Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Κατὰ ζηλωτῶν (Νόθος)

Νικόλαος Καβάσιλας

Ο πνευματικός χαρακτήρας των εκκλησιαστικών προσφορών

Αναδεικνύεται η αξία της εκούσιας προσφοράς και η αληθινή έννοια του ιερατικού μισθού. Στηλιτεύεται η αναγκαστική είσπραξη χρημάτων, η οποία προκαλεί σκάνδαλο, αποστέρηση των πενήτων και απώλεια του ηθικού κύρους των ποιμένων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 7 από 8

Μὴ γὰρ ἀπατῶ τοῖς φαινομένοις μηδὲ πρᾶγμα εἶναι νόμιζε τὴν σκηνὴν, εἴ σε πάντων φίλτατον καλοῦσι καὶ τιμιώτατον, ἀλλὰ τὰ μὲν εἶναι τοῦ δέους, εὐλαβουμένους μή τι χεῖρον εἰς αὐτοὺς ἐργάσῃ κακὸν, καθάπερ καὶ ἀνδραποδισταὶ τοῖς ἁλοῦσι τίμιοι καὶ τύραννοι καὶ λῃσταὶ τοῖς κατασχεθεῖσι καὶ τυραννουμένοις εἰσὶν· ἂν δ’ ὑπερβὰς τὸ προσωπεῖον ἐξετάσῃς τὴν γνώμην καὶ τὰ ἔνδον ἴδῃς καλῶς, σαυτὸν εὑρήσεις ἐκεῖ ποιμένος μὲν ἔχοντα μηδὲν, φαῦλον δέ τινα καὶ οἰκτρὸν ἄνθρωπον, χειρωνακτῶν καὶ καπήλων οὐδὲν βελτίω. ὃ τίνος οὐ χεῖρόν ἐστι ζημίας, εἰ τὰ πάντων φαυλότατα τῆς θαυμαστῆς ταύτης ἀπολαύσεις ἀρχῆς, οὐ ψυχὰς ἀνθρώπων ἑλῶν, οὐ γνώμας δουλωσάμενος, οὐ φιληθεὶς πρὸς ἀλήθειαν, οὐ τιμηθεὶς, ἀλλ’ ὥσπερ ἐν τοῖς δράμασιν οἱ τοὺς ὑπάτους καὶ τοὺς στρατηγοὺς εἰσιόντες, σχῆμα μόνον καὶ πλάσμα κερδάνας τιμῆς. ἔπειτα οὐδὲ τὰ πρὸς ἀνθρώπους δυστυχεῖς μόνον οὐδὲ μέχρι τούτου τὴν ζημίαν ἵστησιν ὁ μισθὸς, ἀλλὰ καὶ τῶν ἐν οὐρανῷ γερῶν ἐκβάλλει, τῶν τοῖς ποιμέσιν ἀποκειμένων· οὐ γὰρ ὀφειλέτην ἔτι τῆς ἱερωσύνης τὸν Χριστὸν ἕξεις, τὸ χρέος ἅπαν διαλυσάμενος ὀβολῷ· ἀδύνατον γὰρ ἐκείνων τε μὴ διαμαρτεῖν καὶ ταῦτα λαβεῖν, ἀλλ’ ἀνάγκη θάτερον.

ἐπεὶ μηδὲ τῶν πένησι χορηγούντων ἢ νηστευόντων ἢ προσευχομένων, οἳ τὸν θεὸν ἀθλοθέτην ἔχοντες τῶν ἔργων οὐκ ἀγαπῶσιν ἀλλὰ καὶ τῶν παρὰ ἀνθρώποις ἄθλων ἐρῶσιν, καὶ τούτων κἀκείνων δυνήσονται τυχεῖν, ἀλλ’ ἐνταῦθα τῆς ἀμοιβῆς τὸ πᾶν ἔχουσιν· ἀπέχουσι γάρ, φησι, τὸν μισθὸν αὐτῶν. καὶ ὥσπερ ἐκείνους οὐκ ἔστιν ἐν τῷ καιρῷ τῶν στεφάνων ἐλεημοσύνην ἐπιδείξασθαι ἢ ἐγκράτειαν ἢ ἄλλην ἡντινοῦν ἀρετὴν, ἧς τὸ ἔργον ἐν τῇ γῇ μικρᾶς ἀπέδοντο δόξης, οὕτως οὐδὲ σὺ μετὰ τῆς ἱερωσύνης τότε φανήσῃ τῷ δικαστῇ. καὶ πῶς ἀνέξῃ μετὰ τῶν ἰδιωτῶν τότε στῆναι καὶ τοῦ σεμνοῦ τούτου σχήματος ὀφθῆναι γυμνὸς, ἁπάσης ὁρώσης τῆς οἰκουμένης;

