Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Περὶ τῆς ἐν Χριστῷ ζωῆς

Νικόλαος Καβάσιλας

Λόγος Έκτος (συνέχεια): Η άσκηση της αρετής και η ανάλυση των μακαρισμών

Αναπτύσσεται η διδασκαλία των μακαρισμών ως οδός πνευματικής προκοπής. Ο Χριστός προβάλλεται ως το κατεξοχήν πρότυπο πραότητας, δικαιοσύνης, ελεημοσύνης και υπομονής απέναντι στις θλίψεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 12 από 14

Λέγω γὰρ τοῖς μετὰ τὸ λουτρὸν μὴ λίαν αὐχμῶσιν, ὥσπερ οὓς τῶν Ἑβραίων Στέφανος ὁ μακάριος ἀπεκάλει «ἀπεριτμήτους τῇ καρδίᾳ καὶ τοῖς ὠσίν». Ὡς μὲν οὖν οὔτε βλάβη τῷ ἀνθρωπίνῳ βίῳ γένοιτ’ ἂν οὐδεμία παρὰ τούτους τοὺς λογισμούς, καὶ ἥδεσθαι καὶ χαίρειν περιγίνεται τοῖς λογιζομένοις, φανερὸν ἐκ τῶν εἰρημένων. Εἰ δὲ καὶ ὄφελός ἐστι καὶ βοηθεῖ τῷ λυσιτελεῖ καὶ περὶ αὐτὰ τὰ κάλλιστα καὶ καιριώτατα πάντων, ἐδείχθη μὲν ἤδη, φανεῖται δ’ ἐν τοῖς ἑξῆς ἐναργέστερον, ἀκριβέστερον περὶ αὐτῶν σκεψαμένοις.

Ὅτι καὶ σφόδρα λυσιτελὴς ἡ τοιαύτη μελέτη, καὶ ὅτι τὰ παρὰ τοῦ Χριστοῦ μακαριζόμενα ποιεῖ κατορθοῦν. Πρῶτον μὲν γὰρ τὸ ταῖς ἀγαθαῖς ἐννοίαις τὴν ψυχὴν κατασχεθῆναι συμβαίνει μὲν τῶν πονηρῶν σχολὴν ἄγειν, τούτῳ δὲ ἀκόλουθον καθαρὰν ἀρρωστίας τὴν ἀπὸ τῶν μυστηρίων φέρειν ἀκτῖνα, τὸ δὲ ἡμῖν τῶν ἀγαθῶν ἁπάντων ἔχει σωρὸν μηδὲν πραγματευσαμένοις· ἔπειτα καὶ αὐτοὺς ἀνάγκη τοὺς λογισμοὺς τοῖς παρ’ ἑαυτῶν φαρμάκοις τὰ ἑαυτῶν ποιεῖν καὶ τὰ κάλλιστα πάντων ἐργάζεσθαι τὴν καρδίαν· καθάπερ ἀπὸ τῶν πονηρῶν ἐννοιῶν τὰ πονηρὰ πάθη φύεται, τὸν γὰρ ἴσον τρόπον καὶ τὴν ἀρετὴν τῶν ἀγαθῶν ἀνίσχειν εἰκός ἐστιν.

Ὅλως γὰρ ταύτην ἢ ἐκείνην τὴν γνώμην καί τι λέγειν ἢ πράττειν ἢ πάσχοντα φέρειν ἢ ὁτιοῦν τῶν πάντων αἱρεῖσθαι, λογισμοὶ καὶ λόγοι τὸ πεῖθόν εἰσι πανταχοῦ. Καὶ τοῦτον τὸν τρόπον οἱ διδάσκαλοι τῆς ἀρετῆς ἐν καιρῷ τοῖς συνοῦσιν ὅτι τοὺς ἀρίστους ἐντίθενται λογισμούς, καὶ αὖ τοὐναντίον οἱ πονηροὶ δαίμονες πονηροὺς εἰσάγοντες τύπους, ὡς οἱ μὲν ταύτῃ τῶν ἀτοπωτάτων τεχνίτας, οἱ δὲ τῶν δεόντων ἀπεργασόμενοι πρακτικούς.

Ἔστι μὲν οὖν ἁπάσης ἐπαινουμένης μελέτης πρὸς ἀρετὴν ἀπόνασθαι τὰ γιγνόμενα· Χριστοῦ δὲ πέρι καὶ ὧν αὐτὸς φιλανθρώπως περὶ τῆς ἐμῆς ἐμηχανήσατο σωτηρίας, διεξιέναι τοῖς λογισμοῖς, αὐτὴν ἡμῖν ἄντικρυς ἔχει τὴν ζητουμένην ζωὴν καὶ διὰ πάντων ἀποδείκνυσι μακαρίους.

Καὶ ὡσὰν ἐναργῶς εἰδῶμεν, θεωρήσωμεν ἃ τοὺς κατορθοῦντας ὁ Χριστὸς αὐτὸς ἐκάλεσε μακαρίους, εἰ μὴ πάντα τῶν λογισμῶν ἐξήρτηται τούτων. Τίνας οὖν τούτους ὁ μόνος ὡς ἀληθῶς μακάριος εὐδαιμονίζει; τοὺς πτωχοὺς τῷ πνεύματι, τοὺς πενθοῦντας, τοὺς πρᾴους, τοὺς πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην, τοὺς ἐλεήμονας, τοὺς καθαροὺς τῇ καρδίᾳ, τοὺς εἰρηνοποιούς, τοὺς διωγμῶν καὶ παντὸς ὀνείδους περὶ δικαιοσύνης καὶ τῆς περὶ Χριστὸν προθυμίας ἀνεχομένους. Οὗτοι μὲν οὖν οἱ τῆς μακαρίας ἐπειλημμένοι ζωῆς.

Εἰ τοίνυν ἀπὸ τῶν λογισμῶν τούτων τὴν καλὴν πλαττόμενον πλάσιν τοῦτο σκοποῦντες εὑρήσομεν τὸν χορὸν καὶ τοὺς στεφάνους ἐκεῖθεν πλεκομένους, ἅπασι δῆλον ἂν γένοιτο πάντως τὴν περὶ τουτουσὶ τοὺς λόγους διατριβὴν καὶ μελέτην ὁδὸν ἀσφαλῆ καὶ διάβασιν καὶ κλίμακα καὶ ὅ τι τις ἂν εἴποι πρὸς τὴν μακαρίαν εἶναι ζωήν.

Περὶ τοῦ πρώτου μακαρισμοῦ· ὅτι ἡ ἐν πνεύματι πτωχεία διὰ τῆς εἰρημένης κατορθοῦται μελέτης. Αὐτίκα γὰρ ἡ ἐν πνεύματι πτωχεία καὶ «τὸ μὴ φρονεῖν, ᾗ φησι Παῦλος, ὑπὲρ ὃ δεῖ φρονεῖν ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν», τίνων γένοιτ’ ἂν ἢ τῶν τὴν Ἰησοῦ πτωχείαν ἐπισταμένων; ὃς καὶ φύσεως καὶ διατριβῶν μετέσχε τοῖς δούλοις, Δεσπότης ὤν, καὶ «σὰρξ ἐγένετο», Θεὸς ὤν· καὶ πενίαν ὁ πλουτίζων εἵλετο καὶ ἤνεγκεν ἀτιμίαν ὁ τῆς δόξης βασιλεύς· καὶ περιήγετο μὲν δεδεμένος ὁ λύσας τὸ γένος, γραφὴν δὲ ἐδέξατο παρανόμων ὃς ἦλθεν ἐπὶ τῷ πληρῶσαι τὸν νόμον· καὶ κριτῶν ἠνέσχετο δήμῳ μαινομένῳ καὶ φονῶντι χαριζομένων «ᾧ τὴν κρίσιν πᾶσαν ἔδωκεν ὁ Πατήρ». Ταῦτα τίνα οὐκ ἂν κατενέγκοι τῦφον;

Ἄλλως τε τῆς ὑπερηφανίας ἀπὸ τῶν κατορθωμάτων ὅταν ὑπερβάλλειν δοκῶσιν ἐγειρομένης, ὁ τὰ Χριστοῦ μελετήσας εἴσεται μὴ ὅτι μηδὲν μέγα κατωρθωκώς, ἀλλ’ οὐδ’ ὑπὲρ τοῦ λυθῆναι τῆς αἰχμαλωσίας αὐτὸς εἰσενεγκεῖν οὐδὲν δυνηθείς, ὅς γε οὐδὲ μετὰ τὸ λυθῆναι σῶσαι καθαρὰν τὴν ἐλευθερίαν.

