Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Κατὰ ζηλωτῶν (Νόθος)

Νικόλαος Καβάσιλας

Καταχρήσεις της ιεραρχίας και καταπάτηση των εκκλησιαστικών δικαιωμάτων

Καταδικάζεται η αρπαγή των περιουσιών των θανόντων κληρικών και των πόρων των υποκείμενων επισκοπών από τους μητροπολίτες. Αναλύεται η διάκριση μεταξύ της ποιμαντικής διακονίας και της σχέσης του μισθωτού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 6 από 8

Ὑμεῖς δὲ καὶ ταῖς οἰκίαις ἐνσκήπτετε τῶν ἱερέων τεθνηκότων, καὶ τὰς ἀπὸ τοῦ κοινοῦ προσόδους ἁρπάζετε, τῶν νόμων κελευόντων τὰς μὲν τηρεῖσθαι τοῖς ἐκδεξομένοις αὐτοὺς, τὰς δὲ τοῖς κληρονόμοις τῶν ἐπισκόπων, εἴ τινές εἰσι, συγχωρεῖν. ἀλλ’ ὑμεῖς οὔτε τούτων πατουμένων φροντίζοντες, χρῆσθε ὅ, τι βούλεσθε· τί τοῖς τεθνηκόσιν ἐγκαλεῖν ἔχοντες, εἰπέ μοι; τί τοῖς ζῶσι; τί ταῖς πόλεσι; τί τοῖς νομοθέταις αὐτοῖς; οὐ συνέθεσθε ταυτὶ τὰ γράμματα σέβειν; οὐκ ὀμωμόκατε; οὐ τὸν θεὸν ἐνταῦθα καὶ τὴν γερουσίαν ἅπασαν ἐμαρτύρασθε; οὐκ ἐπὶ τούτοις ἤρθητε; οὐχ ἵνα σῴζητε τοὺς νόμους, ἐπὶ τὸν θρόνον ἀνέβητε τοῦτον; τί οὖν τὸ πεῖσαν πάντων ἐκείνων ἐπιλαθομένους φαύλων ἕνεκα λημμάτων τοιαῦτα ἀσχημονεῖν; ὁ μὲν γὰρ νόμος οὐδὲν ἔχει σκοτεινὸν οὐδὲ γρῖφον, ἀλλ’ ἁπλῶς οὕτω καὶ σαφῶς ἀπάγει τῶν ἀλλοτρίων ὑμᾶς. σὲ δὲ ὃ ποιεῖ τούτων κύριον ἐκ τῶν δικαίων οὐκ ἂν εὕροις, οὐδ’ ἂν μυριάκις τὴν δαπάνην εἴπῃς ὡς θεοφιλῆ καὶ λυσιτελῆ· δέδεικται γὰρ ὡς οὐδένα ταῦτ’ ἔχει λόγον. τί οὖν ὑπόλοιπον προφασίζῃ; —πένης εἰμί, φησι. —διὰ τοῦτο τοίνυν τοῖς ἀλλοτρίοις ἐπιπηδήσεις, καὶ ἧττον παρανομήσεις, ὅτι πένης εἶ; ἐκείνους μὲν τοῦτο πείσειεν ἂν φιλανθρωποτέρους γενέσθαι, σὲ δὲ οὐδὲν μᾶλλον ἐργάσαιτο δίκαιον μὴ βουλομένους ἀποστερεῖν· ὅτι χωρὶς μὲν ὁ ἔλεος, χωρὶς δὲ τὸ δίκαιον.

