Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Κατὰ ζηλωτῶν (Νόθος)

Νικόλαος Καβάσιλας

Καταδίκη της σιμωνίας και της εκμετάλλευσης των χειροτονουμένων

Σφοδρός έλεγχος της διαφθοράς κατά τις χειροτονίες, αναίρεση των δικαιολογιών περί νόμιμων αμοιβών ή εθιμικών δωρεών και παρομοίωση της πώλησης της θείας χάριτος με την προδοσία του Ιούδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 5 από 8

καίτοι οὐδὲ τῷ τὸν δεσπότην ἀποδομένῳ δούλῳ καὶ τοῖς πριαμένοις Ἑβραίοις ἀνεκτοτέραν εἰργάσατο τὴν κατηγορίαν τὸ μὴ τολμῆσαι χρήσασθαι τῷ τιμήματι, ἀλλὰ τὸν μὲν ἐν τῷ ναῷ ῥῖψαι, τοὺς δὲ ὑπὲρ τῶν ξένων ἀναλῶσαι· ἀλλ’ οὐδὲν ἧττον εἰσὶ μιαροὶ καὶ σκηπτῶν ἄξιοι καὶ βαράθρων, ὅτι τὸν μόνον ἐλεύθερον ὡς ἂν αὐτοῖς ὀφείλοντα δουλείαν ἀλλήλοις μισθοῦ παρεῖχον. οὐκοῦν οὐδὲ σὲ πτωχοῦ πρόνοια καὶ ξένων, καὶ τοιαῦται προφάσεις τῆς ἴσης γεέννης ἐξέλοιντ’ ἂν, τὰ ἴσα τολμῶντα. καὶ μὴ θορυβήσῃς· οὐ γὰρ ἐμὸς ὁ λόγος, ἀλλ’ αὐτῶν τῶν νομοθετῶν. ὁ γὰρ ἐπὶ χρήμασι τὴν ἱερωσύνην διδοὺς δοῦλον ποιεῖ τὸ πνεῦμά, φησι. καὶ τοσούτῳ διαφέρεις ἐκείνων, ὅτι οἱ μὲν εἰς τὸν υἱὸν ὕβρισαν, σὺ δὲ εἰς τὸ πνεῦμα, τοὺς ὁμοτίμους.

Ἐπεὶ καὶ περὶ τὰς ψήφους, ὡς οὐ διέφθορας, οὐκ ἔχεις εἰπεῖν· οὐ γὰρ ἀγαθοὺς, ἀλλὰ τοὺς πονηροὺς αἱρῇ. τί γὰρ μιαρώτερον ἢ ἀνοητότερον ἀνδρὸς οὕτω περὶ τὴν ἀρχὴν μεμηνότος, ὃς ἵνα τύχῃ λαβὼν, καὶ τοῦτο κακῶς, τά τε ὄντα διαφθείρων ἀνέχεται καὶ περὶ τὸν θεὸν ἀσεβῶν· εἰ γὰρ καὶ τἄλλα ἀγαθὸν τοῦτον εἶναι δοίη τις, πρός γε τὴν ἱερωσύνην οὐδὲν αὐτῷ κοινὸν, εἴ γε δεῖ τοῖς νομοθέταις πιστεύειν αὐτοῖς. εἰ δὲ τὰς ψήφους ὀρθὰς εἶναι δείξεις, τὸ εἰς σὲ ἧκον, τό γε τὴν χεῖρα πιπράσκειν καὶ κάπηλος εἶναι τῆς χάριτος οὐκ ἂν φύγοις, κἂν πάντα εἴπῃς. οὐ γὰρ ὅτι τὸ δῶρον, οὐ τίμημα, καλεῖς, οὐδ’ εἰς τὸ πωλητήριον ἐμβάλλεις, οὐδὲ κηρύττεις ἐπὶ τῆς ἀγορᾶς ὅσου πιπράσκεις, καὶ βοῇ τοὺς ὠνεῖσθαι βουλομένους ἀθροίζεις, ἀλλ’ ὀνόμασι χρῇ σεμνοτέροις καὶ ὁ οἰκίσκος σύνοιδέ σοι μόνος τὸ συνάλλαγμα καὶ νυκτὸς καὶ σκότους τοῦτο ποιεῖς, ἤδη καὶ τὴν οὐσίαν αὐτὴν ἀμείβειν δυνήσῃ τοῦ πράγματος, καὶ ἀντὶ πράσεως καὶ καπηλείας ἄλλο τι σεμνὸν ποιεῖν· ἢ καὶ τὸν λίθον εἰ χρυσὸν ὀνομάσεις, χρυσὸν εἶναι δεήσει τὸν λίθον, καὶ τὸν τοιχωρύχον εἰ μὴ τοιχωρυχεῖν εἴποις μηδὲ κακουργεῖν, ἀλλ’ οἰκονομεῖν νυκτὸς τὰς οἰκίας, καὶ τῆς δίκης ἂν ἐξέλοιο καὶ τοῦ τῶν ἀγαθῶν ἀνδρῶν ἐγγράψαιο χοροῦ;