Ὁ μὲν γὰρ τοῦ αἵματος ἡμᾶς ἐπρίατο, καὶ παρέσχεν ἡμῖν οὕτω μεγάλου κτησάμενος τὴν ἐλευθερίαν· τίς δὲ τῶν λυθέντων ἐφ’ οἷς εἴληφεν ἔμεινε καὶ τὸν πνευματικὸν πλοῦτον διὰ τέλους ἄσυλον ἔσχεν; ἀλλὰ μὴ τοῦτο μέγα κατωρθωκὼς ἐνομίσθη, τὸ μικρὰ πρὸς τὴν χάριν ἐξαμαρτεῖν;

Τί τοίνυν ἡμῖν αὐτοῖς συνειδόσιν ὑπάρξει μέγα φρονεῖν, οἷς ἡ μὲν οἴκοθεν ἀρετὴ δι’ ἑαυτὴν αὐτὴ πρὸς οὐδὲν φέρει λυσιτελές, εἴ τι δ’ ἔνεστιν ἀληθινὸν ἀγαθόν, ὁ Θεὸς ἐνέθηκε μηδὲν πραγματευσαμένοις; καὶ οὐδὲ αὐτὸν γοῦν τὸν ἔξωθεν ἐντεθέντα πλοῦτον, ἀψύχου θησαυροῦ δίκην, ἀσφαλῶς ἐξεγένετο διασῶσαι, οὕτω φαύλως ἔχομεν.

Μετὰ γὰρ τὴν καινὴν κτίσιν καὶ τὴν ἐν ὕδατι χωνείαν καὶ τὴν πυρὸς γέμουσαν τράπεζαν, οὕτω πρὸς ἀρετὴν ἀσθενῶς ἔχουσιν οἵ γε φιλοσοφώτατοι τῶν ἀνθρώπων, ὥστε συνεχοῦς χρεία τῆς ἱερᾶς τραπέζης καὶ τῶν καθαρσίων αἱμάτων καὶ τῆς ἄνωθεν χειρός, εἰ μὴ μέλλοιεν εἰς τὴν ἐσχάτην ἐξενεχθήσεσθαι πονηρίαν. Καὶ τούτων μάρτυρες σαφεῖς οἱ πρὸς πάντα μὲν ὑπὲρ τοῦ καλοῦ καὶ τῆς ἀρετῆς ἀποδυσάμενοι πόνον, πάντων δὲ κακῶν ἔπειτα γενόμενοι τολμηταί· οἳ τὰ ὄρη κατειληφότες καὶ πάντα θόρυβον καὶ τὴν κοινὴν ζωὴν ὥσπερ κῆρας διαφυγόντες ὥστε Θεῷ μόνῳ προσέχειν, καὶ πάντα κάλλιστα ὡς ἐξῆν ἀνθρώποις κατωρθωκότες ὡς καὶ τὰ πάντων μέγιστα παρὰ τῷ Θεῷ δυνηθῆναι, ὅτι τῆς πρὸς αὐτὸν ἐλπίδος μικρὸν ὑφῆκαν καὶ τοῦ πάντα ἐκείνῳ πιστεύειν, εὐθὺς τὰ ἔσχατα πάντων ἐτόλμησαν καὶ μοχθηρίας ἐνέλιπον οὐδὲ ἕν.

Ἀντὶ τίνος τοίνυν ὑπάρξει μέγα φρονεῖν; ὑπὲρ κατωρθωμένων; ἀλλ’ οὐδὲν μέγα. Ἀλλ’ ὑπὲρ τῶν ἐν ἡμῖν μεγάλων; ἀλλ’ οὐχ ἡμέτερα. Ἀλλ’ ὅτι σεσώκαμεν ἅπερ ἐλάβομεν; ἀλλὰ προδεδώκαμεν. Ἀλλὰ τοῦ Χριστοῦ τὴν σφραγίδα φέρομεν; ἀλλὰ τοῦτ’ αὐτὸ τεκμήριον ὡς οὐ φέρομεν· τοῖς γὰρ ὑπερηφάνοις οὐδὲν κοινὸν πρὸς ἐκεῖνον ὃς «πρᾷός ἐστι καὶ ταπεινὸς τῇ καρδίᾳ». Καὶ συμβαίνει παρὰ τοὺς λογισμοὺς τούτους τὴν ὑπερηφανίαν αὐτὴν ἑαυτῇ περιπίπτειν καὶ φροῦδον ἑκατέρωθεν εἶναι τὸ πάθος. Εἴτε γὰρ ἃ δεῖ φρονοῦμεν, οὐ μέγα φρονοῦμεν· εἴτε μέγα φρονοῦμεν, τούτῳ δὴ τῷ μέγα φρονεῖν ἡμῶν αὐτῶν ᾐσθημένοι Χριστοῦ πόρρω φέροντες καὶ ὄντες μηδὲν ὑγιές, ὡς ἐπὶ φαύλοις ἡμῖν αὐτοῖς οὐ μέγα φρονήσομεν.

Περὶ τοῦ δευτέρου μακαρισμοῦ· ὅτι τὸ κατὰ Θεὸν πενθεῖν διὰ τῆς εἰρημένης κατορθοῦται μελέτης. Καὶ μὴν καὶ πενθεῖν ἀκόλουθον καὶ δακρύειν τοῖς τὰ Χριστοῦ μελετῶσιν, εἴ τις λογίζοιτο τίνα μὲν περὶ τῆς σωτηρίας ἡμῶν ἐκαινοτομήθη, τίς δὲ ἡ ῥᾳθυμία καὶ ὁ κατέχων ἡμᾶς ὕπνος. Εἴτε γὰρ ἡ ζημία τῶν τιμιωτάτων ἡμᾶς λυπεῖ καὶ ὧν ἀπολωλέκαμεν ἀγαθῶν ἡ μνήμη παρασκευάζει δακρύειν, ἐνταῦθα τὸν πλοῦτον μανθάνομεν ὅσος ὃν ἐν χεροῖν ἔχοντες, κατέχειν ἐξόν, ἔπειτα ῥίπτομεν· εἴτε τὸ συνειδέναι πολλὴν ἡμῖν αὐτοῖς ἀγνωμοσύνην περὶ οὕτω φιλότιμον εὐεργέτην δάκνει καὶ τήκει τὴν ψυχήν, ἐντεῦθεν ἂν μάλιστα γένοιτο δῆλον, ὅσῃ μὲν πρὸς ἡμᾶς ἐκεῖνος ἡμερότητι κέχρηται καὶ φιλανθρωπίᾳ, ὅσην δὲ πρὸς αὐτὸν ἡμεῖς ἐπιδεικνύμεθα ῥᾳθυμίαν.

Πρῶτον μὲν γὰρ ἐξ οὐρανοῦ κατῆλθε ζητῶν καὶ ὅπως συγγενῆ πρὸς ἡμᾶς ἀφήσῃ φωνὴν καὶ ὄψιν δείξῃ πεποίηκεν, ὡσὰν εἴτε τὸν ὁμόφυλον στέργομεν εἴτε τὸν ἄριστον, ἀμφότερον αὐτὸς ᾖ, καὶ δυοῖν τούτων ἃ πανταχοῦ ποιεῖ φιλεῖν ἐπ’ αὐτοῦ συνελθόντων, τὰ μέγιστα πρὸς ἔρωτα δυνηθῇ.

