Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Κατὰ ζηλωτῶν (Νόθος)

Νικόλαος Καβάσιλας

Η διάκριση μεταξύ δίκαιης πολιτικής εξουσίας και τυραννίας

Εξετάζεται η φύση της ορθής διοίκησης, η οποία οφείλει να προστατεύει τους νόμους, την ελευθερία και την ιδιοκτησία των πολιτών, σε αντιδιαστολή με τη βία και την τυραννική επιβολή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 3 από 8

Ἀλλ’ ὥσπερ τοὺς μιαροὺς τούτους, ὅτι σφᾶς αὐτοὺς ἀπολλύντες ὧν δέονται πρὸς τὸν βίον εὐποροῦσιν, ὡς τὸ συμφέρον εὗρον καλῶς ἑαυτοῖς καὶ ταῖς οἰκίαις οὐδ’ ἂν εἷς εἴποι, τὸν ἴσον τρόπον οὐδὲ τὸν ἄρχοντα κρινοῦμεν ἀπὸ τῶν νεῶν καὶ τῶν ναυτῶν καὶ τῶν ὁπλιτῶν ὡς εἴη καλῶς καὶ δεόντως βεβουλευμένος, ἀλλ’ εἰ μὲν σῴζων ἑαυτῷ τὴν τῶν ἀρχομένων εὔνοιαν καὶ τῇ πόλει τὴν εὐνομίαν καὶ τοῖς νόμοις τὴν αἰδῶ καὶ τοῖς ἱεροῖς ἅπασι τοιαῦτα ἐδυνήθη, φρόνιμος ἂν εἴη καὶ εὔβουλος καὶ τὰ πολιτικὰ τεχνίτης· εἰ δ’ ὑπερβὰς τοὺς νόμους καὶ τὴν τάξιν ἀτιμάσας καὶ τὴν ἐλευθερίαν προδεδωκὼς ὧν ἡγεῖται, καὶ ἑαυτὸν καταισχύνας καὶ μισηθεὶς ὑφ’ ὧν ἔδει φιλεῖσθαι ναῦς ἐκτήσατο καὶ ὅπλα καὶ στρατιώτας, καὶ ὑπὲρ ὧν ἔδει ναυμαχεῖν καὶ πεζομαχεῖν καὶ τἄλλα πονεῖν, ἐκεῖνα προέμενος καὶ διαφθείρας, ταῦτ’ ἔχει, καὶ τὸ συνάλλαγμα τοῦτο κέρδος ἡγεῖται, πῶς οὐ παραπαίει καὶ δῆλός ἐστι μὴ ὅτι τῶν κοινῇ δεόντων οὐδὲν εἰδὼς, ἀλλ’ οὐδ’ ἑαυτὸν καὶ ὅ, τι ποτέ ἐστιν αὐτῷ τὸ τῆς ἀρχῆς σχῆμα; οὐ γὰρ δὴ ταῦτα νομιστέον ἀρχόντων ἔργον ὑπὲρ ὧν δεῖ καὶ τῶν ἄλλων αὐτοῖς μέλειν ἁπάντων, χρήματα καὶ τριήρεις καὶ στρατόπεδα· ἐπεὶ τί διοίσουσι τῶν τυράννων, οἷς οὐδὲν πρὸ τῶν ὅπλων, οἳ καὶ νόμους καὶ δίκαια καὶ ἱερὰ καὶ πάντα δαπανῶσιν ἵν’ ἀπὸ τῶν ὅπλων ἰσχύσωσιν;

ἀλλ’ οἱ χρηστοὶ τῶν ἀρχόντων καὶ τοὔνομα μὴ ψευδόμενοι τοῦτο, τοὐναντίον, ἵνα φυλάξωσι νόμους καὶ τὴν ἀνθρώπῳ πρέπουσαν τοῖς ἀρχομένοις ἐλευθερίαν, τὴν δύναμιν ἐκείνην ζητοῦσι.