σὺ δ’ ἐπειδὰν μὲν ἄλλοις δικάζῃς, τὸ δίκαιον ἐπιγινώσκεις, καὶ οὔτε τῷ πένητι καλλίω ψῆφον δίδως διὰ τὴν πενίαν, οὔτε τοῖς πλουτοῦσι χείρων γίνῃ διὰ τὸν πλοῦτον, ἀλλ’ ὁμοίως εἰσπράττεις κἀκείνους ἅπερ ἂν λάβῃς ἀδικοῦντας, οὐδ’ ἐπιτρέπεις τοὺς ἀπόρους ἀπὸ τῶν εὐπόρων ἁρπάζειν οὐδὲν, ἀλλ’ εὖ ποιεῖν ἐκείνους παραινῶν, ἂν ἑκόντες οὐ δῶσιν, οὐδὲν πλέον προστίθης· ὅταν μέντοι δέῃ σαυτὸν ὠφελεῖν, οὐκ αἰσχύνῃ τὴν ἐναντίαν ἐκφέρων; —ἀλλ’ ὀφείλεται ἡμῖν, φησι, διὰ τὸ εὐαγγέλιον· ὁ γὰρ κύριος ἐκέλευσε τοὺς ἐργαζομένους τὸ εὐαγγέλιον ἐκ τοῦ εὐαγγελίου ζῆν. —οὐκοῦν ἐκείνους ἐνταῦθα μιμῇ τοῦς ἀοίκους, τοὺς γυμνοὺς μικροῦ, τοὺς ἀνυποδέτους; ἐκεῖνοι παρὰ διδόντων καὶ σφόδρα βουλομένων ἐλάμβανον, καὶ τοῦτο νόμον ἔθεσαν, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης, καὶ μηδὲν ἔχοντες οἴκοθεν αὐτοὶ καὶ ὧν ἀνάγκη τῷ σώματι—ταῦτα γὰρ ἂν σημαίνοι τὸ ζῆν—καὶ παρ’ ἐκείνων ἕκαστος, οἷς τὰ περὶ τῆς σωτηρίας ἄγγελος ἦν. σὺ δὲ ἁρπάζεις καὶ βοῶντας καὶ ὀδυρομένους λωποδυτεῖς, οἰκίαν ἔχων καὶ ἵππον καὶ οἰκέτην καὶ παράσιτον, οἶμαι, καὶ ἀργύριον καὶ κιβώτιον· ὅθεν οὐ πλήρωμα τῆς ἐνδείας ὃ τυγχάνεις λαμβάνων, ἀλλὰ προσθήκην ἔχει τοῖς περιττοῖς, καὶ οὐ παρ’ ἐκείνων ὧν εἶ ποιμὴν, ἀλλοτρίας δὲ συλᾷς πόλεις· οὕτω τὴν ἐναντίαν ἐκείνοις ἐν ἅπασι χωρεῖς.

πῶς οὖν οὐκ αἰσχρὸν ἀπολογίαν ποιεῖσθαι τοὺς ἄνδρας, πρὸς οὓς οὐδὲν κοινὸν ἔχεις καὶ οἷς οὐδὲν πράττεις ὅμοιον;

Ἀλλ’ ἐμά, φησιν, ἐκεῖνα καὶ οἱ μὴ διδόντες ἀδικοῦσι· ποιμὴν γὰρ ἁπασῶν ἐγὼ, καθάπερ ἕκαστος τῆς αὑτοῦ· κἂν λάβω παρ’ ἀκόντων, οὐκ ἀδικῶ. —μάλιστα μὲν καὶ οὕτω παρανομήσεις· καὶ ὧν γὰρ εἶ ποιμὴν, οὐδὲ τούτους βιάσῃ, τοῦ νόμου τοῦτο κελεύοντος. ἔπειτα, εἰ καὶ τῆς πόλεως ἐπίσκοπος εἶ, τί μᾶλλον διὰ τοῦτο τὰς ἀποίκους καρποῦσθαι πόλεις δίκαιος εἶ; ὁ γὰρ νόμος οὐ πρὸς τοὺς πολλοὺς οὐδὲ κατὰ τῶν τοὺς ὁμοφύλους ἠδικηκότων, ἀλλὰ τὸν ὑπὲρ τούτους, τὸν τῆς μητροπόλεως ἐπίσκοπον, σὲ τοῦτον, τῶν ἐν ταῖς ἀποίκοις χρημάτων ἀπέχεσθαι κελεύει τῶν ἱερῶν. εἴτε οὖν ἐπίσκοπον τούτων σαυτὸν ἀξιοῖς εἶναι δικαίως, εἴθ’ οὗ μὴ προσῆκεν ὀνόματος ἀντιποιῇ, πρὸς τὴν αἰτίαν ταύτην οὐδὲν· ἀλλ’ ἕως ὁ νόμος οὗτος κύριος, παρανόμων ἁλίσκῃ. εἰ μὲν γὰρ ἄλλο τι σχῆμα τοῦτο τὸ σὸν, καὶ τῶν ἐξ ἀρχῆς τεθέντων οὐδενὸς ὅμοιον, οὐδὲ τούτων αὐτὸς εἶναι τῶν ἐπισκόπων τῶν νόμῳ ἐδείκνυς ὁριζομένων, καλῶς ἂν εὗρες, οἷς ἂν τὰς δίκας τοῦ νόμου τούτου διέφυγες· ἐπεὶ δ’ οὐδὲν ἕτερον εὑρήσεις σαυτὸν, κἂν σφόδρα ζητήσῃς, ἢ ὃν ἐπίσκοπον μητροπόλεως οἱ νομοθέται καλοῦσιν, ὑπόλοιπον ἢ παρανομεῖν ὁμολογεῖν, ἢ σαυτῷ βουλόμενον ἀμύνειν, τοῦ νόμου κατηγορεῖν ἀδικίαν, ὃν σέβειν ὀμώμοκας. εἰ δὲ τὸ δεύτερον ἐπιορκία καὶ παρὰ τὰς συνθήκας, ἑλοῦ τὸ πρῶτον.