Τί οὖν ὁ Χριστὸς εἴ γε τὸ μισθοφορεῖν τοσούτων αἴτιον γίνεται κακῶν, ἐκ τοῦ εὐαγγελίου ζῆν ἐπιτρέψας μισθὸν ὀνομάζει τὸ πρᾶγμα; ἄξιος γάρ, φησιν, ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. — ἀπὸ τῆς γνώμης τῶν προσαγόντων, μεθ’ ἧς δεῖ προσάγειν, οὕτω καλεῖ, ἵν’ εἰδῶσιν ὡς οὐ χάριτας καταβαλοῦσι τοὺς διδασκάλους τρέφοντες, ἀλλὰ χρέος ἐκτίσουσι. τοῦτο δὲ αὐτοὺς, ὅπερ εἶπον, οὐ ποιεῖ μισθωτοὺς, ἀλλ’ ὅταν αὐτὸς ἑαυτὸν εἰς μισθοφορὰν καταστήσῃ, ὅταν προϊσχόμενος τὴν ἱερωσύνην τὰ τοιαῦτα ἀπαιτῇ. δεῖ τοίνυν καὶ τῶν ἀναγκαίων ἐνδεῶς ἔχοντα τὸν ἱερέα καὶ παρ’ ἑκόντων λαμβάνειν καὶ μηδὲν ὑπὲρ τὴν χρείαν, εἴ γε μέλλει ποιμένος πρᾶγμα ποιεῖν καὶ τὸ σχῆμα σῴζειν· εἰ δὲ μὴ, μισθωτὸς ἀκούσει καὶ κάπηλος καὶ τὰ τοιαῦτα ὀνείδη. λέγω δὲ μισθωτὸν, ἄν γε αὐτὸν ὑποθῶμεν μηδὲν βλάπτοντα ἢ ἀδικοῦντα λαμβάνειν· ὅταν δὲ καὶ ταῦτα προσῇ, ὥσπερ οὖν πρόσεστι, τοσοῦτον τοῦ μισθωτοῦ χείρων ἐκεῖνος, ὅσον ὁ μὲν οὐχ ἵσταται πρὸς τὸ βλάπτον καὶ τοσοῦτον ἀδικεῖ μόνον, ἀλλὰ θεωρεῖ, φησι, τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει, ὃ δ’ ἀντὶ λύκων μυρίων τῇ ποίμνῃ γίνεται. τὸ γὰρ ἀπαιτοῦντα καὶ βιαζόμενον λαμβάνειν πρῶτον μὲν τοὺς ποιμένας ἀδικεῖν ἐστι καὶ παρανομεῖν, ἔπειτα καὶ βλάβος ἔχει τοῖς ἀρχομένοις, οὔ τι μικρὸν οὐδ’ οἷον ἂν καὶ περιοφθῆναι δικαίως.

Ὡς μὲν γὰρ ὀφειλέται τοῖς ποιμέσιν ἐκεῖνοι καὶ τροφὴν, ἐπειδὰν δέωνται, χορηγεῖν καὶ ἱμάτιον ἀπὸ τῶν ἐνόντων, εἴποι τις ἂν οἶμαι νόμος· τὸ δὲ τοὺς ποιμένας ἄκοντας ἕλκειν αὐτοὺς καὶ βιάζεσθαι πρὸς τὴν λειτουργίαν, καθάπερ οἱ τῶν πολιτικῶν πράκτορες χρημάτων ποιοῦσιν, οὐδεὶς ἐκέλευσε νομοθέτης, οὐδ’ ἔχουσιν εἰπεῖν· τοὐναντίον μὲν οὖν, μὴ ἔκ τινος ἀνάγκης ἢ βίας, φησι, καὶ ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ, καὶ ποιμαίνετε τὸ ἐν ὑμῖν ποίμνιον μὴ ἀναγκαστῶς μηδ’ αἰσχροκερδῶς.

