῦ πράγματος ἄρξασθαι καὶ τὰ τοιαῦτα τολμῆσαι ἀλλ’ ἀκολουθῆσαι πολλῶν ἑτέρων ἡγησαμένων.