Ἔπειτα τὴν φιλίαν αὔξων, κἀκεῖνο προσέθηκεν· ἐπεὶ γὰρ φιλεῖ μὲν ἑαυτὸν ἕκαστος, φιλεῖ δὲ τὸν ὁμόφυλον, ἀλλ’ ὅσον ἑαυτῷ τις προσήκει μᾶλλον ἢ τοῖς ὁμοφύλοις, ἑαυτὸν στέργει μᾶλλον ἢ τὸν ὁμόφυλον, ὡσὰν καὶ ταύτῃ τὸν βελτίω τοῦ φιλεῖσθαι κατάσχῃ τόπον τὸ τῶν ἐφετῶν ἔσχατον, καὶ μὴ καθάπερ τοῖς ὁμοφύλοις χαίρομεν, ἀλλ’ ὥσπερ ὑφ’ ἡμῶν αὐτῶν φιλούμεθα, τοῦτον τὸν τρόπον αὐτὸς ὑπὸ πάντων ἔχῃ φιλεῖσθαι, οὐκ ἠγάπησεν ἡμῖν ὁμόφυλος ὢν τῷ φύσεως μεταλαβεῖν τῆς αὐτῆς, ἀλλὰ καὶ ταὐτοῦ σώματος καὶ αἵματος καὶ πνεύματος ἡμῖν κοινωνήσας, ὃ περὶ τῶν φίλων ἡ παροιμία φησὶν ὑπερβολῇ χρωμένη, τοῦτο πρὸς ἀλήθειαν αὐτὸς ἑκάστῳ γένηται τῶν προσκειμένων ἄλλος αὐτός.

Εἰ δ’ ἐκεῖνος μὲν οὕτως ἡμᾶς ἐζήτησε, καὶ φιλίας οὐδένα παρῆκε τόπον ἀργὸν ἑαυτοῦ, ἀλλὰ καὶ τὸν εὐεργέτην ἔδειξε καὶ τὸν ἀδελφόν, καὶ ἡμῖν ὑπῆρξεν ἀντὶ ἡμῶν αὐτῶν, καὶ ταῦτα οὐ θελήσας οὐδὲ νεύματι μόνον ᾗ τὸν οὐρανὸν ἐποίησε τοῦτον, ἀλλ’ ἱδρῶσι καὶ πόνοις οὐδαμόθεν αὐτῷ προσῆκον, καὶ ἀγωνίᾳ καὶ ἀτιμίᾳ καὶ πληγαῖς καὶ τελευταῖον θανάτῳ· ἡμεῖς δὲ οὐ μόνον οὐδ’ ἡστινοσοῦν μεμνήμεθα χάριτος πρὸς τὸν οὕτω παντοδαπῶς ἡμῖν ἀγαθὸν οὐδὲ ζητοῦμεν οἷς ἀμειψόμεθα, ἀλλ’ οὕτω σκαιῶς ἔχομεν ὥστε οἷς ἀπεχθάνεται προσκείμεθα καὶ ὧν ἀπάγει τούτων ἐχόμεθα καὶ πρὸς ἃ προτρέπεται ταῦτα φεύγομεν καὶ οὕτως ἄτοπον ἐπιδεικνύμεθα πονηρίαν, τίνων οὐ θρήνων ἄξιοι καὶ δακρύων οἳ τἄλλα μὲν λόγου τινὸς ἐνομίσαμεν, τὸν Σωτῆρα δὲ καὶ τἀκείνου περιορῶμεν, ὥσπερ ἄλλοις προσῆκον ζητεῖν ἢ μὴ περὶ ἡμᾶς τῆς ἀφάτου γενομένης ἐκείνου προνοίας.

Καὶ τοῖς μὲν ἐπιτηδείοις ἃ δεῖ χρῆσθαι, πρὸς ἡμῶν ἡγούμεθα, καὶ μὴν καὶ λόγοις καὶ ἔργοις καὶ τέχναις ἁπάσαις καὶ πᾶσι τοῖς παρὰ τὸν βίον· κἂν γεωργῆσαι κἂν στρατηγῆσαι δέῃ κἂν ὁτιοῦν εἰς τὸ κοινὸν πολιτεῦσαι κἂν αὐτόν τινα πράττειν ἐφ’ ἑαυτοῦ, τὸ εἰκὸς ζητοῦμεν ἑκασταχοῦ καὶ τοῦ χρόνου τὸν καιρὸν ἐπαινοῦμεν, καὶ ὅλως τὸ γιγνόμενον καὶ τὸ εἰκὸς καὶ τὸ δίκαιον καὶ τοῦτο δὴ τοὔνομα πανταχοῦ πολὺ παρ’ ἡμῖν. Μόνων δὲ περὶ τῶν ὡς ἀληθῶς ἡμετέρων, ὅπως ᾗ προσῆκε φυλάξομεν καὶ δι’ ὧν ἂν ἡμῖν αὐτοῖς τὸ δίκαιον ἀποδοῖμεν, ἥκιστα δὴ πάντων σκοποῦμεν, ὥσπερ τῶν ἄλλων ἁπάντων χείρους ἡμᾶς αὐτοὺς ἡγούμενοι.

Εἰ μή τι ἄλλο, πρὸς γοῦν τὴν καινοτομίαν ἐπιστραφέντες ἐν ᾗ πάντα ἔσεισε καὶ μετήγαγεν, ἐν ᾗ τὰ μὲν ὑπὲρ τὸν οὐρανὸν οἱ πυθμένες τῆς γῆς εἶδον, γῆ δὲ αὐτὸν ὑπερέβη τὸν οὐρανόν, καὶ δεσμώτης μὲν ὁ κοινὸς τοῦ κόσμου τύραννος, οἱ δεδεμένοι δὲ τοῦ τυράννου πατοῦσι τὴν κεφαλήν, καὶ σῶμα Θεὸς ἑωρᾶτο φέρων καὶ τοῦτο πληγαῖς εἶκον καὶ αἷμα καὶ τοῦτο χέων ἐπὶ σταυροῦ, καὶ αὖ νεκρὸς ἀνθρώπου σείων τὴν γῆν καὶ νεκροῖς ζωὴν ἐπανάγων, ὧν ἔργον οὐδὲν ἢ τὸν Δεσπότην ἐπιγνῶναι καὶ τῆς γῆς ἀναστῆναι καὶ πρὸς οὐρανὸν βλέψαι τὸν ἄνθρωπον, οἱ δὴ τούτων συνενεχθέντων ἔτι καθεύδοντες, καὶ καθάπερ ἀνδριάντες πρὸς βροντὰς παθόντες οὐδέν, τίνων οὐκ ἀθλιώτεροι; πῶς δὲ οὐ δίκαιοι τὸν ἅπαντα τοῦ βίου χρόνον πένθους ἡγεῖσθαι καιρόν;

Τίνα γὰρ ἃ δακρύομεν; Νόσος; ἡμῖν δὲ οὐ νοσεῖ τῶν ἐν ἡμῖν τὸ βέλτιον; Ἀλλὰ πενία; καὶ μὴν πολὺ χείρω ταύτῃ τῶν πενήτων πράττομεν, ὅσον ἀναγκαιότερος ἐνταῦθα καὶ πολὺ βελτίων ὁ πλοῦτος· καὶ πενίαν μὲν ἐπὶ τοῦ παρόντος ἀνάγκη πεπαῦσθαι, τουτὶ δὲ τὸ δεινὸν οὐ δύναται λύειν ἡ τελευτή, ἀλλ’ ἀνάγκη καὶ πολλῷ μείζω ποιεῖν ἡμῖν ἐπὶ τοῦ μέλλοντος τὴν αἰσχύνην. Ἀλλὰ μανία ἐλεεινόν; τί οὖν; οὐ πονηρὸς ἡμῶν ἐλαύνει δαίμων τὴν γνώμην, ἧς τοσαύτην κατέχεεν ἄνοιαν; εἰ γὰρ ἐπὶ ξίφους χωρεῖν καὶ κατὰ κρημνῶν ἵεσθαι καὶ τοὺς φίλους ἀγνοεῖν καὶ τοῖς δυσμενεστάτοις προσπίπτειν, ταῦτα μαινομένων, οὐ τὸν φιλοῦντα φεύγομεν; οὐ τὸν ἐχθρὸν οἷς ποιοῦμεν ζητοῦμεν; οὐκ ἐπὶ τὴν γέενναν σπεύδομεν, πάντα ποιοῦντες ἃ πρὸς ἐκείνην ὠθεῖ;

Οὕτω μὲν τοίνυν ἡμῖν αὐτοῖς τὰ πάνδεινα συνειδόσι δακρύειν ἀκόλουθον καὶ πενθεῖν. Ταῦτα δὲ γένοιτ’ ἂν ἡμῖν αὐτοῖς συνεγνωκέναι καὶ τὰ ὄντα δοξάζειν, καὶ μὴ καὶ τοῦτο δυστυχεῖν, ᾗ κακῶν ἐσμὲν ἀγνοοῦσιν, ἐὰν τὴν εὐεξίαν καὶ τὸν πλοῦτον εἰδῶμεν καὶ τὸ σωφρονεῖν, ὧν ἡμῖν ὑπὸ τοῦ Χριστοῦ μηδὲν πονήσασι κατεσκευασμένων, τυγχάνειν ἔξεστιν εἰσάγοντας οὐδὲν πλέον ἢ βουλομένους.

