Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Περὶ ἀληθείας κατὰ Πυρρωνείων

Νικόλαος Καβάσιλας

Εισαγωγή και απόδειξη της ύπαρξης κριτηρίου της αλήθειας

Παρουσιάζεται η αφετηρία της πραγματείας και αποδεικνύεται η ύπαρξη του κριτηρίου της αλήθειας από την αυτοαναίρεση των αρνητών του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 1 από 4

<Νικολάου Καβάσιλα> Κατὰ τῶν λεγομένων περὶ τοῦ κριτηρίου τῆς ἀληθείας, εἰ ἔστι, παρὰ Πύρρωνος τοῦ καταράτου Ζητοῦσι δὴ πρῶτον, εἰ ἔστι κριτήριον ἀληθείας. Ὅτι μὲν οὖν ἔστι κριτήριον ἀληθείας, καὶ ἀπὸ τῶν ἀναιρούντων λόγων φανερόν.

Ἔνια γὰρ τῶν προβλημάτων ὁμοίως ὑφ’ ἑκατέρου τῶν τῆς ἀντιφάσεως μερῶν συνίσταται· καὶ ὁ καταφάσκων γὰρ καὶ ὁ ἀποφάσκων συμμαχεῖ, ὥσπερ ἐπὶ τοῦ εἰδέναι καὶ ἐπὶ τῆς ἀληθείας καὶ ἐπὶ τοῦ ὄντος καὶ ἐπὶ τούτου τοῦ κριτηρίου τῆς ἀληθείας. Εἰ μὲν ἐπὶ τῆς γνώσεως ὁμολογήσουσιν ὅτι ἔστι γνῶσις, οὐδεὶς ἡμῖν λόγος· εἰ δὲ τὴν ἀπόφασιν ἐροῦσι, πότερον ἴσασιν ὅτι οὐκ ἔστι γνῶσις ἢ οὔ; Εἰ μὲν οὖν ἴσασι, γινώσκουσιν· ἔστιν ἄρα γνῶσις. Εἰ δὲ οὐκ ἴσασι, τοῦτο γοῦν, ὅτι οὐκ ἴσασι, γινώσκουσι· καὶ ἔσται πάλιν γνῶσις. Εἰ γὰρ μή, οὐδὲν λέγουσι, καὶ οὐδεὶς ἡμῖν περὶ οὐδενὸς ἔσται λόγος, καὶ οὐδεὶς ἀντιλέγει γνῶσιν εἶναι, καὶ ἔστιν. Ὁμοίως δὴ καὶ ἐπὶ τῆς ἀληθείας καὶ τοῦ ὄντος καὶ ἐπὶ τοῦ κριτηρίου τῆς ἀληθείας. Εἰ μὲν γὰρ ἔστιν, οὐδεμία ζήτησις. Εἰ δὲ οὐκ ἔστιν, ἀληθὲς ἄρα ἐστὶν εἰπεῖν, ὅτι “οὐκ ἔστι”· ἐκρίθη ἄρα ὁ λόγος οὗτος, ὅτι ἀληθής ἐστι· τοῦτο δὲ ἔστιν εἶναι κριτήριον ἀληθείας.