οὐ γὰρ εἴ τις εἰσφέρειν ὁτιοῦν ἐστι δίκαιος, ἤδη κἂν μὴ βούληται τοῦτ’ αὐτὸ ποιεῖν καὶ διδόναι, καὶ ἄκων εἰσφέρειν ἂν εἴη δίκαιος· ἐπεὶ καὶ τοὺς σπουδαίους αἰδεῖσθαι καὶ σέβειν καὶ στεφανοῦν ὑπόχρεῳ καθέσταμεν πάντες, καὶ οἱ περιορῶντες δεινὰ ποιοῦσιν, ἀλλ’ οὐκ ἀπαιτήσουσιν ἐκεῖνοι τὰς τιμὰς· εἰ δ’ ἀπαιτήσουσιν, οὕτω σφόδρα ἀδικήσουσιν, ὥστε καὶ τὰς ἐσχάτας τίσουσι δίκας, εἴ γε τιμωριῶν ἡ μεγίστη τοῖς νοῦν ἔχουσι τοὺς πόνους ὑπομένοντας τοὺς ὑπὲρ ἀρετῆς ψευσθῆναι τῶν ἄθλων· ἀπέχουσι γάρ, φησι, τὸν μισθὸν αὐτῶν. —τὸν δὲ Χριστὸν οὐ θρέψαι διὰ τῶν πενήτων ὀφείλεται πᾶσιν, καὶ τοῦτο νόμος ἐστὶν αὐτοῦ καὶ τοῖς ὑπερβαίνουσιν ἡ γέεννα κεῖται δίκη; —ἀλλ’ οὐδεὶς ἐπὶ τοῦτο τοὺς μὴ βουλομένους ἕλκειν ἀξιώσειεν ἂν· τὸ δ’ αἴτιον, ὅτι καὶ οὗτος κἀκεῖνος ὁ νόμος καὶ τὰ τοιαῦτα πάντα ὀφλήματα οὐχ ὑπὲρ τῶν εὖ πασχόντων τοσοῦτον, ὅσον ὑπὲρ τῶν εὖ ποιούντων ἐπενοήθη, ἵνα τὴν τῶν ὁμοφύλων ἀγάπην ἐν αὐτοῖς αὐξήσῃ καὶ πρὸς ἀρετὴν ἀλείψῃ καὶ πρὸς εὐγνωμοσύνην ἀσκήσῃ, καὶ τοὺς εὐεργέτας ἐπιγινώσκειν παρασκευάσῃ.

ἀλλ’ εἰ μὲν ἑκόντες καὶ προθυμούμενοι τοῦτο ποιοῦσι, τὸ τοῦ νόμου βούλημα περαίνεται, καὶ ἐλεήμονα καὶ εὐγνώμονα καὶ πρὸς ἀρετὴν ἔχουσαν διὰ τῶν ἔργων τούτων κατασκευάζουσι τὴν ψυχὴν· εἰ δ’ ἄκοντες, οὔτε φιλανθρωπίαν οὔτε ἄλλην ἀρετὴν αὐτῇ προσέθηκαν οὐδεμίαν, καὶ τὴν οὖσαν ἐξέβαλον, καὶ τὸ μῖσος εἰργάσαντο μεῖζον καὶ μυρίαν ταῖς ψυχαῖς ἐδέξαντο βλάβην.