Τοῦτο γὰρ ἂν καὶ δάκοι μᾶλλον καρδίαν, ἐξὸν εὐδαιμονεῖν, αἱρεῖσθαι δυστυχεῖν, καὶ ζῆν ἐν φωτὶ δυναμένους, ἐν σκότει καθημένους ἀνέχεσθαι. Ταῦτα δὲ οὐ τοῖς ῥαθύμως ἔχουσι μόνον ἐμβαλεῖ δάκρυον, ἀλλὰ καὶ τοῖς σπουδαιοτάτοις, καὶ μάλιστα τούτοις, ὅσῳ καὶ μείζονος αἰσθάνονται τῆς ζημίας. Καὶ γὰρ καὶ ταῦτα καὶ τὰ τούτων ἔτι χείρω καταψηφίζονται σφῶν αὐτῶν, ἐπειδὰν ἐνθυμηθῶσι Θεὸν ἐπὶ σταυροῦ γυμνόν, σφαττόμενον, ᾧ πάντα δουλεύει, καὶ τὴν ἀντίστροφον παρ’ ἡμῶν εἰσπραττόμενον ἀμοιβήν· ἀνθ’ ὧν ἀνθρώπου Θεὸς ὢν αὐτὸς ἐδέξατο φύσιν, γενέσθαι θεοὺς ἡμᾶς ἐξ ἀνθρώπων, καὶ τῆς μὲν γῆς τὸν οὐρανόν, τῆς δὲ δουλείας τὴν βασιλείαν, τῆς δὲ συνούσης ἀδοξίας τὴν ἀληθινὴν ἀλλάξασθαι δόξαν· ὑπὲρ ὧν ὁ τῶν οὐρανῶν τεχνίτης ἐνεδύσατο γῆν, καὶ ὁ μὲν φύσει Δεσπότης «ἐν δούλου μορφῇ», ὁ δὲ τῆς δόξης βασιλεὺς «ὑπέμεινε σταυρὸν αἰσχύνης καταφρονήσας».

Περὶ τοῦ τρίτου μακαρισμοῦ· ὅτι τὸ πρᾴους εἶναι διὰ τῆς εἰρημένης κατορθοῦται μελέτης. Πρᾳότητος δὲ πέρι καὶ τοῦ θυμοῦ κρατεῖν, καὶ μὴ πρὸς τοὺς λελυπηκότας χαλεπῶς ἔχειν, πολλῶν ὄντων δι’ ὧν τὴν ἀληθῆ φιλοσοφίαν ὁ Σωτὴρ εἰσήνεγκεν εἰς τὸν κόσμον, τὰ πλεῖστα πάντων καὶ μέγιστα προτέθεικε παραδείγματα, καὶ οἷς εἶπε καὶ οἷς ἐποίησε καὶ ὧν ἠνέσχετο πάσχων.

Αὐτίκα γὰρ ὑπὲρ τῶν λελυπηκότων, αἵματος ἠνέσχετο καὶ σαρκός· καὶ τούτους ἦλθε λῦσαι ζητῶν, οἷς τὰ δεινότατα πάντων εἶχεν ἐγκαλεῖν· καὶ παρ’ ὧν ἔπειτα ταῖς εὐεργεσίαις αἷς τὴν φύσιν ἐπηνώρθου, τῶν βασκάνων ἐπιθεμένων οὐκ ἀνῆκεν εὐεργετῶν· ἀλλ’ ὅτι τοὺς δαίμονας ἐξέβαλλε τῶν ἀνθρώπων, Βεελζεβοὺλ καὶ δαιμονίων ἄρχων καὶ δεινότατα πάντων ἀκούων, οὐδὲν ἧττον ἤλαυνε· καὶ τῶν μαθητῶν ἕνα πρὸς αὐτὸν διαφθαρέντα, τοσοῦτον ἀπέσχεν ἐκβαλεῖν τοῦ χοροῦ, ὥστε καὶ συνῆν ἃ συνεῖναι φίλοις εἰκός, καὶ ἁλῶν ἐκοινώνει τῷ φονευτῇ καὶ τῶν ἀπορρήτων τῷ προδότῃ καὶ τῶν αἱμάτων αὐτῶν, καὶ τελευταῖον παρέσχε περιβαλεῖν καὶ φιλῆσαι.

Καὶ τὰ μὲν πάντων καινότατα ἐτολμᾶτο· ὑπὲρ ὧν εὖ πεποίηκεν ἀπέθνῃσκεν· αὐτοὶ τὸ ξίφος ὤθησαν οἱ παθόντες εὖ· ὁ φίλος τοῦ φόνου τοῖς φονευταῖς ἡγήσατο· τὸ φίλημα ἦν τοῦ φόνου σύνθημα. Καὶ ὁ ταῦτα πάσχων οὕτως ἡμέρως εἶχε καὶ φιλανθρώπως, ὥστε ὑπό του τῶν μαθητῶν πληγέντος τῶν κυνῶν ἐκείνων ἑνός, αὐτὸν τὴν πληγὴν μὴ παραδραμεῖν, ἀλλ’ εὐθὺς ἰάσασθαι, τοῦ μέλους ἁψάμενον. Καὶ οὕτω σημεῖον ἐξενεγκόντος τῆς τε ὑπερφυοῦς ἰσχύος καὶ ἡμερότητος τῆς ἐσχάτης, οὔτε ταύτην φοβηθέντας οὔτ’ ἐκείνην αἰδεσθέντας, οὐκ ἀπώλεσεν οὐδὲ πῦρ ὗσε τοῖς μιαροῖς οὐδὲ κεραυνοῖς ἔβαλε, δικαίους ὄντας καὶ τούτων καὶ εἴ τι χεῖρον.

Ἀλλ’ ὁ μὲν τῶν ἀγγέλων χορὸς ἀδεῶς οὐδὲ προσβλέπειν εἶχον αὐτῷ, τοῖς δὲ ἕλκουσιν ἠκολούθει καὶ παρεῖχε συνδῆσαι χεῖρας, αἷς ὑπεχώρει δεσμὰ νόσου καὶ δαιμόνων ἐλύετο τυραννίς· καὶ παίσαντα κατὰ κόρρης αὐτὸν τὸν κάκιστ’ ἀπολούμενον δοῦλον ἐξόν, οὐ διέφθειρεν, ἀλλ’ ἠπίως μάλα καὶ φιλανθρώπως λόγων ἠξίου καὶ διωρθοῦτο τὴν γνώμην τό γ’ ἐπ’ αὐτῷ.

Εἶτα θανάτου τιμησάντων αὐτῷ τῶν μιαρῶν δικαστῶν σιωπῇ φέρει τὴν ψῆφον· καὶ δεξάμενος τὸ τίμημα καὶ προσηλωθεὶς ἤδη τῷ ξύλῳ, τὸ πρὸς τοὺς φονευτὰς οὕτως οὐ διέλυσε φίλτρον, ὥστε τοῦ γεγεννηκότος ἐδεῖτο τοῦ πρὸς τὸν Μονογενῆ τολμήματος μηδεμίαν παρ’ αὐτῶν εἰσπράξασθαι δίκην· καὶ οὐ παρῃτεῖτο περὶ αὐτῶν μόνον, ἀλλ’ ἤδη καὶ ἀπελογεῖτο, καὶ ἦν ἡ φωνὴ τῆς ἀπολογίας, σφόδρα περικαιομένου καὶ ἐλεοῦντος· «Ἄφες γὰρ αὐτοῖς, φησί, Πάτερ· οὐ γὰρ οἴδασι τί ποιοῦσι». Καὶ καθάπερ πατὴρ φιλόστοργος ἀφραίνοντας διὰ τὴν ἡλικίαν παῖδας οἰκτείρων, ἥμερον αὐτοῖς εἰργάζετο τὸν σωφρονιστήν· καὶ τότε μὲν μετὰ τούτων ἀπέθνῃσκε τῶν φωνῶν.

