Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Κατὰ ζηλωτῶν (Νόθος)

Νικόλαος Καβάσιλας

Αναίρεση των επιχειρημάτων περί ωφέλιμης χρήσης και κυριότητας

Συστηματικός έλεγχος των επιχειρημάτων των αρχόντων. Αποδεικνύεται το απαραβίαστο των διαθηκών και ανασκευάζεται ο ισχυρισμός ότι η φαινομενικά επωφελής χρήση ή τα αγαθά αποτελέσματα μπορούν να νομιμοποιήσουν την ιεροσυλία και την παράνομη κτήση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 2 από 8

Ἡ μὲν ἀπολογία τῶν ἀνδρῶν αὕτη, τρισὶ τούτοις ὁριζομένη, τῷ συγκεχωρηκότι τῆς ἀρχῆς, ὅθεν ἐξεῖναί φασιν αὐτοῖς ᾗ δοκεῖ τὰ τῶν ἀρχομένων οἰκονομεῖν, τῷ χρῆσθαι τοῖς ἀφῃρημένοις εἰς τὸ δέον, οὗ χάριν κἂν μὴ παρ’ ἑκόντων ἀφέλωνται μηδὲν ἀδικεῖν, καὶ τρίτῳ τῇ συνηθείᾳ δι’ ἣν αὐτοῖς καὶ τοὺς νόμους συνηγορεῖν οἳ τὴν συνήθειαν ἀντὶ νόμου ταῖς πόλεσιν εἶναι κελεύουσιν. ὅτι δὲ τούτων οὐδὲν αὐτοὺς ἀφίησι τῆς αἰτίας, ἀλλ’ οὐδὲν ἧττον ἀδικοῦντες ἁλίσκονται, δῆλον ἂν γένοιτο περὶ ἑκάστου σκοποῦσι, καὶ πρῶτα δὴ περὶ τῆς ἀρχῆς.

Ὅτι μὲν γὰρ τῶν ὄντων τοῖς ἀρχομένοις τὴν οἰκονομίαν τοῖς ἄρχουσιν ἀνακεῖσθαι δεῖ, φαίην ἂν, ἀλλ’ οὐ τῶν ἰδιωτικῶν, ἀλλὰ τῶν κοινῶν· τῆς γὰρ οἰκίας ἕκαστον προίστασθαι τῆς αὐτοῦ καὶ τοῖς οὖσιν ᾗ δοκεῖ χρῆσθαι, κἂν κατορύξαι κἂν εἰκῇ ῥῖψαι κἂν εἰς οὐδὲν δέον δαπανῆσαι θελήσῃ, μηδενὶ λόγον ὀφείλειν, οὐ τῶν δημαγωγῶν οὐ τῶν δικαστῶν, οὐκ αὐτοῖς τοῖς πάντα ἄρχουσιν βασιλεῦσιν. ὧν μὲν γὰρ ἐκεῖνοι δίκας εἶναι βούλονται, ταῦτα νόμοις ἐκώλυσαν· οὐδεμία δὲ τούτων παρὰ τοῖς νόμοις εὐθύνη, οὐδ’ ἔστιν εἰπεῖν, ὃς τοιαύτην γραφὴν εἰσήγαγε δικαστὴς οὐδ’ ἐγράψατο κατήγορος, ὡς ὁ δεῖνα μάτην ἀνάλωσε τὴν οὐσίαν καὶ κατέθετο μὲν οἷς οὐκ ἔδει χάριν, ἐπρίατο δὲ τὸ μηδὲν ὠφελοῦν, καὶ μνησθεὶς κληρονόμων τοὺς σοφοὺς καὶ δικαίους ἀφεὶς τὰ ὄντα τοῖς φαυλοτάτοις ἐμέρισε. τούτων οὐδὲν οἱ νομοθέται κολάζουσιν, ἀλλ’ ἐκεῖνα πάντας φυλάττεσθαι κελεύσαντες μόνον οἷς ἂν ἀλλήλους βλάψαιεν, τῶν ἰδίων ἕνεκα πάντων οὐχ’ ὅσον αὐτονόμους ἀφῆκαν, ἀλλὰ καὶ τὰ παρ’ αὐτῶν διῳκημένα πεπηγέναι καὶ μένειν ἐπέταξαν, καὶ δωρεὰς ἀκινήτους εἶναι καὶ πράσεις καὶ διαθήκας· καὶ εἴ τι περὶ τῶν ὄντων ἔδοξε τοῖς κεκτημένοις, κἂν οὐδὲν ὄφελος ἐκεῖθεν αὐτοῖς ᾖ κἂν ἀκολουθῇ βλάβος, νόμος ἐστίν. ὅθεν δῆλον, ὡς οἱ τὴν ἐξουσίαν ταύτην αὐτοῖς ἀφαιρούμενοι καὶ τὴν οἰκονομίαν πρὸς ἑαυτοὺς μεθιστάντες παρανομοῦσιν.

Ἀλλ’ οὐ τοὺς δεσπότας αὐτούς, φησι, ἐκβάλλω τῆς ἐξουσίας· ἐκεῖνοι γὰρ δὴ πάλαι τεθνᾶσι. —πάνυ μὲν οὖν, οὐκ ἐῶν μένειν τὰ δόξαντα περὶ τῶν ὄντων αὐτοῖς. καὶ τούτῳ δὴ πρὸς ἀμφοτέρους ἁμαρτάνεις, ἐκείνους τε τοὺς δόντας καὶ τουτουσὶ τοὺς λαβόντας, τοὺς μὲν ἀδείας ἀποστερῶν, ἣν ἅπασι παρέσχον περὶ τῶν ἰδίων οἱ νόμοι καὶ ζῶσι καὶ τεθνηκόσι, τοὺς δὲ τὸ κτηθὲν βεβαίως ἀφαιρούμενος, μηδὲν ἀδικοῦντας. ἢ νομίζεις οὐκ ἀρκεῖν αὐτοῖς πρὸς κτῆσιν βεβαίαν τὸ τὸν τρόπον τοῦτον λαβόντας ἔχειν; τί οὖν, ὁπόταν τύχῃς δικάζων, εἴ τις τοιοῦτον κομίζοι γραμματεῖον, τοῖς ἐκεῖ γεγραμμένοις ἀκολουθεῖς καὶ κύριον εἶναι ψηφίζῃ τοῦ πράγματος, καθάπερ διὰ τὸ πρίασθαι τὸν πριάμενον καὶ τὸν ἀλλαξάμενον διὰ τὴν ἀμοιβὴν, οὕτω καὶ τὸν προῖκα λαβόντα διὰ τὴν χάριν. ἐπεὶ δεῖξον ὃ χεῖρον ἐκείνων ἐν αὐτοῖς, εἰ μὴ τῷ παλαιὰν εἶναι τὴν δωρεὰν καὶ τοὺς δωρησαμένους πολλοῖς πρότερον γενέσθαι τοῖς χρόνοις, ἀσθενεστέραν τῶν νεωτέρων ἡγῇ καὶ καθάπερ ζῷον ἐνδοῦναι τῷ χρόνῳ καὶ γηρᾶσαι τὸ δίκαιον· εἰ δὲ τοῦτο γελοῖον, καὶ ὧν οἶσθα κυρίους μηδὲν ἐγκαλεῖν ἔχων ἀποστερεῖς, τί τὸν λωποδύτην ἐλαύνεις; καθάπερ γὰρ ἐκεῖνος τἀλλότρια λαμβάνων ἁλίσκῃ. ἢ δεῖξον, ᾧ διαφέρεις· ἀλλ’ οὐκ ἂν ἔχοις.