Ὁ τοίνυν ἀξιῶν διὰ τὸν νόμον καὶ ἄκοντας ἐπὶ τὴν χορηγίαν ταύτην ἐλαύνειν, λέληθεν ἑαυτὸν κατὰ τοῦ νόμου τοῦτο ποιῶν καὶ ἀδικῶν καὶ παρανομῶν, δι’ ὧν νομίζει τῷ νόμῳ καὶ τῷ δικαίῳ βοηθεῖν. εἰ δὲ καὶ ταῦτα νόμος ἦν καὶ ἐξῆν, ἔδει συνορᾶν τὸ τῶν πολλῶν συμφέρον, τὸ τοῦ Παύλου λογιζομένους· πάντα μοι ἔξεστιν ἀλλ’ οὐ πάντα συμφέρει. εἰ μὲν σαυτὸν ζητεῖς ὠφελεῖν, καὶ τοῦτο μόνον ἀπὸ τῶν λειτουργιῶν, ὅ, τι ἂν κερδάνῃς, ζητεῖς, οὐ προορώμενος τοὺς εἰσφέροντας μή τι καὶ βλάβος ἀπὸ τῆς λειτουργίας αὐτοῖς ἀπαντήσῃ, δῆλος εἶ μὴ τὰ πρόβατα βόσκων, ἀλλὰ σαυτὸν, καὶ τῶν ποιμένων ἐκείνους μιμούμενος, οἳ τὸ παχὺ σφάζουσι καὶ τὸ πλανώμενον οὐκ ἐπιστρέφουσι, καὶ τὸ συντετριμμένον περιορῶσιν. εἰ δ’ ὑπὲρ τῶν διδόντων λαμβάνεις, σκέψαι τὸν τρόπον καθ’ ὃν λαμβάνων ὀνήσεις ἐκείνους, οὐ βλάψεις· τίς δὲ ἐκεῖνος; ἂν τὴν γνώμην ἀναμένῃς. εἰ γὰρ παρὰ μὴ βουλομένων καὶ ἀπειλῶν αὐτοῖς καὶ καταρώμενος καὶ θοἰμάτιον ἐνεχυριάζων λάβοις, τὸ μὲν ἀργύριον ἔχεις, τὸν ἄνθρωπον δὲ ἀπώλεσας· οὐκ ἄδηλον γὰρ, ὡς ἀποστραφήσεται καὶ μισήσει καὶ βίαιον ἡγήσεται καὶ πλεονέκτην καὶ οὐδὲν ἡμερώτερον τῶν φορολόγων αὐτῶν. τούτου δὲ αὐτοῖς μείζων οὐδεμία γένοιτ’ ἂν βλάβη. ἔστι μὲν γὰρ τὸ πάντων λυσιτελέστατον ποιμένας εἶναι· τὸ γὰρ τὴν σωτηρίαν ἡμῖν ἐργαζόμενον καὶ τὰ ἡμέτερα πάντα συνέχον, ἱερωσύνη.

τούτου κακὸν ἀντίῤῥοπον, τοὐναντίον, ποιμένας μὴ εἶναι· ταύτην ἐν τοῖς πονηροῖς τὴν τάξιν ἔχον, ἣν ἐν τοῖς ἐπαινουμένοις ἐκεῖνο. τούτου δὴ τοῦ πονηροτάτου, λέγω τοῦ ποιμένων ἐρήμους εἶναι τὰς πόλεις, τὸ παρόντας τοὺς ποιμένας μισεῖσθαι τοσοῦτο χεῖρον κακὸν, ὅσο τὸ μέν ἐστι μηδὲν παρ’ ἐκείνων ὠφελεῖσθαι, τὸ δὲ καὶ βλάπτεσθαι.