Ἐπεὶ δὲ ἀνεβίω καὶ τῆς ἑορτῆς ἔδει κοινωνοὺς λαβεῖν τῶν ἐπιτηδείων οἷς ἐνέμεινεν ἡ γνώμη, μὴ μνησικακήσας ὑπὲρ ὧν ἔλιπον αὐτὸν φυγόντες ἐν μεσημβρίᾳ κινδύνων, τοὺς μαθητὰς συνεκάλει· καὶ μηνύσας οἷ δεῖ γενομένους αὐτῷ συνελθεῖν, ἐπεὶ συνῆλθε φανείς, οὐ προφέρει τὴν φυγήν, οὐδὲ φαίνεταί που πρὸς αὐτοὺς τοσούτου δή τινος μεμνημένος, καὶ ὡς ἰσχυρίσαντο μὲν αὐτῷ θανάτου πάντες κοινωνήσειν καὶ τῶν ἐσχάτων, οἱ δ’ οὐδὲ τὴν θέαν ἤνεγκαν, καὶ ταῦτα οὐδὲ παρόντων ἀλλ’ ἔτι μελλόντων τῶν δεινῶν.

Ἀλλ’ εἰρήνης καὶ Πνεύματος Ἁγίου καὶ τῶν τοιούτων αὐτοῖς μεταδούς, τὴν τῆς οἰκουμένης ἔπειτα πάσης ἐπιτρέπει κηδεμονίαν, καταστήσας αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Καὶ ταῦτα μὲν εἴργαστο κοινῇ τὸν χορόν· τὸν δὲ κορυφαῖον αὐτόν, πολλάκις ἤδη τὸ πρὸς αὐτὸν προδεδωκότα φίλτρον καὶ τὴν στοργὴν ἠρνημένον, ὁποῖα; Οὐ γὰρ ὅσον τὴν ἄρνησιν οὐκ εἰς μέσον ἤγαγεν, οὐδ’ ἀνέμνησε τῶν συνθηκῶν ἐν αἷς ἀπώμοτον ἦν αὐτῷ τὸ μὴ μετασχεῖν τοῦ θανάτου τῷ διδασκάλῳ, ὧν αὐτίκα παραβάτης ἦν οὐδὲ μικρὸν διαλιπὼν χρόνον, ἀλλὰ καὶ τοὺς ἀγγελοῦντας τὴν ἀνάστασιν πέμψας χωρὶς τῶν ἄλλων αὐτῷ καὶ ταύτῃ τιμήσας, ὁ δὲ καὶ συνελθὼν τὰ φιλικὰ διελέχθη, καὶ πυνθάνεται τὸν ἑαυτοῦ πόθον εἰ μείζων ἢ παρὰ τοῖς ἄλλοις τῶν ἑταίρων ἐστὶν ἐν αὐτῷ· καὶ τοῦ Πέτρου φιλεῖν εἰπόντος, ἔτι ταὐτὸ πυνθάνεται, καὶ τό· «Φιλῶ σε» πάλιν ἀκούσας, ἀνείρετ’ αὖθις εἰ φιλοῖτο· καὶ οὐκ ἂν ἐμοὶ δοκεῖν ἐρωτῶν ἀνῆκεν πολλάκις εἰ μὴ Πέτρος ἀπεῖπεν ἀνιαθείς, εἰ πρὸς τὸ μαθεῖν ὅτι φιλοῖτο πολλῶν δέοιτο λόγων, πάντα εἰδώς.

Καίτοι ταῦτα ἦν, οὔτε τὸν φίλον ἀγνοοῦντος, οὔτε τὸν ἀγνοοῦντα πλαττομένου· τὸ μὲν γὰρ ἦν πλανᾶσθαι, τὸ δ’ ἀπατᾶν, ὧν οὐδέτερον τῆς εἰλικρινοῦς ἀληθείας. Ἀλλὰ τοῦτο μὲν ἐκεῖνο δεικνύντος, ὡς οὐ μνησικακῶν εἴη, τῶν προτέρων ὁμολογιῶν πεπατημένων· οὐ γὰρ ἂν ἐζήτει δευτέρας· τοῦτο δὲ τὸ φίλτρον ἀνάπτων τῷ Πέτρῳ, κινδυνεῦσαν ἤδη σβεσθῆναι μικροῦ. Τὸ γὰρ τοιαύτας μὲν πεύσεις προσάγειν, πρὸς τοιαύτας δὲ παρακαλεῖν ἀποκρίσεις, πρὸς ἑταιρίαν παντὸς δύναται μᾶλλον· καὶ μνήμη τῶν φιλικῶν, καὶ τὸ περὶ τούτων τι λέγειν, οὐχ ὅσον μείζω πεποίηκεν οὖσαν, ἀλλὰ καὶ μήπω φῦσαν ἐδυνήθη τεκεῖν. Εἶεν.

Οὕτω μὲν οὖν ὁ Σωτὴρ ἐπὶ τῶν ἔργων ἐκβάλλων φαίνεται τὴν ὀργήν· διδάσκοντι δὲ καὶ νομοθετοῦντι, ἆρ’ ἔστιν ὃ πρὸ τῆς πρᾳότητός ἐστιν αὐτῷ; Καὶ γὰρ καὶ προσευχὴν αὐτὴν καὶ θυσίαν, μὴ ἂν προσέσθαι φησίν, ἣν ὀργίλως ἔχοντες ἢ θύωμεν ἢ προσευχώμεθα· καὶ ἄφεσιν ἁμαρτιῶν τὸ κοινὸν ἅπασι δῶρον, τοῖς ὑπὲρ ἑαυτῶν ὀργιζομένοις οὔποτε δώσειν, κἂν ὑπὲρ τούτου πάντα ποιῶμεν, κἂν ποταμοὺς ἱδρώτων καὶ δακρύων χέωμεν, κἂν αὐτὸ ξίφει καὶ πυρὶ προδῶμεν τὸ σῶμα· τοσούτου τινὸς ἄγων φαίνεται πρᾳότητα.

Καὶ οὕτως ἀκόλουθον τοὺς τὰ ἐκείνου λογιζομένους, τὴν καρδίαν πρὸς τοὺς ἀνιῶντας ἥμερον ἔχειν. Ὃ καὶ δεικνύς, ἂν ἐμὲ γνῶτε, φησίν, ὅπως ἡμερότητος ἔχω, καὶ ὑμῖν κατασταίη ἂν ἡ καρδία· «Μάθετε γάρ, φησίν, ἀπ’ ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Ἔτι δὲ καὶ τόνδε τὸν τρόπον τῆς περὶ τοῦ Χριστοῦ μελέτης ἡ πρᾳότης γένοιτ’ ἂν ἔργον. Τῆς μὲν γὰρ ἱερᾶς τραπέζης ἀνάγκη λαβεῖν ἔρωτα, τὸν ἐν τούτοις ζῶντα τοῖς λογισμοῖς· ταύτης δὲ οὐκ ἐξὸν τυγχάνειν μνησικακοῦντα, πρὸς πᾶσαν ὀργὴν οὗτος στήσεται, καὶ μίσους τηρήσει καθαρὰν τὴν ψυχήν. Τὸ γὰρ αἷμα τοῦτο πρὸς διαλλαγὰς χεθὲν ἐξ ἀρχῆς, οὐκ ἀνάσχοιτ’ ἂν δικαίως τῶν ὀργῇ καὶ θυμῷ δουλευόντων. Εἰ γὰρ καὶ φωνὴν πρὸς τὸν Πατέρα περὶ τῶν μιαιφόνων ἀφῆκε, καθάπερ τὸ Ἄβελ αἷμα χεθέν, ἀλλ’ οὐκ ἐγράψατο παρ’ αὐτῷ τοὺς ἠδικηκότας, οὐδὲ δίκας ἀπῄτησεν ὥσπερ ἐκεῖνο τὸν ἀδελφόν· ἀλλὰ τοὐναντίον, καὶ γὰρ ἀπελύετο, καὶ ἡ τοῦ σφαγέντος φωνὴ συγγνώμην εἶχε τοῖς φονευταῖς.