Καὶ πῶς ἂν εἴη δεσπότας αὐτούς, φησι, προσειπεῖν ὧν οὐδὲν ἔξεστιν αὐτοὺς ἀποδόσθαι οὔτε χαρίσασθαι, οὔτε ἀγρὸν οὔτε οἰκίαν οὐτ’ ἄλλο τῶν ἀνακειμένων τοῖς ἱεροῖς; —εἰ μὲν οὖν καὶ χωρῶν καὶ οἰκιῶν καὶ τῶν ἄλλων κτήσεων δεσπότας εἶναι χρὴ τούτους νομίζειν μήπω ζητῶμεν· ὅτι δὲ καὶ τῶν καρπῶν καὶ τῶν προσόδων αἱ τῶν κτησαμένων ἐντολαὶ κυρίους εἶναι βούλονται τὰ μὲν εἰς τὴν αὐτῶν ἑκάστου χρείαν τὰ δ’ εἰς τὸ κοινὸν ἀναλίσκειν, οὐκ ἂν δέοι λόγου δεικνύναι. διὰ ταῦτα δεῖ, καὶ νόμους αἰδουμένους καὶ δίκαια, συντηρεῖν ἐνταῦθα τὴν ἐξουσίαν αὐτοῖς μήτε ἀργύριον εἰσπράττοντας μήτε τῶν χωρίων φορὰν.

Ἀλλὰ κακῶς οἰκονομοῦσι τὴν ἐξουσίαν, φησὶ, καὶ οὐ κατὰ γνώμην τῶν δεδοκότων. —οὐκοῦν δίκασον ἀμφοτέροις· καὶ λαβὼν ἀνάγνωθι μὲν τοὺς ἐκείνων νόμους, ζήτησον δὲ καὶ τὰ τῶν ἀνδρῶν ἀκριβεῖ βασάνῳ, κἂν εὕρῃς παρανομοῦντας, ποίει τὰ τῶν δικαστῶν. τί οὖν ἐκεῖνοι; μηδὲν αὐτοὶ τῶν ἀδικούντων παρακερδαίνοντες, ἀλλὰ τοῦτ’ αὐτὸ μόνον, τοῖς ἠδικημένοις τὸ παρ’ ἐκείνων ἀπενεχθὲν ἀντικαθιστάντες, οὐδὲν πλέον ζητοῦσι. καὶ σὺ τοίνυν ἂν παρασκευάσῃς αἰδεῖσθαι τοὺς νόμους τῶν οἰκιστῶν, ἢ πείσας ἢ βιασάμενος, ἀπαλλάττου μηδὲν λαμβάνων· τί γὰρ πρὸς τὰ δίκαια τὸ λαμβάνειν, μᾶλλον δὲ πῶς οὐ πολεμεῖ τῷ τῶν δικαστῶν σχήματι, ὧν τὰς χεῖρας λημμάτων εἶναι δεῖ καθαράς; καὶ οὔπω τὸ χεῖρον εἶπον· καὶ γὰρ σαυτῷ περιπίπτεις καὶ τοῖς φεύγουσι τῶν ἀδικημάτων ὑπὲρ ὧν αὐτοὺς ἐλαύνεις κοινωνὸς γίνῃ, λαμβάνων ἃ λαβεῖν παρὰ τῶν δοῦναι κυρίων οὐκ ἐπετράπης, καὶ ταύτῃ τὰς διαθήκας ἀδικῶν καθάπερ ἐκεῖνοι. καὶ ἔοικας, δι’ ὧν ἐκείνους μὲν κωλύεις τὰ τοιαῦτα κακουργεῖν, σαυτῷ δὲ συγχαίρεις, οὐ τῷ μισεῖν τὴν πονηρίαν τοῖς τολμῶσιν ἐπιτιμᾶν, ἀλλὰ τῷ σφόδρα περιέχεσθαι μόνῳ σαυτῷ βούλεσθαι τὸ πρᾶγμα τηρεῖν, ὥσπερ οὐδέσιν ἄλλοις ἢ ὑμῖν ἐξὸν ἀδικεῖν.

Ἀλλ’ οὐδὲν ὅμοιόν, φησιν, τὸ γὰρ ταῦτα ποιεῖν ἐκείνοις μὲν ἀδικεῖν ἐστιν, ἡμῖν δὲ οὐκέτι, καθάπερ καὶ τῶν κτήσεων ἡντινοῦν ἀποδόσθαι τῶν ἱερῶν αὐτοῖς μὲν τοῖς καρπουμένοις ἔγκλημα γένοιτ’ ἂν, τοῖς ἄρχουσι δὲ ἔξεστι. καὶ γὰρ ἐπιτρεπόντων μὲν ἐκείνων οὐχ ἁμαρτάνουσιν ἀποκτώμενοι, μὴ τοῦτο δὲ ποιούντων οὔτε κύριον ἂν εἴη τὸ πεπραγμένον καὶ αὐτοὶ δίκας τοῖς νόμοις ὀφείλουσιν· ὅπερ δυοῖν τούτων περιφανὴς ἀπόδειξις, τοῦ τε τοὺς ἄρχοντας τοῖς ἰδιώταις μὴ τῶν αὐτῶν ὑπευθύνους εἶναι πανταχοῦ, καὶ τοῦ πᾶσι τοῖς ὑπὸ τὴν ἀρχὴν ὡς ἂν συνενέγκαι δοκοῦσι χρῆσθαι μόνους εἶναι κυρίους. —καὶ μὴν δέδεικται τῶν κοινῶν ἐπιμελητὰς εἶναι μόνον ὑμᾶς, ἰδίᾳ δ’ ἕκαστον τῶν ἑαυτοῦ. ταῦτα δὲ οὐ κοινὰ τῆς πόλεως, ἀλλ’ ἐνίων καὶ οἷς ἐκεῖνοι παρέσχον. εἰ δ’ ὅτι δικάζεις αὐτοῖς καί τι διατίθεσθαι δεῆσαν τὸ γραμματεῖον κυροῖς, διὰ τοῦτο μερίτης εἶναι τῶν ὄντων αὐτοῖς ἀξιοῖς, τί μὴ πάσας περιέρχῃ τὰς οἰκίας καὶ χρυσίον ἐκλέγῃ καὶ φόρους τίθης τούτους καινοὺς; καὶ γὰρ ἅπασι δικάζεις ὁμοίως καὶ τοὺς κειμένους ἑκάστοις νόμους σῴζειν κελεύεις, κἀν ταῖς πολιτικαῖς κοινωνίαις ἐπιψηφίζῃ τοῖς συμβολαίοις, οὐ πᾶσιν, ἀλλ’ ὅθεν οὐδὲν ἀδίκημα καὶ οἷς ὁ νόμος οὐ πολεμεῖ· τί οὖν πλέον ἐν τοῖς φροντιστηρίοις καὶ τοῖς ἱεροῖς ὑμῖν ἔξεστι ποιεῖν;