ἀνθρώπους πείθομεν, φησὶ Παῦλος, θεῷ δὲ πεφανερώμεθα· σοὶ δὲ οὐδὲ τῶν ἀνθρώπων οὐδεὶς πείσεται ἀπὸ τῆς τῶν ὀνομάτων ἀμοιβῆς τὴν ἀληθῆ περὶ τῶν πραγμάτων ἀμεῖψαι δόξαν. ὡς γὰρ οὐ τὰ πράγματα τοῖς ὀνόμασιν, ἐκεῖνα δὲ τούτοις ἀκολουθεῖ, λέληθεν οὐδένα τῶν πάντων· καὶ πρᾶσιν οὐδὲν ἕτερον ἴσασιν, ἢ τὸ μὲν δοῦναι, τὸ δὲ ὑπὲρ ἐκείνου λαβεῖν. τοῦτο γοῦν τὸ λαβεῖν ὁ νόμος ἐκώλυσε, σὺ δὲ λαμβάνων ᾧ χαίρεις κάλει τὸ πρᾶγμα· κἂν γὰρ τὰ πάντων σεμνότατα καλέσῃς, παρανομεῖς. ὡς γὰρ οὐ προῖκα δίδως, αἱ χεῖρες βοῶσι. σκέψαι γὰρ, εἰ τὴν ἐν ταῖς πολιτείαις ὠνὴν καὶ πρᾶσιν, αἳ συνέχουσι τὰς πόλεις, μέχρι τῶν ὀνομάτων μόνων ἐξέβαλες καὶ τὸν νόμον εἰσήνεγκας τοῦτον, διδόναι μὲν ἅπαντας καὶ λαμβάνειν ὑπὲρ ὧν διδόασιν ἅπερ ἂν ἀλλήλων δέοιντο, πρᾶσιν δὲ μηδαμοῦ καλεῖν μηδὲ πωλητήριον μηδ’ ὤνιον ἢ τιμὴν, ἀλλ’ ἀμφότερα δωρεὰς, ἆρ’ ἂν ᾔσθετο τινὸς ἡ πόλις βλάβους ἢ ὠφελείας, καὶ χείρων ἐγένετο περὶ τὰς κοινωνίας ἢ βελτίων, παρὰ τὸ σχῆμα τοῦτο καὶ τοὔνομα; καὶ τίς ἂν φαίη νοῦν ἔχων; οὐ γὰρ ἡ φωνὴ προσθεῖναι δύναιτ’ ἂν οὐδὲν τοῖς πράγμασι καὶ μεταβολὴν ἐνεγκεῖν.