Ταῦτα καὶ τοὺς ἐν τοῖς φροντιστηρίοις μοναχοὺς ὑμῖν ἐξεπολέμωσε, καὶ οὐδὲν οὕτως ἐχθρὸν ὡς ἐπίσκοπος μοναχοῖς, οἳ παριόντι μὲν ὑποχωροῦσι δεδοικότες, ὥσπερ τυράννῳ, λάθρα δὲ τὰ δεινότατα καταρῶνται καὶ τὴν παρουσίαν ἐκτρέπονται καὶ τὴν θέαν ὥσπερ Γοργόνος· κἄν τινος ἀφορμῆς λάβωνται, κακηγορίας προσέθηκαν, καὶ πάντα ζητοῦσιν ἀφ’ ὧν ἂν βλάψαιεν· κἄν τίς τι τοιοῦτον εἴπῃ, φίλος οὗτος αὐτοῖς καὶ λέγων ἡδὺς· ἂν δ’ ἀποθάνῃ, χαίρουσι μᾶλλον ἢ εἰ λῃστῶν ἐκράτησαν. εὔχονται δὲ μάλιστα μὲν εἰ οἷόν τε, μηδένα τὸν θρόνον λαχεῖν, εἰ δ’ ἀνάγκη, μακρὸν γοῦν τινα χρόνον ἔρημον ἑστάναι τοῦ καθημένου, ἢ καὶ τὸν ἄρξαντα τῆς ἀρχῆς εὐθὺς ἐκπεσεῖν· ἂν δὲ μακρὸν βιῴη καὶ τὸν θρόνον ἔχῃ, δυσανασχετοῦσι καὶ πρὸς τὸν θεὸν βοῶσι, καὶ καθάπερ οἱ μετὰ δεσμῶν δουλεύοντες βοῇ καὶ δάκρυσι τὸν ἐλευθέριον ἐνταῦθα καλοῦσι. καὶ ταῦτα ποιοῦσιν, οὐχ ὅτι νόμων πρὸς αὐτοὺς ἐκεῖνος μέμνηται καὶ φιλοσοφίαν ἀπαιτεῖ καὶ τῶν ἱδρώτων γέμοντα βίον, καὶ διὰ τοῦτο πικρὸς αὐτοῖς ἐστι καὶ χαλεπὸς ῥαθυμοῦσιν, ἀλλ’ ὅτι φόρους εἰσπράττει καὶ τὰς τροφὰς εἰς στενὸν καθίστησι καὶ τὴν πενίαν αὐτοῖς ἐπιτρίβει καὶ διπλῆν εἰς αὐτοὺς ἐπιδείκνυται τὴν μισανθρωπίαν, οὔτε τῶν σωμάτων φειδόμενος, καὶ τὰς ψυχὰς αὐτοῖς ἀπολλυμένας τῷ πρὸς αὐτὸν ἀπεχθῶς ἔχειν περιορῶν.

πόσους οἴει πένητας ἐν τοῖς φροντιστηρίοις εἶναι, καὶ τούτους πρεσβύτας καὶ πανταχόθεν οἰκτροὺς, οἷς μυρίων δεομένοις βοηθημάτων πρὸς τὴν παντοδαπὴν ἀῤῥωστίαν, οὐδ’ εὐτελοῦς ἄρτου μέτεστιν, ὅσος ἂν παύσειεν αὐτοῖς τὸν λιμὸν; τοὺς δὴ τοιούτους ἀνθρώπους λωποδυτεῖς ἐν τῷ μέρει, τὴν κοινὴν οἰκίαν συλῶν, καὶ δέον οἴκοθεν καὶ παρὰ σαυτοῦ ποιεῖν εὖ, παραμυθίαν ταῖς συμφοραῖς μηχανώμενον, οὐ παρατρέχεις μόνον οὐδὲ μεταδίδως οὐδὲν, ἀλλὰ καὶ τῆς οὔσης τροφῆς ἀφαιρεῖς καὶ παρατρώγεις τῆς μάζης. καὶ οὐ δέδοικας τὴν τοῦ πλουσίου δίψαν καὶ τὴν ἀπὸ τῆς φλογὸς οἰμωγὴν καὶ τοῦ Ἀβραὰμ τὴν κατ’ αὐτοῦ ψῆφον, καίτοι πολὺ τοῦ πλουσίου ἐκείνου περὶ τοὺς Λαζάρους τούτους ὠμότερος ὤν; ὁ μὲν γὰρ παρῄει μόνον μηδεμιᾶς ἀξιῶν προνοίας τὸν ἄνθρωπον, σὺ δὲ τὸ κακὸν αὔξεις, καὶ ποιεῖς ἀφ’ ὧν ὁ λιμὸς αὐτοῖς ἀγριώτερος ἔσται καὶ βαρύτερον τὸ γῆρας καὶ ἡ νόσος χαλεπωτέρα. καὶ ταῦτα τίς ὢν, καὶ τίνας; ὁ πατὴρ, ὁ κηδεμὼν, τὰ τέκνα, τοὺς πρὸς σὲ βλέποντας.