Περὶ τοῦ τετάρτου μακαρισμοῦ· ὅτι ἡ δικαιοσύνη διὰ τούτων τῶν λογισμῶν κατορθοῦται. Ἔτι δὲ καὶ δικαιοσύνης ἐργάται διαφερόντως ἁπάντων, οἱ μετὰ τούτων ζῶντες τῶν λογισμῶν, ἐν οἷς ὁ τοῦ κόσμου Δεσπότης οὕτω φαίνεται τιμήσας δικαιοσύνην ὥστε μετὰ τῶν δούλων ἦν, μετὰ τῶν σφαττομένων, μετὰ τῶν νεκρῶν, ἵνα πᾶσι τὸ δίκαιον ἀποδῷ· καὶ τῷ μὲν Πατρὶ τὴν δόξαν καὶ τὴν ὑπακοὴν ἣν πόρρωθεν προσῆκον οὐδεὶς εἰσενεγκεῖν εἶχε· τῷ τυράννῳ δὲ τὰ δεσμὰ καὶ τὸ περιορᾶσθαι καὶ τὴν αἰσχύνην, ᾧ λύει τὴν ἄδικον ἀρχήν, καὶ νόθον ἁψάμενον τῶν ἡμετέρων ἐξήλασε κρίσει κατενεγκὼν καὶ δικαιοσύνῃ.

Περὶ τοῦ πέμπτου μακαρισμοῦ· ὅτι ἡ ἐλεημοσύνη διὰ τούτων τῶν λογισμῶν κατορθοῦται. Ἔλεον δὲ καὶ τὸ κοινωνεῖν ὀδύνης ἀλγοῦσι καὶ τὰ δυσχερῆ τοῖς ἄλλοις αὑτοῦ νομίζειν κακά, πόθεν ἑτέρωθεν εἰ μὴ τούτων ἄν τις λάβοι τῶν λογισμῶν, ἐν οἷς ἡμᾶς αὐτοὺς ὁρῶμεν ἥκιστα δικαίους ὄντας ἐλέου, παρὰ πᾶσαν προσδοκίαν ἐλεουμένους; τὴν αἰχμαλωσίαν ἐκείνην, τὴν δουλείαν, τὰ δεσμά, τὴν τοῦ δουλωσαμένου μανίαν· καὶ ὡς τῷ μὲν ὅρος τῶν εἰς ἡμᾶς κακῶν οὐδεὶς ἦν, ἀλλ’ ἀεὶ χαλεπωτέρου καὶ χείρονος ἐπειρώμεθα τοῦ τυράννου· ἡμῖν δὲ πανταχόθεν ἀμηχανία καὶ ἐρημία τοῦ δοῦναι χεῖρά τινα δυναμένου· καὶ τῷ μὲν χρῆσθαι τῇ γνώμῃ καθ’ ἡμῶν ἐξῆν, καὶ ἠγόμεθα καθάπερ ἐωνημένῳ πεπραμένοι· ἡμῖν δὲ παραμυθία τῶν δεινῶν οὐδὲ φάρμακον οὐδὲν ἦν, οὐκ οἴκοθεν, οὐχ ἑτέρωθεν, οὐ τῶν ὑπὲρ ἡμᾶς, οὐ τῶν ὁμοφύλων, ἀλλ’ ἐπίσης ἅπασιν ἐν καιρῷ γενέσθαι τῇ φύσει τῶν ἀνθρώπων ἄπορον ἦν. Καὶ τί λέγω φάρμακον, οἷς οὐδὲ μνησθῆναι τοῦ ἰατροῦ καθαρῶς ἐξῆν οὐδὲ δεηθῆναι.

Οὕτω τοίνυν ἀθλίως διακειμένους, «οὐ πρέσβυς οὐδὲ ἄγγελος ἀλλ’ αὐτὸς ὁ Κύριος» ᾧ πολεμοῦντες ἦμεν, εἰς ὃν ὑβρίζομεν παρανομοῦντες, αὐτὸς ἠλέησεν οἶκτον ἀήθη καὶ λόγου μείζω καὶ παρὰ πᾶν τὸ ἐπὶ τούτοις εἰκός. Οὐ γὰρ ἐβουλήθη τῶν κακῶν ἡμῖν τὴν ἀπαλλαγὴν μόνον, οὐδ’ οἰκεῖον ἐνόμισε τὸ ἄλγος, ἀλλ’ ἐποιήσατο καὶ μετέστησεν ἀφ’ ἡμῶν εἰς ἑαυτὸν τὰς ὀδύνας δεξάμενος, αὐτὸς ἐλέου φανῆναι πράττων ἀξίως ἵν’ ἡμᾶς ἐργάσηται μακαρίους. Καὶ γὰρ «ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ», Παῦλος εἶπε, τῶν ἐλεουμένων πολλοῖς ἔδοξεν εἶναι καὶ ἠλεήθη, τὸν ἄδικον θάνατον ἀποθνῄσκων. Καὶ «ἐκόπτοντο γάρ, φησί, καὶ ἐθρήνουν» ἐπ’ αὐτῷ τὴν ἐπὶ θάνατον ἀγομένῳ.

Καὶ οὐ τοῖς ἐπ’ ἐκείνου μόνον καὶ θεωμένοις τὸ πάθος, ἀλλ’ ἤδη καὶ Ἠσαΐας πόρρωθεν ἰδών, ἀδακρυτὶ τὴν θέαν οὐκ ἤνεγκεν, ἀλλ’ ὡς ἐπὶ νεκρῷ μονῳδῶν, ἐλέου γέμουσαν ἀφῆκε φωνήν· «Εἴδομεν αὐτόν, φησί, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον τὸ εἶδος αὐτοῦ παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.» Τί τῆς συμπαθείας ταύτης γένοιτ’ ἂν ἴσον, εἰ μὴ λογισμοῖς καὶ θελήσει κοινωνεῖ τοῦ πάθους τοῖς δυστυχέσιν, ἀλλ’ αὐτοῖς τοῖς πράγμασι, καὶ οὐδ’ ἀνέχεται μερίτης εἶναι τῶν δυσχερῶν, ἀλλ’ εἰς ἑαυτὸν τὸ πᾶν ἀναιρεῖται καὶ τὸν ἡμέτερον θάνατον ἀποθνῄσκει; Τούτων τῶν λόγων, εἰς τὸν τῶν ὁμοφύλων οἶκτον τί ἂν ἐπισπάσαιτο μᾶλλον;

Εἰ γὰρ τὸ φθάσαντας παθεῖν τῶν δυσχερῶν ὁτιοῦν, ἱλέως ἐργάζεται τοῖς ἄρτι τὰ ἴσα κακοπαθοῦσιν οἰκειουμένους τὰς συμφοράς, τί τῶν δεινῶν οὐ πεπόνθαμεν; οὐκ ἀπόπτωσιν πατρίδος τῆς ὡς ἀληθῶς ἡμετέρας; οὐ πενίαν; οὐ νόσον; οὐ τὴν ἐσχάτην μανίαν; καὶ τούτων ἀπηλλάξαμεν πάντων «διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν». Οὐκοῦν καὶ ἡμεῖς ἐλεοῖμεν ἂν εἴ τις καθ’ ὁτιοῦν τούτων πράττει κακῶς, καὶ τὸν οἶκτον ἀποδοῖμεν τοῖς ὁμοδούλοις, οὗπερ ἡμῖν ὁ κοινὸς ὑπῆρξε Δεσπότης. Καὶ τοῦτο δηλῶν ὁ Σωτήρ, ὡς ἄρα δεῖ πρὸς τοὺς ὁμοφύλους ἡμέρως ἔχειν, εἰς παράδειγμα τὴν θείαν ἀφορῶντας φιλανθρωπείαν, «Γίνεσθε, φησίν, οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστί.» Περὶ τοῦ ἕκτου μακαρισμοῦ· ὅτι ἡ τῆς καρδίας καθαρότης ἀπὸ τῆς εἰρημένης κατορθοῦται μελέτης.

