Πορφύριος γοῦν ὁ μακάριος ἐπὶ τῶν καιρῶν γενόμενος ἐκείνων, ἐν οἷς ὁ τοῦ Χριστοῦ νόμος πάσης ἐκράτει τῆς οἰκουμένης, καὶ τῆς μὲν φωνῆς τῶν κηρύκων ἤκουσαν ἄνθρωποι πάντες, τρόπαια δὲ μαρτυρικοῖς ἀγῶσιν ἐπήγνυτο πανταχοῦ, φωνῆς λαμπρότερον τῷ Χριστῷ τὴν ἀληθῆ θεότητα μαρτυροῦντα· καὶ μυρίων μὲν ἀκούσας λόγων, τοσούτων δὲ ἀριστέων καὶ θαυμάτων γενόμενος θεατής, ὅμως ἔμενε πλανώμενος καὶ τὸ ψεῦδος τῆς ἀληθείας ἔμπροσθεν ἄγων· ἐπεὶ δὲ ἐβαπτίσθη, καὶ τοῦτο παίζων, οὐ χριστιανὸς ἦν εὐθὺς μόνον ἀλλὰ καὶ εἰς αὐτὸν τὸν τῶν μαρτύρων ἐτέλεσε χορόν. Καὶ γὰρ μῖμος ὤν, καὶ τοῦτ’ αὐτὸ ποιούμενος ἔργον, ἐτόλμησε καὶ ταύτην τὴν τόλμαν, ὡς δὴ γέλωτα κινήσων, καὶ προσέπαιξε τὸ λουτρόν, καὶ ἐβάπτισεν ἑαυτὸν εἰς ὕδωρ καθείς, ἐπὶ τοῦ θεάτρου τὴν Τριάδα ἀναβοήσας. Καὶ οἱ μὲν ἐγέλων, οἷς ἐπεδείκνυτο τὸ δρᾶμα, τῷ δὲ οὐκέτι γέλως ἦν, οὐδὲ σκηνὴ τὰ παρόντα, ἀλλ’ ὡς ἀληθῶς γέννησις καὶ ἀνάπλασις καὶ τοῦτ’ αὐτὸ ὅπερ ἐστὶ τὸ μυστήριον. Ἐξῆλθε γὰρ ἀντὶ μίμου, ψυχὴν ἔχων μαρτυρικήν, σῶμα γενναῖον, ὥσπερ εἰς φιλοσοφίαν ἠσκημένον καὶ πόνους, γλῶσσαν ἐφελκομένην ἀντὶ γέλωτος τυράννου θυμόν· καὶ οὕτως ἐσπούδασεν ὁ διὰ βίου παίζων ἐκεῖνος, καὶ οὕτω περὶ τὸν Χριστὸν προὐθυμήθη, ὥστε πολλῶν ἀνασχόμενος βασάνων, ἡδέως ἀπέθνησκεν ἵνα μηδὲ τῇ γλώττῃ προδῷ τὸ φίλτρον.