Ἀλλ’ εἰ τοὺς φόρους ἀνήσω, φησὶν, οὐδὲν ἄμεινον ἐκεῖνοι πράξουσιν· οὐ γὰρ πρὸς ἐκείνους ἥξει τὸ παρεθὲν, ἀλλ’ ἑτέρων ἔσται κέρδος πλουτούντων. —οὐκοῦν ἐπεὶ καλῶς ποιοῦν τοὺς πλεονέκτας διαφυγὸν εἰς τὰς σὰς ἐνέπεσε χεῖρας τἀργύριον ἢ τὸ σιτίον ἢ τὸ ἱμάτιον ἢ ὁτιοῦν, ὃ λαμβάνεις, τί μὴ τῶν πενήτων τούτων αὐτίκα γίνεται; ἢ τὴν ἐνίων πλεονεξίαν τί μὴ κολάζεις, ἐξόν σοι; οὐ γὰρ ἐκείνους μᾶλλον ἢ σαυτὸν αἰτιάσῃ τῶν ἀδικημάτων τούτων, καὶ τῆς ὀφειλομένης δίκης πρὸ τούτων αὐτὸς ὑπεύθυνος εἶ, ὃς αἱρῇ τοὺς διανομεῖς, καὶ δοκιμάζειν καὶ διορθοῦσθαι καὶ παύειν καὶ κολάζειν κύριος εἶ. καὶ τί λέγω κόλασιν; εἰ γὰρ τοῦτο μόνον εἴποις καὶ προδείξῃς, ὡς ἐλαττουμένων ἐν ταῖς κοιναῖς διαδόσεσι τῶν πενήτων χαλεπῶς ἕξεις, τὸ πᾶν ἤνυσας. ἀλλ’ οἶμαι σκῆψις ταῦτα καὶ λόγος ἄλλως καὶ οὐδὲν ὑγιὲς· ὑμεῖς δὲ ὡς ἀδικεῖτε φορολογοῦντες, καὶ ὅτι τοῦτ’ ἐστιν ὃ πάντα ἀνατρέπει καὶ πᾶσαν εἰσάγει κακίαν καὶ τὴν πρὸς ὑμᾶς ἀγάπην ἐκβάλλει καὶ τὴν αἰδῶ καὶ ψυχὰς ἀπόλλυσι, πανταχόθεν γίνεται δῆλον. σὺ δὲ λέγοις ἂν τῶν ζημιῶν ποτέραν ἡγῇ κουφοτέραν, τὴν τῶν ἀδελφῶν ἢ τῶν ὀβολῶν· καὶ τῶν ὀνομάτων σαυτῷ ποτέραν αἱρῇ μερίδα, τὸν μισθωτὸν καὶ τὸν λύκον, ἢ τὸν ποιμένα;

Ναί, φησι, τὸ δὲ μακρὸν ἔθος ποῦ θήσεις; οὐ γὰρ χθὲς καὶ πρώην ἤρξατο ταῦτα· τὴν δὲ συνήθειαν ἀντὶ νόμου κρατεῖν οἱ νομοθέται φασίν. —ἀλλὰ μάλιστα μὲν οὐχὶ πάλαι ταῦτ’ ἐτολμήθη, οὐδὲ συνεχεῖς τοὺς τοιούτων ἐργάτας ἔχεις εἰπεῖν· ἔπειτα συνήθειαν οὐ ταύτην ὁ νόμος συνίστησιν, εἴ τι πολλοῖς ἁπλῶς ἐπράχθη καὶ πολὺν χρόνον, ἦ γὰρ ἂν πολλὰς τῶν πονηριῶν ἐκύρωσεν, ὡς ἂν πολλάκις παρὰ πολλῶν τολμηθείσας, ἀλλ’ ἐκεῖνο κύριον εἶναι καὶ νόμων ἰσχὺν ἔχειν οἱ νομοθέται φασὶν, ὃ πρὸς τῷ εἰωθὸς εἶναι καὶ ψήφου τετύχηκε δικαστῶν. ἀνάγνωθι τὸν νόμον· τότε κεχρήμεθα τῇ συνηθείᾳ τινὸς πόλεως ἢ ἐπαρχίας, ὅτε ἀμφισβητηθεῖσα ἐν δικαστηρίῳ ἐβεβαιώθη. καὶ πάλιν· τῆς συνηθείας καὶ τῆς χρήσεως ἡ αὐθεντία οὐκ ἐπὶ τοσοῦτον ἰσχύει, ὡς καὶ τὸν λογισμὸν καὶ τὸν νόμον ὑπερνικᾶν. οὕτω δίκαιον οὐδὲν ὑμῖν αἱ προφάσεις ἔχουσιν οὐδὲ σεμνὸν οὐδὲ εὐπρόσωπον, ἀλλὰ παρανομεῖτε λαμπρῶς οἱ τύραννοι, νόμον πανταχοῦ ποιούμενοι τὸ δοκοῦν.