Τό γε μὴν καθᾶραι καρδίαν καὶ πρὸς ἁγιασμὸν τὴν ψυχὴν ἀσκῆσαι, τίνος ἀγῶνος ἢ σπουδῆς ἢ τίνων ἱδρώτων μᾶλλον ἢ τῶν ἐννοιῶν τούτων καὶ τῆς μελέτης γένοιτ’ ἂν ἔργον; ὅ γε οὐδ’ ἔργον ἄν τις εἴποι τῆς περὶ Χριστοῦ μελέτης, ἀλλ’ αὐτὴν ἄντικρυς εἶναι τὴν μελέτην, σκοπῶν ἀκριβῶς.

Πρῶτον μὲν γὰρ τὸ συνεῖναι τῶν λογισμῶν τοῖς ἀρίστοις, τῶν φαύλων ἐστὶν ἀφεστάναι· τοῦτο δέ ἐστι, τὴν καρδίαν καθαρὸν εἶναι. Διττῆς γὰρ ἡμῖν τῆς ζωῆς καὶ τῆς γεννήσεως οὔσης, τῆς μὲν πνευματικῆς, τῆς δὲ σαρκικῆς, καὶ τῷ μὲν σώματι τοῦ πνεύματος οἷς ἐπιθυμεῖ πολεμοῦντος, τοῦ σώματος δὲ κατὰ τοῦ πνεύματος ἱσταμένου, τἀναντία σπείσασθαι καὶ συνελθεῖν ἀμήχανον ὄν, ὁποτέρα τῶν ἐπιθυμιῶν τῇ μνήμῃ κρατήσει τῶν λογισμῶν, ὡς ἐκβαλεῖ τὴν ἑτέραν παντί που δῆλον.

Ἔπειτα καθάπερ τῆς σαρκικῆς ζωῆς καὶ τῆς γεννήσεως ἡ μνήμη καὶ τὸ τοιοῖσδε τὸν νοῦν προσέχειν τὴν κάκιστ’ ἀπολουμένην ἐπιθυμίαν καὶ τὸν ἐκεῖθεν ἐντίθησι μολυσμόν, τὸν ἴσον τρόπον καὶ τὴν τοῦ λουτροῦ γέννησιν καὶ τὴν κατάλληλον τῇ γεννήσει τροφήν, καὶ τἄλλα δὴ τὰ τῆς καινῆς ζωῆς, τῇ συνεχεῖ μνήμῃ τὴν ψυχὴν κατασχόντα, τὴν ἐπιθυμίαν εἰκός ἐστιν ἀπὸ τῆς γῆς ἐπ’ αὐτὸν ἄγειν τὸν οὐρανόν.

Περὶ τοῦ ἑβδόμου μακαρισμοῦ· ὅτι τὸ εἰρηνοποιεῖν ἀπὸ τῆς εἰρημένης κατορθοῦται μελέτης. Ἐπεὶ δὲ Χριστός ἐστιν «ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκί», ᾧ τῆς εἰρήνης ἕνεκα τὰ πάντα ἐπενοήθη, τί πρὸ τῆς εἰρήνης ἂν εἴη, τοῖς μελέτην ψυχῆς καὶ νοῦ σπουδὴν τἀκείνου ποιησαμένοις; Αὐτοί τε γὰρ διώξουσι τὴν εἰρήνην, ᾗ κελεύει Παῦλος, ὡς οὐδὲν ἄλλο, καὶ τοῖς ἄλλοις ἡγήσονται τοῦ πράγματος καὶ λύσουσι μῖσος ἀνόνητον καὶ παύσουσιν εἰκῇ πολεμοῦντας, εἰδότες εἰρήνην οὕτω τίμιον ὥστε τὸν Θεὸν αὐτὸν ἐπὶ τῷ ταύτην ἀνθρώποις ὠνήσασθαι καταλαβόντα τὴν γῆν, καὶ πλούσιον ὄντα καὶ πάντων Κύριον, μηδὲν εὑρεῖν ἄξιον τοῦ χρήματος, ἀλλ’ αὐτὸ τὸ αἷμα καταβαλεῖν.

Ἐπεὶ γὰρ τῶν ἤδη γεγενημένων καὶ ὄντων οὐδὲν ἑώρα τῆς ζητουμένης εἰρήνης καὶ τῶν διαλλαγῶν ὅπερ ἂν ἀντίρροπον ἦν, ἄλλην καινὴν ἔκτισε κτίσιν, αἷμα ἑαυτῷ, καὶ τοῦτο δοὺς διαλλακτὴς ἦν εὐθὺς καὶ ἄρχων εἰρήνης.

Οἱ τοίνυν τὸ αἷμα ἐκεῖνο προσκυνοῦντες, τί ποτ’ ἂν κατορθοῦν ἄλλο ζητοῦντες τὰ ἑαυτῶν ἡγήσονται πράττειν, ἢ διαλλαγῶν καὶ εἰρήνης ἀνθρώποις ὄντες τεχνῖται; Περὶ τοῦ ὀγδόου καὶ ἐνάτου μακαρισμοῦ· ὅτι τὸ ὑπομένειν διωκομένους καὶ ὑβριζομένους ἕνεκεν δικαιοσύνης καὶ τοῦ Χριστοῦ διὰ τῆς μελέτης ταύτης κατορθοῦται.

Εἰ δὲ τὴν καθόλου δικαιοσύνην, λέγω τὴν ἀρετήν, ἡλίκον ἐστὶν ἀγαθόν, καὶ οἷον αὐτῇ σύνεστι κάλλος, ἐπὶ τοῦ ἤθους μόνου πάρεστιν ἰδεῖν τοῦ Σωτῆρος, ἅτε μόνου τῶν ἐναντίων αὐτὸ καθαρὸν παντελῶς ἐπιδειξαμένου—καὶ γὰρ ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ ὁ τοῦ κόσμου ἄρχων ἐλθὼν εὗρεν οὗ διῶξαι δυνήσεται τὴν θείαν ἐκείνην ψυχήν, οὐδ’ ἐν ᾧ μέμψαιτο τὴν ὥραν, βασκάνοις περισκοπῶν ὀφθαλμοῖς— τὸν μὲν εἰς τὸν Χριστὸν καὶ τὴν ἀρετὴν ἔρωτα, δῆλον ὡς οὐδὲν ἄλλο ποιοῦντας ἢ μηχανωμένους ἢ τὰ Χριστοῦ μελετῶντας, ἔστι λαβεῖν· οὕτω γὰρ περιέσται καὶ τὸ τῆς ἀρετῆς καὶ τὸ τοῦ Σωτῆρος κάλλος καταμαθεῖν, καταμαθοῦσι δὲ καὶ φιλεῖν, ὡς αἴτιον ὂν πανταχοῦ τοῦ φιλεῖν τὸ καταμαθεῖν· ἐπεὶ καὶ τὴν Εὖαν ὁ τοῦ ξύλου καρπὸς καὶ ταῦτα ἀπειρημένου, τοῦτον εἶλε τὸν τρόπον· «Κατενόησε γάρ, φησίν, ὡς ὡραῖος ἦν εἰς ὅρασιν καὶ καλὸς εἰς βρῶσιν».

Περὶ τοῦ δεκάτου μακαρισμοῦ· ὅτι τὸ χαίρειν ὑπὲρ ἀρετῆς καὶ τοῦ Χριστοῦ διωκομένους καὶ ὑβριζομένους, ἀπὸ τῆς εἰρημένης περιγίνεται μελέτης. Ἔρωτα δὲ Χριστοῦ καὶ τῆς ἀρετῆς οὕτω λαβόντας, καὶ διωγμῶν ὑπὲρ αὐτῶν εἰκὸς ἀνασχέσθαι καὶ φυγεῖν ἑλέσθαι δεῆσαν καὶ τὰ δεινότατα πάντων ἀκοῦσαι καὶ τοῦτο χαίροντας, ὡς δὴ μεγίστων καὶ καλλίστων αὐτοῖς γερῶν ἀποκειμένων ἐν οὐρανοῖς.