Ἀλλ’ οὐδ’ οἷς ἐξηπατήθης ὡς εἴης ἐπίσκοπος τῶν ἀποικιῶν, οὐδὲ ταῦτ’ ἐξελέγχειν πολλῶν καὶ ποικίλων γένοιτ’ ἂν λόγων· τίνα δὲ ταῦτα; τοὺς ἐπισκόπους ἑκάστης αὐτὸς αἱρῇ καὶ τὴν χεῖρα δίδως καὶ τὸ πνεῦμα καλεῖς· καὶ διὰ τοῦτο τοῦ θρόνου δράττῃ, καὶ τὴν πόλιν σαυτοῦ πόλιν εἶναι νομίζεις; σοὶ δὲ οὐκ ἔστιν, ὃς τῶν αὐτῶν ἁπάντων ὑπῆρξεν καὶ εἰς τὴν τράπεζαν ἤγαγε καὶ τῆς κεφαλῆς ἥψατο καὶ τὴν ἱερωσύνην ἀνεῖπεν; οὐ γὰρ οἴκοθεν καὶ παρὰ σαυτοῦ ταῦτ’ ἔχεις λαβών. οὐκοῦν διὰ τοῦτο καὶ τῆς ποιμαντικῆς κοινωνείτω καὶ τὴν πόλιν ἀγέτω καὶ τὸν ἐπίσκοπον πανταχοῦ δεικνύτω, σὺ δὲ μὴ χαλέπαινε, μηδ’ ἡγοῦ παρανομεῖν. εἰ δὲ καὶ λόγον ὑπέχειν δεῆσαν, αὐτὸς δικάζεις, τίς ἐκέλευσε νόμος μερίτας ἢ κληρονόμους εἶναι τῶν ὄντων τοῖς δικαζομένοις τοὺς δικαστάς; σοὶ δὲ καὶ οὗτοι δικάζουσιν, ἀλλ’ οὐκ ἂν ἀνάσχοιο τῆς ἀρχῆς οὐδ’ ὄναρ αὐτοὺς ἰδεῖν κοινωνούς. πῶς οὖν ταὐτὰ μὲν δίδως τοῖς ἄλλοις ἃ παρ’ ἑτέρων λαμβάνεις, οὐ τῶν αὐτῶν δὲ μεταδίδως ἔπειτα τοῖς δεδωκόσιν ὧν τυχεῖν παρὰ τῶν εὖ παθόντων αὐτὸς ἀξιοῖς; ἀλλ’ ὅτι τοῦτο ἄδικον καὶ νόμων πολέμιον, σαυτῷ μὲν ἀμύνων δῆλος εἶ καλῶς ἐπιστάμενος, ἂν δ’ ἄλλοις ἐπιθέσθαι θελήσῃς, εὐθὺς ἠγνόησας. μᾶλλον δὲ, τί δεῖ λόγων ἑτέρων;

