Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Περὶ ἀληθείας κατὰ Πυρρωνείων

Νικόλαος Καβάσιλας

Αναίρεση του τρίτου επιχειρήματος περί αδυναμίας κρίσης της διαφωνίας

Αντικρούεται ο ισχυρισμός ότι είναι αδύνατη η κρίση της διαφωνίας περί του κριτηρίου άνευ της προϋπαρξης ενός ήδη κοινώς αποδεκτού κριτηρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 4 από 4

Ἔτι κἀκεῖνο προστίθησιν, ὅτι· “ἡ διαφωνία, εἰ μὲν οὐκ ἐκρίθη, ἐπέχειν δεῖ· εἰ δὲ ἐπεκρίθη, πῶς ἐπεκρίθη μὴ ὁμολογουμένου ὄντος, ὅτι ἔστι κριτήριον, μηδὲ εἰ ἔστιν εἰδότων, ἀλλὰ ζητούντων; Διαπεφώνηται γάρ”. Ἔστι δὲ τοιοῦτος ὁ συλλογισμός· “εἰ ἐπεκρίθη ἡ διαφωνία, ἦν ἂν πρὸ τῆς διαφωνίας ὁμολογούμενον τὸ κριτήριον· εἰ ἦν ὁμολογούμενον τὸ κριτήριον εἶναι, οὐκ ἂν ἦν διαφωνία· εἰ ἄρα ἐπεκρίθη ἡ διαφωνία, οὐκ ἂν ἦν διαφωνία, ὅπερ ἀδύνατον· οὐκ ἄρα ἐπεκρίθη ἡ διαφωνία”.

Φανερὸν δὲ ὅτι ψεῦδος λαμβάνει καὶ ἀσυλλόγιστός ἐστι· ψεῦδος γάρ ἐστιν ὅτι, εἰ ἐπεκρίθη ἡ διαφωνία ἡ περὶ τοῦ κριτηρίου, ἐγινώσκομεν ἂν τὸ κριτήριον πρότερον. Τοῦτο δὲ οὐκ ἔστιν ἀναγκαῖον. Οὔτε γὰρ ἀδύνατον, πρὸ τοῦ λυθῆναι τὴν περί τινων λόγων διαφωνίαν, πρότερον ἡμᾶς βεβαίως εἰδέναι περὶ τοῦ πράγματος· γινώσκομεν μὲν γὰρ βεβαίως ὅτι ἐσμέν. Εἰ δέ τις περὶ τούτου ἀμφιβάλλει (δυνατὸν γὰρ τοῦτο φὴς εἶναι· παντὶ γὰρ λόγῳ ἴσον ἀντικεῖσθαι λόγον), λύσομεν τὴν ἀμφιβολίαν, εἴ γε καὶ τοῦτο δοίης, ὅτι εἶ. Εἰ γὰρ μὴ εἶ, οὐδέ τι λέγεις, καὶ οὐκ ἔστιν οὐδεμία περὶ οὐδενὸς ἀμφιβολία.

Πρῶτον μὲν οὖν οὐκ ἔστιν ἀδύνατον πρὸ τοῦ λῦσαι τὴν διαφωνίαν εἰδέναι τὸ βέβαιον, περὶ οὗ ἡ διαφωνία. Ἔπειτα, οὐδὲ τοῦτο ἀδύνατον, κρίνειν τινὰ μὴ εἰδότα ὅτι κριτήριον ἔστιν. Ἰδοὺ γὰρ αὐτὸς ἀμφιβάλλων ὅτι κριτήριον ἔστιν, ὅμως κρίνεις ὅτι ἀμφίβολον ἐστὶ τὸ “εἰ ἔστι κριτήριον” καὶ οὐ βέβαιον. Οὐκ ἄρα ἀδύνατόν ἐστι κρίνειν τινὰ μὴ εἰδότα ὅτι ἔστι κριτήριον βεβαίως. Τοῦτο μὲν οὖν ἐντεῦθεν συνάγει τὸ ἄτοπον.

Πάλιν ἐκεῖνο προστίθησιν, ὁμοδύναμον αὐτῷ ὄν· “εἰς μὲν γὰρ τὴν τοῦ κριτηρίου διαφωνίαν δεῖ ἡμῖν ὡμολογημένου κριτηρίου, ἵνα εὕρωμεν, ὅτι βέβαιόν ἐστι τὸ κριτήριον εἶναι· εἰς δὲ τὸ κριτήριον γενέσθαι νομίσαι, δεῖ ἡμῖν τῆς ἀπὸ τῆς διαφωνίας ἀποκαταστάσεως· ἡ δὲ κριτηρίῳ γίνεται· δεῖ ἄρα κριτήριον εἰδέναι πρὸς τὸ εἰδέναι κριτήριον”.

Καὶ τοῦτο δὲ ὁμοίως λύεται· οὐ γὰρ δεῖ ἡμᾶς ὅτι κριτήριον ἔστιν εἰδέναι, εἰ μέλλοιμεν ζητοῦντες εὑρίσκειν ὅτι κριτήριον ἔστιν.