Ὅτι τοὺς μὲν ἄλλους, φησὶν, ἐν ταῖς κοινωνίαις τὴν ἀδικίαν φυλάττεσθαι κελεύομεν μόνον, παρὰ τούτων δὲ καὶ τὸ συμφέρον ἐν οἷς οἰκονομοῦσιν ἀπαιτοῦμεν ἐκ παντὸς τρόπου, τοῦτο δὲ γένοιτ’ ἂν οὐ δικαστῶν ἀλλὰ δεσποτῶν. —καὶ μὴν καὶ τὸ βλάπτον τοῖς τὰ αὐτῶν οἰκονομοῦσιν οἱ δεσπόται συγχωροῦντες· οὐκ ἀδικοῦσι· σοὶ δὲ πρὸς αὐτοὺς τοῦτο ποιεῖν οὐκ ἔξεστιν, ἀλλὰ κἂν ἐν οἷς ἑαυτοὺς ἐκ τῶν δικαίων ὠφελοῦσι τὰ σὰ βλάπτωσι, κωλύειν οὐκ ἂν τολμήσαις. πῶς οὖν ἂν εἴης κύριος; καὶ τί ταῦτα λέγω; σκέψαι τὸ γραμματεῖον· τίς ὁ πιπράσκων ἐκεῖ; τίνα δείκνυσι γενέσθαι τοῦ πεπραμένου δεσπότην; οὐκ αὐτοὺς εἶναι τοὺς κτησαμένους φησὶν, εἶτα τοσοῦτον λαβόντας ἀργύριον ἐκστῆναι τοῖς καταβαλοῦσι τοῦ κτήματος; καὶ σὺ δὲ αὐτοῖς ταὐτὰ μαρτυρεῖς, ἐν οἷς ἐπιψηφίζῃ τοῖς πεπραγμένοις· οὐ γὰρ σαυτὸν εἶναι κύριον οὐδὲ αὐτὸς πιπράσκειν, ἀλλ’ οὗτοι, φῂς, τὴν ἑαυτῶν οἰκίαν ἢ τὴν χώραν καλῶς ἀπέδοντο καὶ ὡς οἱ νόμοι βούλονται, καὶ δεῖ τὴν πρᾶσιν ἐῤῥῶσθαι. ταῦτα γράφεις· οἷς οὐ δίκαιος εἶ πολεμεῖν οὐδ’ ἐπιλανθάνεσθαι σαυτοῦ καὶ τῶν σαυτοῦ ψήφων, ὁπόταν δέῃ λαμβάνειν. ὅτι γὰρ περὶ τοῦ συμφέροντος αὐτοῖς διαλέγῃ καὶ φυλάττεσθαι κελεύεις τὸ βλάπτον, σὺ μὲν ἐπιτρόπων τινῶν ἢ δικαστῶν, οὐ δεσπότου, πρᾶγμα ποιεῖς· ἐκείνους δὲ οὐδὲν κωλύει τοῦτο δεσπότας εἶναι.

Τί οὖν οὐκ ἐφ’ ἑαυτῶν, φησι, ταῦτα πράττουσιν, εἴγε τὰ αὐτῶν πράττουσιν, ἀλλὰ δεῖ τῆς τῶν ἀρχόντων γνώμης ἐξάπτειν; —ὅτι τῶν κτήσεων τούτων καὶ ἄλλους ἴσχουσι κοινωνοὺς, τοὺς ἔπειτ’ ἐσομένους ἐπὶ τῶν αὐτῶν πραγμάτων· οὐ γὰρ αὐτοῖς ἔδοσαν μόνον οἱ δόντες, ἀλλὰ καὶ τοῖς μετ’ αὐτοὺς πᾶσι τῷ χρόνῳ, τὰς αὐτὰς μὲν οἰκήσουσιν οἰκίας, βίον δὲ τὸν αὐτὸν ἐπιδειξομένοις. ὅθεν ἀνάγκη τοὺς ἄρχοντας συνορᾶν, οἷς μέλει τῶν νόμων καὶ τῶν δικαίων, μὴ δι’ ὧν οὗτοι ποιοῦσι, τὴν συνοικίαν περὶ τὰς εὐπορίας βλάψαντες, τοὺς κοινωνοὺς ἀδικήσωσιν. ἂν μὲν γάρ τις αὑτὸν αἱρῆται βλάπτειν, οὐ τοῦ ἄρχοντος κωλύειν· ὅταν δὲ καὶ πρὸς ἄλλους ἡ βλάβη χωρῇ, τότ’ ἤδη καὶ ἀδικία τὸ πρᾶγμα καὶ τὸν ἀδικοῦντα κολάζειν ἀνάγκη τὸν δικαστὴν. διὰ ταῦτα τοὺς καρποὺς ᾗ βούλονται δαπανῶντες, συντηροῦσι τοὺς ἀγροὺς ὡς ἂν οὐκ αὐτοῖς μόνον ὄντας, ἀλλὰ καὶ τοῖς ἔπειτα τηρουμένους, καὶ τἀργύριον εἰσπράττοντες παρὰ τῶν τὰς οἰκίας μισθωσαμένων, αὐτὰς οὔτε καθαιροῦσιν οὔτε καταπίπτειν ἐῶσιν οὔτε πιπράσκουσιν οὔτε ἀμείβουσιν, ἀλλ’ εἴ τινος τούτων ἀνάγκη γένοιτο, μαρτύρεσθαι δεῖ τοὺς τὰ κοινὰ πολιτευομένους ὑμᾶς καὶ δεικνύναι πανταχόθεν, ὡς ἐν οἷς οὕτως οἰκονομοῦσιν, τοὺς μερίτας οὐκ ἀδικοῦσιν, οὐδὲ τὰ αὐτῶν αὔξοντες, ἃ κοινὰ πρὸς ἐκείνους χείρω ποιοῦσι.

