Ἀλλ’ ἐμά, φησιν, ἐκεῖνα καὶ οἱ μὴ διδόντες ἀδικοῦσι· ποιμὴν γὰρ ἁπασῶν ἐγὼ, καθάπερ ἕκαστος τῆς αὑτοῦ· κἂν λάβω παρ’ ἀκόντων, οὐκ ἀδικῶ. —μάλιστα μὲν καὶ οὕτω παρανομήσεις· καὶ ὧν γὰρ εἶ ποιμὴν, οὐδὲ τούτους βιάσῃ, τοῦ νόμου τοῦτο κελεύοντος. ἔπειτα, εἰ καὶ τῆς πόλεως ἐπίσκοπος εἶ, τί μᾶλλον διὰ τοῦτο τὰς ἀποίκους καρποῦσθαι πόλεις δίκαιος εἶ; ὁ γὰρ νόμος οὐ πρὸς τοὺς πολλοὺς οὐδὲ κατὰ τῶν τοὺς ὁμοφύλους ἠδικηκότων, ἀλλὰ τὸν ὑπὲρ τούτους, τὸν τῆς μητροπόλεως ἐπίσκοπον, σὲ τοῦτον, τῶν ἐν ταῖς ἀποίκοις χρημάτων ἀπέχεσθαι κελεύει τῶν ἱερῶν. εἴτε οὖν ἐπίσκοπον τούτων σαυτὸν ἀξιοῖς εἶναι δικαίως, εἴθ’ οὗ μὴ προσῆκεν ὀνόματος ἀντιποιῇ, πρὸς τὴν αἰτίαν ταύτην οὐδὲν· ἀλλ’ ἕως ὁ νόμος οὗτος κύριος, παρανόμων ἁλίσκῃ. εἰ μὲν γὰρ ἄλλο τι σχῆμα τοῦτο τὸ σὸν, καὶ τῶν ἐξ ἀρχῆς τεθέντων οὐδενὸς ὅμοιον, οὐδὲ τούτων αὐτὸς εἶναι τῶν ἐπισκόπων τῶν νόμῳ ἐδείκνυς ὁριζομένων, καλῶς ἂν εὗρες, οἷς ἂν τὰς δίκας τοῦ νόμου τούτου διέφυγες· ἐπεὶ δ’ οὐδὲν ἕτερον εὑρήσεις σαυτὸν, κἂν σφόδρα ζητήσῃς, ἢ ὃν ἐπίσκοπον μητροπόλεως οἱ νομοθέται καλοῦσιν, ὑπόλοιπον ἢ παρανομεῖν ὁμολογεῖν, ἢ σαυτῷ βουλόμενον ἀμύνειν, τοῦ νόμου κατηγορεῖν ἀδικίαν, ὃν σέβειν ὀμώμοκας. εἰ δὲ τὸ δεύτερον ἐπιορκία καὶ παρὰ τὰς συνθήκας, ἑλοῦ τὸ πρῶτον.