αὐτὸ σκέψασθαι δεῖ παραλιπόντας, ὅ, τι παρ’ ἑκάστῃ πόλει τῶν ἐπισκόπων γίνεται μόνον· κἂν φανῇς ἐν ταῖς ἀποικίαις ἔχων αὐτὸς, τότ’ ἤδη τὴν γνώμην κυροῦν· εἰ δὲ μὴ, μηκέτ’ ἐνοχλεῖν μάτην περὶ τῶν ἀλλοτρίων, τοῖς κεκτημένοις ἀμφισβητοῦντα. τίνα δ’ ἐστὶν ἐκεῖνα; τὸ μηδενὸς ἐπιτρέψαντος τὸ θυσιαστήριον εἰσιέναι καὶ τὰ μυστικὰ θύειν, καὶ εἰς τὸν αὐτόθι θρόνον καθίζειν τὸν ἱερὸν. ταῦτα δὲ τίς οὐκ οἶδεν, ὡς ἐν μὲν τῇ σαυτοῦ πόλει ποιῶν οὐκ ἀδικήσεις, ἂν δ’ ἑτέρωθί που τολμήσῃς, πολὺς ὁ κίνδυνος. πῶς οὖν ἐπίσκοπόν σε προσεροῦμεν πόλεως ἧς τὸν ἀρχικὸν θρόνον ὁ νόμος οὐδὲ προσιδεῖν ἐᾷ; σὺ δὲ ᾤου, τοῖς βασιλεῦσιν ὁμοίως, τῶν πόλεων μὲν πέμπειν ἡγεμόνας ἑκάστῃ, πασῶν δ’ οὐδὲν ἧττον ἄρχειν.

Καὶ τοῦτο τοὺς εὐηθεστέρους τῶν ἱερέων ἐξαπατῆσαν, μυρίων ἐνέπλησε τὰς πόλεις κακῶν. ἔστι δὲ οὐ τοιοῦτον, οὐδὲ ταύτην πρὸς τοὺς ἄλλους σῴζεις τὴν τάξιν, οὐδ’ ἐγγὺς, ἀλλ’ ἣν πρὸς τοὺς γάμους ὁ νομοθέτης ἔχει καὶ ὁ νυμφαγωγὸς· ἐκεῖνοι γὰρ αὐτοὺς καθιστάντες, καὶ τὰς γυναῖκας συνοικίζοντες τοῖς ἀνδράσιν, ὁ μὲν τῷ προμνᾶσθαι, ὁ δὲ τῷ τὸν τρόπον ὁρίζειν ὃν ἄγεσθαι δεῖ, τοῦ λοιποῦ τῶν οἰκιῶν ἀπέχεται. καὶ ἵν’ εἰδῇς, σκέψαι τὸ παράδειγμα τῆς ἱερωσύνης, τὸν Χριστὸν, καὶ οὗ μίμημα πᾶς ὁστισοῦν· τί οὖν ἐκεῖνος, οὐ δεσπότης καὶ νυμφίος τῆς ἐκκλησίας ἐστίν; οὐκοῦν ἐπειδάν τινι πόλιν ἐγχειρίζῃς, αὐτὸς νυμφαγωγὸς εἶ, καὶ πρὸ τούτου τὸν πρέποντα ζητῶν, τὰ νομοθέτου ποιεῖς· ἀλλ’ οὔτε ἐκεῖνοι τὰς γυναῖκας ἡγοῦνται προσήκειν ἑαυτοῖς ἢ τὰς τῶν γυναικῶν οὐσίας ἢ κύριοί γε εἶναι τῶν ὄντων οὑτινοσοῦν, ὅτι τὴν οἰκίαν αὐτοῖς συνεκρότησαν ἅπασαν, οὐ ζώντων, οὐ μετὰ τελευτὴν τῶν ἀνδρῶν, οὔτε σὺ δίκαια ποιήσεις, εἰ τὰ τῶν ἄλλων ποιμένων σαυτοῦ νομιεῖς.