καὶ τοῦθ’ οἱ νόμοι κελεύουσι, προνοίᾳ τοῦ μὴ τοὺς ἀπόντας ὑπὸ τῶν παρόντων τοῖς πράγμασιν ἀδικεῖσθαι. τούτους γὰρ ἀδικεῖσθαι μὲν οὐδὲν κωλύει, ἀποκρούεσθαι δὲ τὴν βλάβην ἀμήχανον. τῶν μὲν γὰρ εἴ τις βλάπτοι δικάσασθαι δυναμένων ἢ πέμπειν τοὺς γραψομένους, ὡς ἂν αὑτοῖς ἀρκούντων τοῖς δικασταῖς οὐ πολλὴ φροντὶς, ἀλλ’ εἴ τις ἀδικεῖν δοκοῖ, δίκας μὲν εἰσπράξασθαι βουλομένοις ἀμύνουσιν, ἀνεχομένους δὲ οὐκ ἐνοχλοῦσιν· οἳ δὲ μήτε παρεῖναι δύνανται μήτε γοῦν τοὺς ἀδικοῦντας ἐπιγινώσκειν, τούτοις ἐκ παντὸς τρόπου πρὸς ἃ δεῖ πάντα βοηθοῦσιν· οἷα τοὺς ἔτι παῖδας ποιοῦσιν, οἷς οὔτε ζῶσιν οἱ τεκόντες οὐτ’ ἀπελθόντες τοὺς ἐπιμελησομένους κατέλιπον. τούτοις γὰρ οὐδὲ νοῦ τυχοῦσιν ἔτι διὰ τὴν ἡλικίαν ἀντὶ πάντων αὐτοὶ γίνονται, καὶ τοὺς μὲν οὐδὲν ἐῶσι πράττειν ὃ μὴ ἂν αὐτοῖς συνενέγκῃ, τοὺς δὲ τὰ αὐτῶν εἰ τύχοι λυμαινομένους, κἂν αὐτοὶ μὴ μέμφωνται μηδὲ χαλεπαίνωσι, κωλύουσιν οὗτοι πάσῃ σπουδῇ καὶ δίκας εἰσπράττουσι· καὶ τοῖς ὠνεῖσθαί τι βουλομένοις τῶν ὄντων αὐτοῖς αὐτοὶ διαλέγονται, κἄν τις λάθῃ τι παρ’ αὐτῶν ἢ προῖκα λαβὼν ἢ πριάμενος μὴ τοῦ ἄρχοντος κελεύσαντος ἢ τῶν δικαστῶν ἢ τῶν φροντιστῶν οἷς αὐτοὶ τὰ τῶν νέων ἐπέτρεψαν, ἄκυρος οὗτος ὧν ἔλαβεν, οἱ νόμοι φασὶ, καὶ πρός γε, τοῦ λαβεῖν χάριν εἴ τι δαπανήσας ἔτυχεν, ἀπολλύς.

καὶ μερῖται προσόδων εἴ τινές εἰσιν αὐτοῖς καὶ κτήσεων ὡντινωνοῦν κοινωνοὶ, καὶ δεῖ τι τούτων ἀμείβειν ἢ μετασκευάζειν ἢ πιπράσκειν, ἐπὶ τοὺς ἄρχοντας βαδιοῦνται ἢ τοὺς δικαστὰς ἢ τοὺς ἐπιτρόπους καὶ τὴν ἐκεῖθεν ψῆφον ἀναμενοῦσιν, ὡς οὐκ ἐξὸν αὐτοῖς ἐφ’ ἑαυτῶν ταυτὶ διοικεῖν. καίτοι κύριοί γέ εἰσι τῆς κτήσεως τῶν νέων οὐδὲν ἧττον, ἀλλ’ ἵνα μὴ λάθωσιν ἠδικηκότες τοὺς ἀμύνειν ἑαυτοῖς μήπω δυναμένους, ὡς ἀκύρους εἰς εὐθύνας ὁ νόμος ἤγαγεν· ἃ δὴ καὶ τούτους ποιοῦσι περὶ ὧν ἡ νυνὶ διαδικασία. οὕτως ὑμῖν οὐχ ὡς οἰκέται δεσπόταις, ὅ, τι χρὴ δρᾶν περὶ τῶν ὑμετέρων ἐρωτήσοντες, ἀλλ’ ὡς δικασταῖς προσίασι, μή τι λάθωσιν ἀδικήσαντες· ἀλλ’ οὔτε τοὺς δικαστὰς τούτων ἢ τῶν ἄλλων περὶ ὧν δικάζουσιν, οὔτε σὲ δεσπότην τοῦτο ποιεῖ. ἃ τοίνυν οὔτε οἴκοθεν ἐκτήσω οὔτε γνώμῃ τῶν κτησαμένων οὔθ’ οἷς ἐκεῖνοι παρέσχον, οὐ νόμος ἐπέτρεψε λαβεῖν, οὐ τὸ τῆς ἀρχῆς πρᾶγμα, πῶς οὐκ ἀδικεῖς ἀφαιρούμενος;

Ἀλλὰ τοῖς ἀφῃρημένοις καλῶς χρῶμαί, φησι, καὶ ὡς ἂν αὐτοῖς συνενέγκῃ. —ἔστω· τί δὲ πρὸς τὸν λόγον; εἰ μὲν γὰρ ὡς οὐ καλῶς διοικησάμενος αἰτίαν ἐδέχου, κἂν εἰκότως τούτους ἀντετίθεις τοὺς λόγους· νῦν δὲ φεύγεις τοῦ κακῶς ἀποστερεῖν καὶ δίκας ἔχεις ὡς ἀδίκως εἴης λαμβάνων· πῶς οὖν ἀκόλουθον τῷ ἐγκλήματι ταύτην ποιῇ τὴν ἀπολογίαν; καθάπερ γὰρ δύο ταῦτα πράγματα, χωρὶς μὲν τὸ λαβεῖν χωρὶς δὲ τὸ χρῆσθαι, τὸν ἴσον τρόπον δύο μὲν ἐντεῦθεν ἐγκλήματα, διττῆς δὲ φροντίσαι δεῖ τῆς ἀπολογίας· σὺ δὲ ποιεῖς παραπλήσιον ὥσπερ εἴ τις φόνου φεύγων ὡς μὲν καθαρὰς ἔχει τοῦ μύσους τὰς χεῖρας οὐδ’ εἰπεῖν ἐφρόντισε, πολλὰ δὲ περὶ σωφροσύνης διαλεχθεὶς, καὶ δείξας ὡς εἴη τῆς ἀρετῆς ἀφιγμένος εἰς ὅσον ἔξεστι πλεῖστον, λύειν ἡγεῖτο τὸ ἔγκλημα· καὶ γὰρ καὶ ταῦτα δύο καθάπερ ἐκεῖνα, καὶ οὐκ ἂν ἀπολογίας δεηθείη μιᾶς. σημεῖον δὲ· καὶ γὰρ θατέρου λυομένου θάτερον μένειν οὐδὲν κωλύει. φέρε γὰρ, εἴ τις χρήματα σεσυληκὼς ἢ τῶν ἱερῶν ἢ τῶν ἰδιωτικῶν πειραταῖς ἢ λῃσταῖς ἐχορήγησεν, . . . οὐκ ἀμφοτέροις ὀφείλει δίκην, παρ’ ὧν τε ὑφείλετο καὶ οἷς ἐπέθετο δαπανήσας; τί δ’ ἂν οἱ σεσυλημένοι τὰς δίκας ἀφῶσιν αὐτῷ, κωλύει τι τοὺς πεπολεμημένους λαμβάνειν; καὶ τίς ἂν εἴποι; πῶς οὖν τὸ ἔγκλημα ἓν καὶ μιᾶς ἀπολογίας δεόμενον;