Ὃ καὶ θαυμάζω, εἰ τὴν μὲν ἰσχὺν ἅπασαν ἀπὸ τῆς ἀρχῆς ἔχετε, τὴν ἀρχὴν δὲ ὑμῖν οἱ νόμοι ποιοῦσι, τίνι δυνάμει κατὰ τῶν νόμων χωρεῖτε; καὶ ὡς ἔοικεν οὐ δυνάμει νόμων οὐδ’ ἰσχύι τῆς ἀρχῆς, ἣ παρὰ τῶν νόμων ἔστιν ὑμῖν, ἀλλ’ ἰδιωτικήν τινα δύναμιν εἰσάγοντες τοὺς ἀσθενεστέρους ὧν οἱ νόμοι κυρίους ποιοῦσιν ἀποστερεῖτε. ἡ δὲ τοιαύτη δύναμις καὶ τυράννων γένοιτ’ ἂν καὶ πειρατῶν καὶ λῃστῶν, οἷς ἀρκεῖ πρὸς τὸ πάντα τολμᾶν τὸ χρήμασιν ἢ πλήθει κρατεῖν ἢ ῥώμῃ χειρῶν ἢ τὸ λανθάνοντας ἐπιτίθεσθαι. τί οὖν τὸν τοιχωρύχον ἢ ὁντινοῦν τοιοῦτον ἐλαύνεις, τῶν αὐτῶν ὑπεύθυνος ὤν; ἢ δεῖξον, ὃ βελτίων εἶ περὶ τοὺς νόμους αὐτός. τί γὰρ ἐκεῖνος· νυκτὸς πλανᾶται; καὶ τί τοῦτο ἔγκλημα; ἀλλ’ ὅτι μεθ’ ὅπλων; καὶ τίς ὁπλίζεσθαι κεκώλυκε νόμος; ἀλλὰ τί τἀδίκημα; τῶν ὄντων τοὺς μηδὲν ἠδικηκότας ἀποστερεῖ· τοῦτο δὴ τὸ σόν. ἀλλ’ οὐ τοιαύτας ἔχει προφάσεις εἰπεῖν; ἀδείας μὲν οὖν τυχὼν, καὶ πλείους καὶ σεμνοτέρας· καὶ γὰρ καὶ πενίαν τὴν αὑτοῦ, καὶ φειδωλίαν καὶ γλισχρότητα τῶν πλουτούντων, καὶ ὡς οὐ συμφέρει τῷ κοινῷ τῆς πόλεως τοὺς μὲν ἄγχεσθαι λιμῷ, τοὺς δὲ χρυσὸν εἰκῇ κατορύττειν.

Πῶς οὖν ἔτι δικάσεις ἢ δημηγορήσεις, τί δέ σου τοῖς ἀρχομένοις ὄφελος ἤδη, παρανόμου καὶ πλεονέκτου καὶ τὰ τοιαῦτα πᾶσι δοκοῦντος; οὔτε γὰρ τοὺς ἡμαρτηκότας ἐλευθέρως ἐλέγξεις, τὰ αὐτὰ σαυτῷ συνειδὼς, ἵνα μὴ τῶν αὐτῶν καὶ οὗτοι γράψωνται, οὔτε παραινῶν τὰ νόμιμα καὶ τὰ δίκαια πεῖσαι δυνήσῃ, δι’ ὧν πράττεις ὡς οὐδὲν ὑγιὲς οἱ νόμοι δεικνὺς· καὶ οὕτω πρόσκομμα κείσῃ τοῖς ἀδελφοῖς εἰς σκάνδαλον, ὁ Παῦλός φησιν. οἶσθα δὲ καλῶς τὴν δίκην, ἣ κεῖται τοῖς τὰ τοιαῦτα τολμῶσιν· ὅπου γὰρ καὶ δικαίως ταυτὶ κτώμενος ἃ λαμβάνεις, ὅτι βλάπτων ἐν τούτῳ τοὺς πολλοὺς οὐ φροντίζεις, τὴν ἐσχάτην οὐκ ἂν διέφυγες δίκην, τί χρὴ νομίζειν ὅταν ἑκατέρωθεν ἁμαρτάνῃς, ἐξ ὧν τε λαμβάνεις ἀδίκως καὶ ὧν ψυχῶν ἀπολλυμένων καταφρονεῖς; ἂν γὰρ κἀκεῖνο δῶμεν, ὡς χρηματιζόμενος τὸν τρόπον τοῦτον οὐκ ἀδικεῖς, ὑπέρ γε τοῦ μὴ δοκεῖν εἶναι τοῖς πολλοῖς παράνομος ἅπαν κέρδος καὶ δίκαιον εἰκότως ἂν ἔῤῥιψας. ἐπεὶ καὶ ὁ Σωτὴρ ἔδωκε κῆνσον οἷς ᾔδει μηδὲν ὀφείλων, καὶ δίκαιος ὢν ἀποπέμψαι κενοὺς, ἑκὼν ἐλειτούργησε, τὴν τῶν πολλῶν φυλαττόμενος βλάβην, ἃ πένητος ἐξῆν ποιῆσαι τροφὴν· ἀλλὰ βέλτιον ἐκείνως ἐνόμισεν ἀναλίσκειν, ἵνα μὴ σκανδαλίσωμεν αὐτούς, φησιν.