καὶ γὰρ θυσιαστηρίων καὶ θρόνων τῶν ἐν ταῖς ἀποίκοις τούτου χάριν ὁ νόμος ὑμᾶς ἐξέβαλε, καὶ πρός γε τῶν θυρῶν αὐτῶν τῆς πόλεως, πρὶν ἢ μαθεῖν καὶ κελεῦσαι τὸν ἐπίσκοπον, ἐπιβαίνειν οὐ συνεχώρησεν· τοῦτο μὲν ἵνα μάθῃς ὡς μιᾶς πόλεως ἐγένου ποιμὴν, τοῦτο δὲ τὸ σχῆμα τῆς ἀρχῆς ὁποῖον, ὡς οὐ δεσπότης εἶ καὶ τὰ σαυτοῦ δίδως τοῖς ἄλλοις οἰκονομεῖν, πρὸς τὴν ὅλην ἀρχὴν καθάπερ διακόνοις ἐκείνοις χρώμενος, ἀλλ’ ἑνὸς δεσπότου πάντες περιέπετε νύμφην καὶ ὅπως καλὴ καὶ ἄμωμος αὐτῷ τηρηθῇ φροντίζετε, καὶ ἱερᾶσθε πάντες ὁμοίως διὰ τὴν ἐκείνου χάριν, τοῦτο μόνον ἀλλήλοις, τὴν χεῖρα, δανείζοντες. οὔτε τοίνυν ἐκείνων παρακερδανεῖς οὐδὲν, οὔτε τῶν ὑπὸ χεῖρα μὴ βουλομένων· οὐ γὰρ ἀπαιτήσεις αὐτὸς οὐδὲ βιάσῃ, κἂν ἐκείνους ὁ νόμος κελεύῃ τῶν ὄντων ὑμῖν κοινωνεῖν, ἢ τὸν ποιμένα ἀπολέσεις· οὐ γὰρ ἂν δύναιο ποιμὴν ἔτ’ εἶναι μισθοφορῶν, ὅτι ποιμαντικῆς καὶ μισθαρνίας πολὺ τὸ μέσον. ἐπεὶ μηδ’ ἄλλο τι καλέσεις ὃ λαμβάνεις ἢ μισθὸν, τὸν τρόπον τοῦτον λαμβάνων.

Ἔστι μὲν γάρ τι καὶ τοῖς ἀγαθοῖς ποιμέσι παρὰ τῶν ἀρχομένων, καὶ λαμβάνουσιν, ἀλλ’ εἴ τις ἑκὼν δίδωσι· δοῦναι δὲ μὴ βουλομένοις οὐκ ἐνοχλοῦσιν. ὃ τοῖς μὲν διδοῦσιν εὐγνωμοσύνης ἀπόδειξιν ἔχει, τὸν ποιμένα δὲ οὐδὲν μᾶλλον εἶναι ποιεῖ μισθωτὸν· οὐ γὰρ ἀπὸ τῆς γνώμης τῶν διδόντων, ἀλλ’ ἐξ ὧν ἐκεῖνοι βούλονται καὶ γινώσκουσι, κρινοῦμεν αὐτοὺς καὶ καλέσομεν. σὺ δὲ ἀπαιτῶν, εἰ μὲν εἰκῇ καὶ οὐδενὸς χάριν, ἀδικεῖς καὶ τὰ λῃστῶν ποιεῖς· εἰ δ’ ὅτι ποιμὴν εἶ, τῆς ἱερωσύνης μισθὸν λαμβάνεις. καὶ ἵν’ εἰδῇς ὡς τοῦτ’ ἐστὶ μισθὸν ἔχειν, οὐ τὸ λαμβάνειν ἁπλῶς, ἀλλὰ τὸ ἀπαιτοῦντα λαμβάνειν, σκέψαι τὸν παρὰ τῶν ἀνθρώπων τῆς ἀρετῆς ἔπαινον, τίσι γίνεται τῶν ἔργων μισθὸς· οὐ τοῖς ζητοῦσι καὶ πάντα ποιοῦσιν, ἀφ’ ὧν ἂν λαβεῖν δυνηθεῖεν; τοῖς γὰρ πρὸς θεὸν μόνον ὁρῶσιν ἔστι μὲν καὶ τὰ παρὰ τῶν ἀνθρώπων ἆθλα, τῶν ζώντων πρὸς ἐπίδειξιν οὐδὲν ἧττον, ὅτι δὲ αὐτόματα καὶ μηδὲν ὑπὲρ αὐτῶν μηχανωμένοις, οὐ λογίζεται μισθός.