Εἰ δ’ ὅτι ταὐτὰ λαμβάνουσι καὶ οἷς χρῶνται, διὰ τοῦτο ἓν εἶναι ταῦτα νομίζουσι καὶ τὴν ἀπολογίαν θατέρου καὶ ἀμφοτέροις ἀρκεῖν, καὶ τὸ ἀνάπαλιν συγχωρήσουσι· καὶ καθάπερ τοῖς ἀδίκως λαβοῦσιν ἀπὸ τοῦ χρήσασθαι καλῶς, οὕτως ἀπὸ τοῦ καλῶς κτήσασθαι γένοιτ’ ἂν τοῖς κακῶς χρησαμένοις ἀπολογία, καὶ ὁ τοῖς αὑτοῦ κατὰ τοῦ μηδὲν ἠδικηκότος χρησάμενος, εἰ τοῦτ’ αὐτὸ δείξοι μόνον, μήτε ἁρπάσας τὰ χρήματα μήτε σεσυληκὼς, ἀλλ’ ἐκ τῶν δικαίων ἔχων, οὐδὲν ἠδίκησεν ἐν αὐτοῖς δικασταῖς· καὶ τὸν ἀνδροφόνον δὲ ἀφήσουσιν αἰτίας ἁπάσης, ἀποδείξαντα τὴν μάχαιραν ᾗ τὸν φόνον εἴργαστο πατρῷον αὐτῷ κτῆμα καὶ ὡς οὐδὲν ἀδικήσας ἐκτήσατο. καὶ οὕτως ἀτοπότατόν τινα καὶ καινὸν δίκης τρόπον ἀνάγκη ταῖς τούτων ψήφοις ἑπόμενον συγχωρεῖν. ἀλλ’ οὔτε νόμος ταῦτα ἐνέδωκεν οὐδεὶς οὔτε φύσις οὔτε τῶν πονηρῶν ἀνθρώπων οὐδεὶς ἐτόλμησεν ἐπὶ τούτους ἀναχωρῆσαι τοὺς λόγους, ἀλλ’ ἂν ἁλῷ τις τοῖς οὖσι παρανόμως χρησάμενος, οὐ περὶ τῆς κτήσεως εἶπεν οὐδὲν, κἂν ἕτερος ὅπως ἔλαβεν ἀπαιτῆται δίκην, οὐ τὴν δαπάνην προὐβάλετο, ἀλλ’ ἂν οὐδὲν εὔλογον ἔχῃ λέγειν ὑπὲρ ὧν ἐγκαλεῖται, τοῖς νόμοις ὑπάγεται σιωπῶν.

Τί οὖν ὑμεῖς, ὃ μήτε ἐδίδαξεν οὐδεὶς οὐδένα, οὐ νόμος συνεχώρησεν, οὐ δικαστὴς, οὐ πονηρὸς ἄνθρωπος ἐθάῤῥησεν εἰπεῖν, ὡς εὔλογόν τι καὶ σεμνὸν προΐσχεσθε; ἔλαβες παρὰ τοῦ μηδὲν ἠδικηκότος, εἴτε ἁρπάσας εἴτε ἀποδόμενος ὃ προῖκα παρέχειν ἐχρῆν; οὐκοῦν ἠδίκηκας. ἐχρήσω καλῶς; οὐδὲν πρὸς ἐκεῖνον, ἕως οὐ δείξεις ζημίας ἄξιον ἡμαρτηκότα μηδὲν. τὰ μὲν γὰρ χρήματα ὡς ἠδίκησας ἐγκαλήσειεν ἂν οὐδεὶς, ἐκεῖνοι δὲ ἀδικοῦνται. καὶ ἀνδράποδον αὐτῶν εἰ λάβοις καὶ ἵππον, ἐκεῖνα μὲν οὐ παρανομήσεις ἄγων καὶ τρέφων καλῶς, τὸν δὲ παρ’ οὗ λαμβάνεις, καὶ πάνυ· κἂν διωκόντων ἐκείνων τὴν οἰκονομίαν αὐτὸς προΐσχῃ, τὰς ψήφους οὔτε ἀμείνους σαυτῷ ποιήσεις καὶ γέλωτα ὀφλήσεις παρὰ νοῦν ἔχουσι δικασταῖς. ἐπεὶ τί ἔτι κωλύει μὴ ἀνδραπόδων καὶ ἵππων μόνον, ἀλλὰ καὶ αὐτῶν ἅπτεσθαι τῶν τιμιωτάτων, καὶ γυναικὸς καὶ παίδων ἀποστερεῖν, ὡς κάλλιον αὐτοὶ παιδεύσοντες καὶ χρησόμενοι, καὶ μὴν καὶ οἰκίαν καὶ ἱμάτιον ἅπαν καὶ τὴν ἐλευθερίαν αὐτὴν, ὡς ἂν αὐτοὶ σοφώτερον καὶ λυσιτελέστερον οἰκονομήσοντες αὐτοὺς ἢ ἐκεῖνοι σφᾶς αὐτοὺς; ἀλλ’ ἄτοπα ταῦτα καὶ οὐδὲν ἢ γέλως καὶ λῆρος.