καὶ Παῦλος τὸν ἤδη πεπαυμένον νόμον πληροῦν οὐκ ὤκνησε, καὶ περιέτεμε τὸν μαθητὴν, καὶ ὁ μαθητὴς ἠνέσχετο, ἵνα μὴ τοῖς τὰ Ἰουδαίων τιμῶσιν ἀπόστοργος ᾖ· σὺ δὲ οὐδὲ τοσοῦτον ὑπὲρ τῶν ἀδελφῶν ὑπομεῖναι τολμᾷς, ὅσον ἀγαπῆσαι τοῖς οὖσι καὶ τοῖς κειμένοις ἐμμεῖναι νόμοις, ἀλλ’ ἵν’ ὀλίγους κερδάνῃς ὀβολοὺς ἢ οἰκονομήσῃς, πονηρότατος ἀνέχῃ νομίζεσθαι.

Καίτοι προσῆκε τοὺς νοῦν ἔχοντας, ἐφ’ ἑκάστῳ τῶν πραττομένων μὴ μόνον εἴ τι συμφέρον ἀπὸ τούτων ἀπαντήσει σκοπεῖν, ἀλλὰ καὶ εἴ που τῷ λυσιτελεῖ μάχεται, καὶ τοῦτο ζητεῖν· κἂν μὲν τὰ κρείττω νικᾷ, κυροῦν καὶ εἰς τέλος ἄγειν· ἂν δὲ τοὐναντίον, παύεσθαι. σὺ δ’ ὅτι μὲν ἀπὸ τῶν χρημάτων τούτων πένησι χορηγήσεις καὶ τὰ τοιαῦτα, γινώσκεις, ὅτι δὲ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι’ ὃν Χριστὸς ἀπέθανεν, οὐκ ἐνθυμῇ; καὶ οὕτως ἁμαρτάνων εἰς τοὺς ἀδελφοὺς καὶ τύπτων αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνεις. οὐ φρίττεις ἀκούων; οὐ δοκεῖ σοι μείζονος ἄξια ταῦτα εἶναι φροντίδος, ἢ πενήτων καὶ πτωχῶν πρόνοια, καὶ εἴ τι τοιοῦτον εἴποις δημοτικὸν καὶ φιλάνθρωπον; τί τοσοῦτον κερδαίνεις ἐντεῦθεν, ὅσον ἐκεῖθεν ἀπόλλυς; οὐ τὸ μὲν ψυχῶν ἐστιν ὄφελος, ὃ ζημιοῖ, τὸ δὲ σωτηρία σωμάτων, ὑπὲρ οὗ τὰ μείζω προδίδως; οὐ τὸ μὲν σὸν ἔργον καὶ τῶν οἷος σὺ, τὸ δὲ καὶ πολλῶν ἑτέρων; τί γὰρ οὐκ ἐνθυμῇ, τί ἐστιν ὑπὲρ οὗ τοῦτον ἔχεις τὸν θρόνον;