Εἰ τοίνυν δεξίωσιν ὁ διδοὺς τὰ δῶρα καλεῖ καὶ φιλοφροσύνην ἢ φόρον ὑμῖν ὡς δεσπόταις ὀφειλόμενον, οὐ τοῖς ῥήμασι προσέχειν ἐχρῆν, ἀλλ’ ὡς ἔχει γνώμης σκοπεῖν· καὶ οὐκ ἂν ἔδωκε μὴ λαβεῖν ἀσφαλῶς ἐλπίσας ἢ λαβὼν ἤδη καὶ κατέχων. εἰ τοίνυν οὕτω δίδωσιν ἐκεῖνος, σὺ δὲ εἰδὼς οὕτω διδόντα προσίῃ, τῆς τε γνώμης τῆς αὐτῆς μετέχεις αὐτῷ καὶ τῆς καπηλείας κοινωνὸς εἶ, καὶ ἃ λαμβάνεις, τιμὴν λαμβάνεις ὧν δίδως, καὶ οὕτως ἀμφοτέρων ἕνεκα τὸ πρᾶγμα πρᾶσίς ἐστιν ἐναργὴς· οἱ δὲ θεῖοι πατέρες τὸ πιπρασκόμενον ἐνταῦθα τὸ πνεῦμά φασι. τί οὖν οὕτω φαῦλον κέρδος οὕτω μεγάλων κινδύνων ὠνῇ, καὶ ἵνα μικρὸν ἀργύριον καλῶς ἀναλώσῃς μετὰ τῶν ἠτιμωκότων τὸ πνεῦμα τάττεις σαυτόν; καίτοι οὐδὲ τοῦτο τοὺς νομοθέτας εἰκὸς ἀγνοεῖν, ὡς εἰς τὸ δέον ἅπερ ἂν λάβῃς ἀναλώσεις, ἀλλ’ ὅμως ἀπεῖπον, τοῖς γὰρ ἐπισκόποις ταῦτ’ ἔγραψαν. καλοῦσι δὲ οὕτως, οὐ πλεονέκτας οὐδ’ ἀσώτους καὶ φαύλους τινὰς ἀνθρώπους, ἀλλὰ δικαίους καὶ σώφρονας καὶ ἐλευθερίους καὶ φιλανθρώπους καὶ τἄλλα χρηστούς. τούτους τοίνυν ἐκώλυσαν ἀπὸ τῆς χειρὸς εὐπορεῖν, τοὺς ἐν πάσῃ δαπάνῃ τὸ δοκοῦν τῷ θεῷ ζητοῦντας. εἰ γὰρ τοὺς πονηροὺς εἴποις, πρῶτον μὲν πῶς εὔλογον, οὓς οὐδὲ προῖκα τὰ τῶν ἱερέων πράττειν αὐτοὶ συγχωροῦσιν;

ἔπειτα, εἰ καὶ τοῦτο δώσομεν, τοιούτων ἐπισκόπων αὐτοὺς ἀνέχεσθαι καὶ τούτοις ἀνατιθέναι τὸν νόμον, τίνα ἂν ἔχοι λόγον, εἰ ψυχὰς αὐτοῖς ἐπέτρεψαν καὶ χρήματα καὶ πόλιν ὁλόκληρον, περὶ ὀβολῶν ὀλίγων διαπιστεῖν; οὔκουν περὶ τῆς δαπάνης δεδοικότες ταῦτ’ εἶπον, οὐδὲ τοῦτ’ αὐτοῖς ὁ νόμος ἐβούλετο, πολλοῦ γε καὶ δεῖ. τί οὖν ἂν εἴποι τις; εἰ μὲν καὶ τὴν αἰτίαν οὐ προσετίθεσαν ἐκεῖνοι τοῦ νόμου, κἂν ἡμᾶς εἰκάζειν εἰκὸς ἦν· νῦν δὲ αὐτοὶ λέγουσιν ὑπὲρ οὗ τὰ δῶρα ταῦτα κακίζουσιν· ἵνα μὴ δοῦλον ᾖ τὸ πνεῦμά, φησι, πιπρασκόμενον. ἀκούεις; ἔτ’ οὖν ἄλλον ἐροῦμεν εἶναι τοῦ νόμου σκοπόν; οὐδὲ γὰρ οὐδ’ αὐτὸς ἀξιώσαις τοὺς νομοθέτας αὐτοὺς περιορᾶν καὶ μὴ πείθεσθαι τὴν ἑαυτῶν μηνύουσι γνώμην ἐν οἷς εἶπον αὐτοὶ, σοὶ δὲ ἕπεσθαι, διάνοιαν ῥημάτων ἀλλοτρίων στοχαζομένῳ.