Οὐκοῦν ἀπὸ τοῦ χρήσασθαι καλῶς ἀπολογία πρὸς τὸ λαβεῖν οὐδεμία, ἀλλ’ αὐτὸ τὸ λαμβάνειν οἴκοθεν ὡς μετὰ τοῦ δικαίου καὶ τοῦ νόμου γίνεται δεῖξαι δεῖ, τούτου δὲ μὴ δειχθέντος, ὁμολογεῖν ἀδικεῖν. σκέψαι γὰρ τοὺς ἀδίκους ἅπαντας ἀνθρώπους καὶ μιαροὺς, τοὺς τοιχωρύχους τοὺς τυμβωρύχους τοὺς λωποδύτας, οἷς μυρίων κακῶν οἱ νόμοι τιμῶσιν, ὡς οὐδὲν ἕτερον ἐγκαλοῦσιν αὐτοῖς, ἢ τὸ λαμβάνειν ἀδίκως καὶ παρὰ τοὺς νόμους, καὶ οὐ πυνθάνονται τὴν δαπάνην, εἰ τὰ χρήματα τῶν ἠδικημένων εἰς δέον ἀνάλωσαν, ὡς οὐδεμιᾶς ἐκεῖθεν συναγομένης ἀπολογίας αὐτοῖς. ἀλλ’ ἂν τὰ σὰ ταῦτα ἰσχύσῃ καὶ κύρια γένηται, πονηρὸν μὲν τῶν ὀνομάτων τούτων οὐδὲν, τὸ κακῶς ἀφαιρεῖσθαι σημαίνοντα μόνον, νόμου δὲ οὐδὲν ἔργον, μέχρι τοῦ λαμβάνειν τὰς δίκας ὁρίζοντος αὐτοῖς, δικασταὶ δὲ τῆς μὲν πονηρίας ταύτης οὐκ ἀπαιτήσουσιν εὐθύνας ἀλλ’, ὃ μηδεὶς ἐκέλευσε νόμος, τὴν οἰκονομίαν ζητήσουσιν ἀκριβεῖ βασάνῳ· κἂν μηδεὶς ἐξελέγχῃ πονηρὰν εἶναι, καὶ στεφανώσουσι. πάντως δὲ ὡς καλῶς ἀνάλωσαν καὶ δεόντως οὐκ ἀπορήσουσι λόγων, οἷς πείσουσι, καί που καὶ πένητας δείξουσιν οἷς ἱμάτιον παρέσχον καὶ ἄρτον καὶ νεὼς κοσμουμένους καὶ ἱερέας ὑπὲρ εὐχῶν καὶ θυσιῶν μισθουμένους καὶ λύχνους ἐν τοῖς ἱεροῖς ὑπ’ αὐτῶν ἡμμένους, οἶμαι δὲ καὶ εἰσφορὰς ἐν τῷ κοινῷ καὶ τειχῶν ἀνορθώσεις καὶ τοιαῦθ’ ἕτερα. τί μιαρώτερον τυμβωρύχων;

ἀλλὰ καὶ τούτοις ἐκεῖθεν προφάσεων εὐπορία πολλή. πῶς γὰρ ἀδικοῦμέν, φασιν, οὓς οὐδὲν ἤδη δύναται βλάπτειν; τὸ δ’ ἱμάτιον εἰκῇ κείμενον εἰς τοὺς χρῆσθαι δυναμένους ἔδει χωρεῖν. καὶ ἱερόσυλος ταὐτὰ ταῦτα ἐρεῖ· τί γὰρ ἔδει, φησὶ, παρὰ τῷ μηδὲν δεομένῳ τὸ χρυσίον ἐᾶν, πεινῶντας ἀνθρώπους περιορῶντας; οὐκοῦν ζήτησον, κἂν μὲν λάβῃς ἀπὸ τούτων τρυφῶντα, ταῖς ἐσχάταις ὑπάγαγε δίκαις· εἰ δὲ ἄρτου καὶ τῶν ἀναγκαιοτάτων ἐμαυτῷ καὶ τοῖς τέκνοις ἐφρόντισα, καὶ ὧν χωρὶς ἀνάγκη τεθνᾶναι, τί δεινὸν εἴργασμαι, δι’ ὧν οὐδεὶς ἠδίκηται, ὁλόκληρον οἰκίαν διασώσας τῇ πόλει; καὶ ταῦτ’ ἐρεῖ πονηρὸς ἅπας καὶ παῤῥησιάσεται. ἀλλ’ οὔτε ἐκείνους ταῦτα πρὸς τὸ μὴ δοῦναι δίκην ὧν ἐτόλμησαν οὐδὲν ὠφελήσει, τούς τε ἄρχοντας τοιαῦτα λέγειν καὶ σκήπτεσθαι πολὺ τὸ αἰσχρὸν, καὶ τῶν ἐγκλημάτων οὔτε ἀφίησιν αὐτοὺς, καὶ προσθήκην ἔχει κατηγορίας τῆς ἐσχάτης, εἰ δὴ τοιαῦτα ἀναισχυντοῦσιν ἃ μηδεὶς ἐτόλμησε πονηρὸς.

Ἀλλ’ ἐνίοις οὕτως εὔλογος ἡ πρόφασις δοκεῖ, καὶ οὕτω σφόδρα τὴν ἀπολογίαν ταύτην ἐθαύμασαν, ὥστε τοὺς νόμους καταπατοῦντες, οὐχ ὅσον τοὺς πολιτικοὺς, ἀλλὰ καὶ τοὺς ἱεροὺς αὐτοὺς, ὅτι ταῦτα λέγειν ἔμαθον καὶ μεμελετήκασι, καταγελῶσι τῶν κατηγόρων, εἴ τις θεοῦ καὶ νόμων μεμνημένος σέβειν κελεύει καὶ μὴ παρανομεῖν. ἔστι δὲ αὐτοῖς ἡ πρόφασις οὐ μόνον οὐδὲν πρὸς τὰς αἰτίας, ἀλλὰ καὶ ψευδής. οὐ γὰρ ἐν οἷς ἰσχυρίζονται χρῆσθαι καλῶς καὶ δεόντως ἃ κακῶς λαμβάνουσιν, ἀληθῆ λέγουσιν, ἀλλὰ κτώμενοι μὲν τοῦ δικαίου καὶ τοῦ νόμου, χρώμενοι δὲ τοῦ συμφέροντος ἁμαρτάνουσιν, οὐχ’ ὅτι μὴ βούλονται τὸ δέον, φαίην ἂν, ἀλλ’ ὡς οὐκ ἂν δυνηθεῖεν τὸν τρόπον τοῦτον κἂν σφόδρα βούλωνται. —σοὶ δὲ οὐ δοκεῖ, φησι, τοῦ συμφέροντος τυγχάνειν, οὐδ’ εἴ τις αὐτὸ τὸ κοινὸν ὠφελεῖ, ὑπὲρ οὗ καὶ νόμοι καὶ δίκαι καὶ δικαστήρια καὶ πάντα σπουδάζεται; φέρε γὰρ, ἂν ταυτὶ τὰ χρήματα μηδεὶς οἴκαδε κομίζῃ μηδ’ ἀναλίσκῃ πρὸς τὴν αὐτοῦ χρείαν μηδὲν, μήτε τῶν ἱερῶν μήτε τῶν τοῖς φροντιστηρίοις ἀνακειμένων, ἅπερ ἂν λάβοι, τεῖχος δὲ ἀπὸ τούτων ἀνορθούμενον ἴδοις καὶ πολεμίους φεύγοντας καὶ τρόπαιον ἑστὼς καὶ τὸ ἔθνος μυρίας ἀπολαῦον γαλήνης, ἔτι μέμψῃ καὶ περὶ τῶν αὐτῶν ἐγκαλέσεις; —ὅταν καὶ ταῦτα δυνηθῇς, οὔπω τὸ συμφέρον εὗρες, ὅτι σοι τοῦ κέρδους ἡ ζημία μείζων πολλῷ. καὶ γὰρ τὸ μέγιστον ὧν ἔχεις ἀπόλλυς, σαυτόν.

