Ἀλλ’ ἐνίοις οὕτως εὔλογος ἡ πρόφασις δοκεῖ, καὶ οὕτω σφόδρα τὴν ἀπολογίαν ταύτην ἐθαύμασαν, ὥστε τοὺς νόμους καταπατοῦντες, οὐχ ὅσον τοὺς πολιτικοὺς, ἀλλὰ καὶ τοὺς ἱεροὺς αὐτοὺς, ὅτι ταῦτα λέγειν ἔμαθον καὶ μεμελετήκασι, καταγελῶσι τῶν κατηγόρων, εἴ τις θεοῦ καὶ νόμων μεμνημένος σέβειν κελεύει καὶ μὴ παρανομεῖν. ἔστι δὲ αὐτοῖς ἡ πρόφασις οὐ μόνον οὐδὲν πρὸς τὰς αἰτίας, ἀλλὰ καὶ ψευδής. οὐ γὰρ ἐν οἷς ἰσχυρίζονται χρῆσθαι καλῶς καὶ δεόντως ἃ κακῶς λαμβάνουσιν, ἀληθῆ λέγουσιν, ἀλλὰ κτώμενοι μὲν τοῦ δικαίου καὶ τοῦ νόμου, χρώμενοι δὲ τοῦ συμφέροντος ἁμαρτάνουσιν, οὐχ’ ὅτι μὴ βούλονται τὸ δέον, φαίην ἂν, ἀλλ’ ὡς οὐκ ἂν δυνηθεῖεν τὸν τρόπον τοῦτον κἂν σφόδρα βούλωνται. —σοὶ δὲ οὐ δοκεῖ, φησι, τοῦ συμφέροντος τυγχάνειν, οὐδ’ εἴ τις αὐτὸ τὸ κοινὸν ὠφελεῖ, ὑπὲρ οὗ καὶ νόμοι καὶ δίκαι καὶ δικαστήρια καὶ πάντα σπουδάζεται; φέρε γὰρ, ἂν ταυτὶ τὰ χρήματα μηδεὶς οἴκαδε κομίζῃ μηδ’ ἀναλίσκῃ πρὸς τὴν αὐτοῦ χρείαν μηδὲν, μήτε τῶν ἱερῶν μήτε τῶν τοῖς φροντιστηρίοις ἀνακειμένων, ἅπερ ἂν λάβοι, τεῖχος δὲ ἀπὸ τούτων ἀνορθούμενον ἴδοις καὶ πολεμίους φεύγοντας καὶ τρόπαιον ἑστὼς καὶ τὸ ἔθνος μυρίας ἀπολαῦον γαλήνης, ἔτι μέμψῃ καὶ περὶ τῶν αὐτῶν ἐγκαλέσεις; —ὅταν καὶ ταῦτα δυνηθῇς, οὔπω τὸ συμφέρον εὗρες, ὅτι σοι τοῦ κέρδους ἡ ζημία μείζων πολλῷ. καὶ γὰρ τὸ μέγιστον ὧν ἔχεις ἀπόλλυς, σαυτόν.