Ἔνιοι δὲ καὶ βασιλέων εἶναι νόμους φασὶν, οἳ κελεύουσι τόσα καὶ τόσα καταβάλλειν τοῖς τελέσασι τοὺς ἱερωμένους. εἰ μὲν οὖν αὐτοῦ τοῦ τελεσθῆναι χάριν, σαφῶς τὸν τοῦ θεοῦ λύουσι νόμον· οὐδεὶς δὲ οὕτω σφόδρα βασιλεὺς, ὥστε θεοῦ προτιμηθῆναι καὶ ψήφου κύριος εἶναι παρανομῶν. καίτοι οὐκ ἀνθρώπων οὐδενὶ μόνον, ἀλλ’ οὐδὲ ἀγγέλῳ προσέχειν τὸν νοῦν ὁ Παῦλος ἠξίωσεν, εἴ τις ἄλλο τι παρὰ τοὺς κειμένους νόμους τολμήσει εἰπεῖν. εἰ δὲ τὴν μὲν τελετὴν προῖκα ποιεῖσθαι κελεύουσιν, ἄλλην δέ τινα παρεῖχον αὐτοῖς οἱ τελεσταὶ μετὰ τὴν ἱερωσύνην διακονίαν, ἣν ἀμισθὶ λαμβάνειν ἐκείνους ἄγνωμον ἦν, ἢ καὶ σὺ δεῖξόν τι τοιοῦτον εἰς αὐτοὺς εἰργασμένον, ἢ μηδὲν ἔχων πλὴν τῆς τελετῆς εἰπεῖν, αὐτὴν ὁμολόγει πιπράσκειν.

Τί οὖν; οὐδὲ μετὰ τὸ τελεσθῆναι τὸν ἱερέα, τὸν τελέσαντα καὶ τὸν περὶ αὐτὸν χορὸν ἀναπαῦσαι πόνων καὶ θρέψαι καλὸν; —ἑκόντα μὲν οὖν καὶ προθυμούμενον, οὐ τούτους μόνον, ἀλλ’ ἑκάστοτε καὶ πάντας ἔξεστι τρέφειν· ὅταν δὲ καθάπερ τινὰ φόρον ἀναγκαῖον ταῦτα εἰσπράττωνται καὶ δακρύοντες τοῖς ὀψοποιοῖς διαλέγωνται, καὶ καταρώμενοι ταῖς κοιλίαις τῶν εὐωχουμένων τοὺς ὀβολοὺς ἀναλίσκωσι, καὶ μάλιστ’ ἂν ὦσι πένητες καὶ, τῷ μηδὲν εἰσενεγκεῖν οἴκοθεν ἔχειν, ἐπὶ μεγάλοις τόκοις χρησάμενοι δαπανῶσιν, οὐκ οἶδα τί χρὴ τὸ πρᾶγμα καλεῖν. οὔτε γὰρ αἰσχρότερόν <τι> τῆς τραπέζης ἐκείνης οὔτε ἀπανθρωπότερον, εἰ μάζης ἕνεκα καὶ κόρου μιᾶς ἡμέρας βίαιος εἶ καὶ παράνομος, τὸν μὲν ἀδελφὸν ἄγχων καὶ διαφθείρων τῷ θεῷ δὲ ἀφανίζων τὴν δόξαν καὶ τὸν εὐεργέτην ἀποστερῶν καὶ συκοφαντῶν τὴν χάριν, καὶ τὴν αὐτοῦ δωρεὰν οὐκ ἐῶν ἔτ’ εἶναι δωρεὰν— πῶς γὰρ ἂν οὕτω καλοῖτο τὸ μετὰ ζημίας κτηθὲν—σαυτὸν δὲ καταισχύνων καὶ ἀντὶ ποιμένος καὶ διακόνου χάριτος, κάπηλόν τινα καὶ μισθωτὸν ἀποφαίνων. καὶ οὕτω προδίδως μὲν τἀξίωμα σαυτοῦ καὶ τὴν προεδρίαν, ἵνα καταφάγῃς ὥσπερ Ἠσαῦ, καταλύεις δὲ τὸ ἔργον τοῦ θεοῦ βρώματος ἕνεκα, Παῦλος εἶπε, καίτοι πρὸς δόξαν θεοῦ τά τε ἄλλα ποιεῖν καὶ ἐσθίειν καὶ πίνειν κεκελευσμένος. πῶς οὖν καθεύδεις οὕτω δειπνήσας; τίσι χρώμενος λογισμοῖς τὸ συνειδὸς πείθεις ἠρεμεῖν;

μὴ γὰρ οὐ τεθνήξῃ μόνος ἀνθρώπων;