ὅθεν τοῦ μὲν τείχους καὶ τῆς νίκης καὶ τῶν τοιούτων οὐδεὶς μέμψαιτ’ ἂν, ὧν δὲ σαυτὸν εἰργάσω, καὶ πάνυ· ἃ γὰρ τὴν πόλιν ἀνέστησας ἀναλώσας, ταῦτ’ ἐκτήσω τοὺς νόμους ἠδικηκὼς ἀμφοτέρους, τόν τε περὶ τῶν ἱερῶν κείμενον καὶ τὸν ἰδιωτικόν. ὅταν γὰρ τὰ τῶν φροντιστηρίων καὶ τἄλλα τῶν ἱερῶν εἰς τὰς κοινὰς ἕλκῃς χρείας, κατ’ ἀμφότερον ἁμαρτάνεις καὶ ἱεροσυλία τοῦτ’ ἂν εἴη καὶ ἀδικία κατὰ ταὐτὸν· τῶν γὰρ αὐτῶν τὸν θεόν τε ἐκβάλλεις καὶ ἀνθρώπους ἀποστερεῖς, ὡς ἂν ἐκείνῳ τε ἀνακειμένων καὶ τούτοις ὄντων· οὐκοῦν τὸ κοινὸν ὠφελήσας ἐκεῖθεν, γεέννης ἐντεῦθεν ὑπόδικον εἰργάσω σαυτόν. οὐ γὰρ προστήσεταί σου κατὰ τῶν ἐγκλημάτων τὸ δεῖξαι πολλοὺς ἀπὸ τῶν ἡμαρτημένων ὠφελημένους, ἀλλὰ καθάπερ ἐκείνων ἕνεκα κοινωφελὴς ἀκούοις ἂν καὶ δημοτικὸς, οὕτω δι’ ἐκεῖνα βίαιός τις καὶ ἱερόσυλος καὶ παράνομος.

Τὰ γὰρ ἔργα τοὔνομα τίθεται, καὶ τὸν ἐπιστάμενον γεωμετρεῖν τί ἂν καλέσαις ἢ γεωμέτρην; καὶ ὃς οἶδεν οἰκοδομεῖν, τοῦτον οἰκοδόμον καὶ οὐδὲν ἕτερον προσεροῦμεν. οὐ γὰρ εἰ τοῖς πονηροῖς χρηστόν τι συνέπεσε, καί τις ἀπώνατο τούτων ἢ πόλις ἢ τῶν καθ’ ἕκαστα, βελτίω τὰ πονηρὰ· μὴ γὰρ οἴου τὸ πονηρὸν ἧττον πονηρὸν, εἴ τινος αἴτιον ἐγένετο χρηστοῦ, ἀλλ’ εἴ τι καὶ συμβαίη τοιοῦτον, τὸ μὲν ἡγοῦ θεοῦ πρόνοιαν, χρηστότητος περιουσίᾳ πρὸς τὸ συνοῖσον χρῆσθαι καὶ τοῖς πονηροῖς δυναμένου, τὸ δὲ κακὸν, ᾗ φησι ἡ τραγῳδία, μηδὲν εἶναι πλὴν κακὸν, καὶ τοὺς τολμητὰς οὐδὲν μᾶλλον ταῦτα κωλῦσαι τὰς ἀξίας ὑποσχεῖν δίκας. οὐ γὰρ τὰ ἀπὸ τῶν ἔργων ἐκβάντα ἀλλ’ αὐτὰ τὰ ἔργα τὰς ψήφους ἡμῖν καλλίους ἢ χείρους ποιοῦσι· τούτων μὲν γὰρ ἡμεῖς κύριοι, ἐκείνων δὲ οὐκέτι. τὸ μὲν χρηματίσασθαι δικαίως ἢ τοὐναντίον ἡμέτερον, τὸ δ’ εἰς τὸ ζητούμενον τέλος τελευτῆσαι τὴν πραγματείαν ἢ βλάψαι, τῆς θείας ἂν εἴη χειρὸς· καὶ διὰ τοῦτο ἀποδώσεις, φησὶν, ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. τίς οὐκ οἶδε τὴν πλεονεξίαν τοῖς ἠδικημένοις ὡς ἀγαθῶν ἐστιν αἰτία μειζόνων, ἢ ὧν ἀπεστέρηνται, τοῦ θεοῦ παρέχοντος; ἀλλ’ οὐχ ἡ κόλασις ἔσται διὰ τοῦτο τοῖς ἠδικηκόσιν ἐλάττων. οἱ δὲ ἄδικοι τῶν μαρτύρων θάνατοι πηλίκων σωρὸν ἡμῖν εἰσήνεγκαν ἀγαθῶν; ἀλλ’ οὐ τοῖς κατασφάξασιν αὐτοὺς εἰσόμεθα χάριν.

ἔστι καὶ γάμων ἀθεμίτων παῖδα γενέσθαι χρηστὸν, ἀλλὰ τοὺς παρανομοῦντας οἱ νόμοι κολάζουσιν, ὥσπερ εἰ μηδὲν ἐξέβη τοιοῦτον. ὁ δὲ τοῦ Σαοὺλ φόνος οὐ μυρίους ἀδίκους ἔπαυσε φόνους, οὐ τοὺς πολέμους τοὺς ὁμοφύλους, οὐ κατέστησε τοῖς Ἑβραίοις τὰ πράγματα, τὸν ἄριστον ἀντὶ τοῦ πονηροτάτου βασιλέως εἰσενεγκὼν τὸν Δαυὶδ, οὐ τοῖς ἱερεῦσι τὴν παῤῥησίαν, οὐ τοῖς τοῦ θεοῦ νόμοις ἀπέδωκε τὴν ἰσχὺν, οὐ τῇ πόλει τὴν εὐνομίαν, οὐ τὸ ἔθνος ἀνθεῖν ἐποίησεν ἅπαν; ἆρ’ οὖν ἐδυνήθη τοσούτων ἀγαθῶν πλῆθος καὶ μέγεθος ἐξελέσθαι τὸν εἰργασμένον; οὐδαμῶς, ἀλλ’ ἀνδροφόνος ἦν ἐκεῖνος ὁμοίως καὶ πονηρὸς παρὰ δικασταῖς τοῖς τοσαῦτα ἀπολελαυκόσι τοῦ φόνου, καὶ ἀπέθνῃσκε διπλὴν αἰτίαν λαβὼν, αὐτόν τε φόνον καὶ ὅτι βασιλεὺς ὁ τὴν πληγὴν δεξάμενος ἦν. μὴ τοίνυν ἀπὸ τῶν ἐκβάντων περὶ τῶν πεπραγμένων ψηφίζου, μηδ’ ἡγοῦ διαφεύξεσθαι τὰς δίκας ὧν παρανομήσας ὠφελῆσαι πολλοὺς ἐδυνήθης, ἀλλ’ ἐκείνους μὲν εὖ πεπονθέναι, αὐτὸς δὲ ἀπολωλέναι, καὶ τοὺς μὲν ἀπαλλάξαι κακῶν, σαυτὸν δ’ εἰς γέενναν ἐμβαλεῖν. πῶς οὖν οὐκ ἄτοπον καὶ καταγέλαστον, ἄλλοις μὲν φρόνιμον γενέσθαι καὶ κηδεμονικὸν, τὰ δὲ εἰς ἑαυτὸν καὶ τὸν θεὸν παράνομόν τινα καὶ ἀνόητον καὶ ἀνόσιον εἶναι καὶ πονηρὸν;