Ὡς μὲν οὖν μισθοφορεῖς, δεικνύειν οὐ δεῖται λόγου. τοῦτο δὲ πρὸς τῷ αἰσχρῷ καὶ οὕτω σοι μεγάλην ἔχει ζημίαν, ὥστ’ εἰ καὶ δικαίως ἀπῄτεις καὶ τοῖς εἰσφέρουσιν οὐδὲν ἐπῆγε βλάβος ἡ χορηγία, τῶν κερδῶν δικαίως ἂν ἐξέκρουσε τούτων. πρῶτον μὲν γὰρ οὐδεμία σοι κείσεται παρὰ τῶν ἀρχομένων εὔνοια, ἐπεὶ οὐδ’ ὀφείλεται, ἀλλὰ καθάπερ τοῖς χειροτέχναις τῶν ἔργων ὅτι καταβάλλουσι τοὺς μισθοὺς οὐδεμίαν εἴσονται χάριν. ἔστι μὲν γὰρ πολλὴ χρεία ταῖς πόλεσι τούτου τοῦ γένους, κἄν τις ἐκβάλῃ τοὺς ἄνδρας, οὐδὲν κωλύει πᾶσας εὐθὺς ἀπολωλέναι τὰς πόλεις· καὶ γὰρ καὶ ἐνδύσασθαι καὶ σιτήσασθαι καὶ οἰκῆσαι καὶ ὑποδύσασθαι, καὶ ἀρόσαι καὶ πλεῦσαι καὶ τείχη περιβαλέσθαι καὶ ὅπλα, καὶ τἄλλα δι’ ὧν ἡμῖν ὁ βίος εὖ ἔχει καὶ συνέστη τὴν ἀρχὴν, χειροτεχνῶν ἔργα· καὶ εἰρήνης καὶ πολέμου τυγχάνειν καλῶς, καὶ διαφέρειν τῶν καιρῶν ἑκάτερον ᾗ προσῆκόν ἐστι καὶ συμφέρον, ἀμήχανον, μὴ τούτων τὰ αὐτῶν ἡμῖν εἰσαγόντων. τί δὲ τὸ κωλῦον σωτῆρας αὐτοὺς ἡγεῖσθαι καὶ ὑπερφιλεῖν καὶ κοινοὺς εὐεργέτας καὶ οἰκιστὰς καὶ πολιούχους καὶ τὰ τοιαῦτα ὀνομάζειν;

ὁ μισθὸς, οὗτος γὰρ πάντα αὐτοὺς ἀφαιρεῖται ταῦτα καὶ τῶν πολλῶν οὐκ ἐᾷ εἶναι βελτίους, τῶν τε μεγάλων τούτων ἀγαθῶν τοὺς εὖ παθόντας ὀφειλέτας ἔχειν οὐ συγχωρεῖ· ἀλλ’ οἱ μὲν ὑπὲρ τῶν συνεχόντων ἡμῖν τὸν βίον ταλαιπωροῦνται καὶ πονοῦσιν, οἱ δὲ διὰ τοὺς ἐκείνων πόνους εὖ πράσσοντες τῶν μὲν ὡς οὐδενὸς τῶν ἀγαθῶν αὐτοῖς αἰτίων ὑπερορῶσιν, ἑαυτοῖς δὲ καὶ τοῖς ὀβολοῖς τὴν χάριν γινώσκουσι· τὸν ἴσον τρόπον καὶ σὲ τὸ μισθοφορεῖν εὐνοίας ἁπάσης, αἰδοῦς ἁπάσης ποιμένι πρεπούσης ἀποστερεῖ.