Καὶ τούτῳ χείρων τῆς ἀρίστης πολιτείας ἡ τυραννὶς· οἱ μὲν γὰρ ὑπὲρ τοῦ μὴ λυθῆναι τοὺς νόμους καὶ τὴν ἐλευθερίαν καθυβρισθῆναι τὰ ὅπλα τιμῶσιν, οἱ δ’ ἀπὸ τοῦ παρανομεῖν καὶ δουλοῦσθαι τοὺς ἀρχομένους ὁπλίζονται. τοῖς μὲν γὰρ τῶν ὑπηκόων ὅπως εὖ πράττοιεν οὐδεὶς λόγος, ἀλλ’ ἐν ταῖς περὶ αὐτῶν φροντίσιν τὰ ἑαυτῶν πράττουσι καὶ πρὸς τὴν σφετέραν ἀσφάλειαν καὶ τὰς ἡδονὰς αὐτοῖς τε καὶ τοῖς αὐτῶν ἅπασι χρῶνται, οἱ δ’ ὅπως εὖ ποιήσαιεν ὧν ἄρχουσιν ἑαυτοὺς κατατείνουσι καὶ ταλαιπωροῦνται καὶ πονοῦσιν ἀφ’ ὧν ὠφελεῖν δυνήσονται, πάντα τολμῶντες διὰ ταῦτα, μέγιστον ὑπὲρ αὐτῶν εἰδότες τὰ δίκαια καὶ τοὺς νόμους. ἐκεῖνοι μὲν πολλὴν εὐήθειαν τῶν θέντων καταγνόντες περιορῶσιν, οἱ δὲ πᾶσαν ὑπὲρ αὐτῶν ἐπιδείκνυνται σπουδὴν, ὡς οὐκ ἐξὸν ἄλλως συνεστάναι τὴν ἀρχὴν καὶ σῴζεσθαι τοὺς ἀρχομένους ἢ τοῦτον ἀγομένους τὸν τρόπον. πρῶτον μὲν γὰρ ἐν τούτῳ δύναιντ’ ἂν ὅπερ εἰσὶν ὡς ἀληθῶς εἶναι καὶ μὴ πρὸς τὸν τῶν βοσκημάτων ἐκπίπτειν βίον, ἀλλὰ μένειν ἀνθρώπους ὄντας, λόγου προεδρίᾳ καὶ γνώμης αὐτονομίᾳ χρωμένους καλῶς, ἃ ποιεῖ τὸν ἄνθρωπον· τῶν γὰρ οὕτω ζώντων οὔτε ἠδίκησε τὸν πέλας οὐδεὶς οὐδ’ ἄλλο τι πονηρὸν ἐτόλμησεν ἀδίκῳ πάθει δουλεύων, τῶν νόμων εἰργόντων, ὅπερ ἐστὶ ζῆν κατὰ λόγον, οὔτ’ ἠδίκηται καὶ βίαιον ἔπαθεν οὐδὲν, ὅπερ ἐστὶν ἐλεύθερον εἶναι.

Ἔπειτα πῶς καὶ συσταίη πολιτεία τὴν ἀρχὴν, καθ’ ἣν οὐ μετ’ ἐλευθερίας ἐξέσται ζῆν, ἧς οὐδὲν ἀνθρώποις ἴσον οὐδ’ ὁμότιμον, κἂν χρυσὸν εἴπῃς κἂν πλέθρα γῆς κἂν τὰς ἐσχάτας τιμάς; ἀνάγκη γὰρ τὸν τοιαύτην ἀνῃρημένον ἀρχὴν ἢ πάντας καθείρξαντα τηρεῖν καὶ πολιορκεῖν καθάπερ πολεμίους τοὺς ὑπὸ χεῖρα, ἢ μικρὸν ἀνιέντα πᾶσαν ἀθρόον ἀπολέσαι τὴν ἀρχὴν, πάντων τὴν δουλείαν ἐκτρεπομένων. εἰ δὲ καὶ μενοῦσιν εἰργόμενοι, τί χρήσιμοι γένοιντ’ ἂν ἢ αὐτοῖς ἢ σφίσιν αὐτοῖς ἢ τῷ κοινῷ; εἰ γὰρ μηδεὶς ἔσται τῶν αὑτοῦ κύριος, ἀλλ’ ἐκκείσεται τοῖς ἄρχουσι χρῆσθαι ὅ, τι βούλοιντο, κἂν τοῦ κοινοῦ μόνον ἐκεῖνοι μνησθῶσιν, εὐθὺς δεήσει πάντας περὶ τῶν ὄντων δεδιέναι καὶ τρέμειν, τίς ὑπὲρ τοῦ κτήσασθαι χρυσίον πονήσει, τίς δημιουργὸς τίς γεωργὸς τίς ἔμπορος, εἰδὼς, ὡς ἄλλοις πάντα ἐργάσεται; πῶς δὲ καὶ σοφίαν τις ἀσκήσει πενίᾳ συζῶν ἢ τακτικὰ μελετήσει καὶ νόμους εἴσεται καὶ στρατηγίας μαθήσεται θεσμοὺς; πόθεν δὲ καὶ αἱ κοιναὶ πρόσοδοι, πανταχοῦ πενίας κρατούσης;

διὰ ταῦτα τοῖς νοῦν ἔχουσι τῶν ἀρχόντων ἔργον ἐνομίσθη μετὰ τοῦ δικαίου τὴν ἐλευθερίαν τοῖς ἀρχομένοις φυλάττειν καὶ ἵνα μηδὲν ἐμποδὼν ᾖ πρὸς ταύτην ταῖς πόλεσιν, οὔτε οἴκοθεν καὶ παρ’ ἑαυτῶν, οὔτε παρὰ τῶν ἔξωθεν ἐνοχλούντων, ἀμφοτέρων ἐφρόντισαν τῶν καιρῶν, τοῦ πολέμου καὶ τῆς εἰρήνης, καὶ πρὸς μὲν τοὺς πολεμίους τείχη καὶ ὅπλα, πρὸς δὲ τοὺς οἰκείους δικαστὰς καὶ νόμους ἐξεῦρον. πῶς οὖν οὐκ ἄτοπον καὶ σκαιὸν, οὓς ἵνα μηδὲν ᾖ παράνομον καὶ βίαιον ὁπλίζεσθαι δεῖ καὶ τἄλλα παρασκευάζεσθαι, τούτους ἀπὸ τοῦ παρανομεῖν καὶ βιάζεσθαι τοὺς ἀρχομένους ὁπλίζεσθαι;