Καίτοι οὐδὲ τοῦτο δεῖξαι δύναιντ’ ἂν ὡς ἔστι τι ταῖς πόλεσιν αὐτῶν ὄφελος, ἀλλὰ μάτην φθείρονται καὶ παρανομοῦσιν εἰκῇ· τὸ μὲν γὰρ τὰς αὐτῶν πλεονεξίας καὶ ἀδικίας, ὥσπερ καὶ φόνους ἑτέρων καὶ κλοπὰς καὶ τὰς ἄλλας τῶν πονηριῶν, εἰς ἀγαθόν τι τὸν θεὸν ἄγειν ᾗ πρόσθεν ἔφην ὃν αὐτὸς ἐπίσταται τρόπον πιστεύειν χρὴ καὶ οὐδεὶς ἀντερεῖ, τὸ δὲ τὴν σπουδαζομένην ὠφέλειαν καὶ τὸ συμφέρον ταῖς πόλεσι καὶ τὰς εὐπραγίας ἀπὸ τούτων αὐτοὺς μηχανᾶσθαι δυνηθῆναι, τῶν ἀδυνάτων. οὔτε γὰρ αὐτοὺς εἰκὸς πόλεως προστῆναι καλῶς τὰ αὑτῶν διῳκηκότας κακῶς, ὁ γὰρ τοῦ ἰδίου οἴκου, φησὶ, μὴ καλῶς προϊστάμενος πῶς ἐκκλησίας θεοῦ προστήσεται, τήν τε γραφὴν πιστευτέον ἀληθῆ λέγειν, καὶ τὴν μὲν δικαιοσύνην ὑψοῦν ἔθνη τὴν δὲ ἀδικίαν τοὐναντίον ἅπαν, ἀπὸ μεγάλων μικρὰ ποιεῖν. ἀλλ’ ἐξηπάτησεν αὐτοὺς, οἶμαι, τό γ’ ἐκ τοῦ παραχρῆμα δοκεῖν ὠφελεῖν, ὅτι ὅπλα κτῶνται καὶ τείχη οἰκοδομοῦσι καὶ στρατιώτας τρέφουσιν, ὃ πᾶσι συμβαίνει τοῖς πονηροῖς.

οὐ γὰρ αὐτὴν ἕλοιτ’ ἂν οὐδεὶς ἀσκῆσαι τὴν πονηρίαν, οὐτ’ ἔχουσαν οὐδὲν ἡδὺ τοῖς χρωμένοις καὶ πολλῶν αἰτίαν οὖσαν κακῶν, ἀλλ’ ἔστι τι δοκοῦν αὐτῇ παρακολουθοῦν ὄφελος, ὃ τῶν ἐκεῖθεν δυσχερῶν λήθην ἐργάζεται τοῖς τολμῶσι· καθάπερ λῃσταῖς καὶ τοιχωρύχοις τὸ κέρδος καὶ τυράννοις τρυφὴ καὶ ὕβρις καὶ ἀρχὴ καὶ ὅ, τι ζητοῦσι, τὸν ἴσον τρόπον καὶ τοῖς ἐπὶ τῶν πραγμάτων ἕπεσθαί τι τῶν ὠφελεῖν τὸ κοινὸν δοκούντων ἀπὸ τοῦ παρανομεῖν οὐδὲν ἀπεικὸς. ἐπεὶ καὶ τοὐναντίον, ἰατροῖς καὶ νομοθέταις καὶ κυβερνήταις καὶ βουλευταῖς τὰ αὑτῶν ποιοῦσιν ἴδοις ἂν ἑπομένην αὐτίκα βλάβην· καὶ γὰρ ἰατρὸς ἰσχύος † ἀφαιρεῖ τοῦ σώματος ἢ τροφῆς ἀποκλείων ἢ φαρμακεύων ἐφ’ ᾧ καθαρωτέραν ἐνθήσει, καὶ κυβερνήτης τοὺς ἐμπλέοντας ζημιοῖ χρήμασιν ἐκβάλλων τῶν ἀγωγίμων, καὶ βουλευτὴς τείχη κατασκάπτει πόλεως ἣν οἰκοδομεῖν αἱρεῖται, καὶ νομοθέτης ξίφος γυμνώσας ἐλάττω πεποίηκε δῆμον, ὃν ὅπως αὔξῃ τοὺς νόμους ἔγραψεν. ἀλλ’ οὔτε τούτους διὰ ταυτηνὶ τὴν βλάβην ὀλέθρους τινὰς, ἀλλὰ σωτῆρας χρὴ προσειπεῖν, οὔτε τὸν ἀπὸ τοῦ παρανομεῖν ὧν δεῖ τῷ κοινῷ καὶ τῇ πόλει κατασκευάζοντα δημοτικὸν ἡγησόμεθα καὶ χρηστὸν.

εἰ γὰρ τὰς λυσιτελεῖς τῶν πράξεων ἢ τῶν τεχνῶν, ἢ τῶν ἀνδρῶν τοὺς ὀρθῶς κρίνειν τὸ συμφέρον ἐπισταμένους, ἀπὸ τοιούτων κερδῶν εἰσόμεθα καὶ κρινοῦμεν, οὐδὲν ἂν κωλύοι τὰ πάντων ἀτοπώτατα συγχωρεῖν, καὶ φαρμακὸν καὶ ἐπαοιδὸν καὶ συκοφάντην γεωργοῖς καὶ δημιουργοῖς καὶ τοῖς ἐπὶ τῶν σεμνῶν ἐπιτηδευμάτων τῶν αὐτῶν ἀξιῶσαι ψήφων, ὅτι ταὐτὰ κερδαίνειν δύνανται, καὶ γυναῖκας τρέφουσιν ὁμοίως καὶ παῖδας, καὶ ἱμάτιον αὐτοῖς ἀπὸ τῆς μοχθηρίας γίνεται καὶ σιτίον καὶ οἴκημα καὶ ἵππος καὶ οἰκέτης, οὐδὲν ἧττον, ἢ παρὰ τῶν τεχνῶν ἐκείνοις ἐστίν.