Ὁ γὰρ περὶ τὸν ἀθλοθέτην τῶν ἀγωνιζομένων ἔρως, καὶ τοῦτο δύναται καὶ περὶ τῶν μήπω φαινομένων ἄθλων ποιεῖ πιστεύειν αὐτῷ, καὶ βεβαίας εἰς τὸ μέλλον ἐπὶ τοῦ παρόντος ἔχειν ἐλπίδας. Οὕτω τὰ Χριστοῦ τοὺς ἑκάστοτε λογιζομένους καὶ μελετῶντας καὶ μετρίους εἶναι ποιεῖ καὶ τῆς ἀνθρωπείας ἐπιγνώμονας ἀσθενείας ὥστε πενθεῖν, καὶ πρᾴους ἀποδείκνυσι καὶ δικαίους καὶ φιλανθρώπους καὶ σώφρονας καὶ διαλλαγῶν ἀνθρώποις ἐργάτας, καὶ οὕτω Χριστοῦ καὶ τῆς ἀρετῆς περιεχομένους ὥστε ὑπὲρ αὐτῶν οὐκ ἀνέχεσθαι μόνον, ἀλλὰ καὶ χαίρειν ὑβριζομένους καὶ ἥδεσθαι διωκομένους.

Καὶ ὅλως τὰ μέγιστα τῶν ἀγαθῶν καὶ ὅθεν ἐστὶ μακαρίους γενέσθαι τῶν ἐννοιῶν ἀπολαύειν ἔξεστι τούτων, καὶ οὕτω τηρῆσαι μὲν ἐν τῷ ἀγαθῷ τὴν γνώμην, τὴν δὲ γιγνομένην ὥραν καλὴν ἐργάσασθαι τὴν ψυχήν, καὶ τὸν ἀπὸ τῶν μυστηρίων φυλάξαι πλοῦτον καὶ τὸν βασιλικὸν μὴ ῥῆξαι μηδὲ ῥυπᾶναι χιτῶνα.

Διὰ τοῦτο καθάπερ τὸ νοῦν ἔχειν καὶ λόγῳ χρῆσθαι, τῆς τῶν ἀνθρώπων φύσεως ἴδιον, οὕτω τὰ Χριστοῦ θεωρεῖν ἔργον εἶναι χρὴ νομίζειν τοῦ λογισμοῦ· μάλιστα μὲν ὅτι τὸ παράδειγμα πρὸς ὃ δεῖ βλέπειν ἀνθρώπους, ἄν τέ τι δέῃ πράττειν ἐφ’ ἑαυτῶν αὐτούς, ἄν τε τοῖς ἄλλοις τῶν δεόντων ἡγεῖσθαι, μόνος ἐστὶν Ἰησοῦς, ὃς καὶ τῶν ἰδίων ἕνεκα καὶ τῆς πολιτείας, πρῶτος καὶ μέσος καὶ τελευταῖος τὴν ἀληθινὴν ὑπέδειξεν ἀνθρώποις δικαιοσύνην.

Ἔπειτα καὶ γέρας ἐστὶν ὁ αὐτὸς καὶ στέφανος, ὃν δεῖ λαβεῖν ἀγωνισαμένους. Οὐκοῦν εἰς ἐκεῖνον ὁρᾶν δεῖ, καὶ τἀκείνου σκοπεῖν ἀκριβῶς καὶ ὡς ἔνεστι πειρᾶσθαι καταμανθάνειν, ἵν’ εἰδῶμεν ὡς δεῖ πονεῖν. Τὰ γὰρ ἆθλα τοῖς ἀθληταῖς μετρεῖ τοὺς ἀγῶνας, καὶ ταῦτα ἀποσκοποῦντες τοὺς πόνους φέρουσι, τοσοῦτον εἰσάγοντες καρτερίας ὅσον ἐκεῖνα κάλλους ἔγνωσαν ἔχειν.

Παρὰ πάντα δὲ ταῦτα, τίς οὐκ οἶδεν ἀνθ’ ὧν ἡμᾶς αὐτὸς ἐκτήσατο μόνος, τοῦ αἵματος πριάμενος, ὡς οὐκ ἔστιν ἄλλος ᾧ χρὴ δουλεύειν καὶ πρὸς ὃν δεῖ χρήσασθαι ἡμῖν αὐτοῖς, καὶ σώμασι καὶ ψυχαῖς, καὶ ἔρωτι καὶ μνήμῃ, καὶ τῇ κατὰ νοῦν ἐνεργείᾳ. Διὰ τοῦτο καὶ Παῦλος «Οὐκ ἐστέ, φησίν, ἑαυτῶν· τιμῆς γὰρ ἠγοράσθητε.» Καὶ γὰρ διὰ τὸν καινὸν ἄνθρωπον ἀνθρώπου φύσις συνέστη τὸ ἐξ ἀρχῆς, καὶ νοῦς καὶ ἐπιθυμία πρὸς ἐκεῖνον κατεσκευάσθη· καὶ λογισμὸν ἐλάβομεν ἵνα τὸν Χριστὸν γινώσκωμεν, ἐπιθυμίαν ἵνα πρὸς ἐκεῖνον τρέχωμεν· μνήμην ἔσχομεν ἵνα ἐκεῖνον φέρωμεν· ἐπεὶ καὶ δημιουργουμένοις, αὐτὸς ἀρχέτυπον ἦν.

Οὐ γὰρ ὁ παλαιὸς τοῦ καινοῦ, ἀλλ’ ὁ νέος Ἀδὰμ τοῦ παλαιοῦ παράδειγμα. Εἰ γὰρ καὶ καθ’ ὁμοιότητα τοῦ παλαιοῦ τὸν νέον λέγεται γεγενῆσθαι, ἀλλὰ διὰ τὴν φθορὰν ἧς ἀπήρξατο μὲν ἐκεῖνος, ἐκληρονόμησε δὲ οὗτος, ὡς ἂν τὴν τῆς φύσεως ἀρρωστίαν τοῖς παρ’ ἑαυτῷ φαρμάκοις ἀνέλῃ, καί, ᾗ φησι Παῦλος, «καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς».

Ὡς ἕνεκά γε τῆς φύσεως αὐτῆς ἀρχέτυπον ὁ παλαιὸς Ἀδὰμ ἡμῖν ἂν εἴη, τοῖς πρότερον ἐκεῖνον ἐπισταμένοις· ᾧ δὲ πάντα πρὶν εἶναι πρὸ τῶν ὀφθαλμῶν, ὁ πρεσβύτερος τοῦ δευτέρου μίμημα, καὶ κατὰ τὴν ἰδέαν ἐκείνου καὶ τὴν εἰκόνα πέπλασται μέν, οὐκ ἔμεινε δέ· μᾶλλον δὲ ὡρμήθη μὲν πρὸς ἐκείνην, οὐ κατείληφε δέ. Ὅθεν καὶ τὸν νόμον ἐδέξατο μὲν ἐκεῖνος, ἔσωσε δὲ οὗτος· καὶ τὴν ὑπακοὴν ἀπῃτήθη μὲν ὁ παλαιός, ἀπέδωκε δὲ ὁ νέος «μέχρι θανάτου, θανάτου δὲ σταυροῦ», φησὶ Παῦλος· καὶ ὁ μὲν παρανομῶν δῆλος ἦν, ὧν δέον ἄνθρωπον ἔχειν ἀτελῶς ἔχων· οὐ γὰρ παρῄει τὴν φύσιν ὁ νόμος ὃν ὑπερβάντα κολάζειν δίκαιον ἦν, ὁ δὲ τέλειος ἐν ἅπασιν ἦν, καί· «Τετήρηκα, φησί, τὰς ἐντολὰς τοῦ Πατρός μου.» Καὶ ὁ μὲν τὴν ἀτελῆ ζωὴν εἰσήνεγκεν, ἣ μυρίων δεῖται βοηθημάτων· ὁ δὲ τῆς τελεωτάτης, λέγω δὴ τῆς ἀθανάτου, πατὴρ ἐγένετο τοῖς ἀνθρώποις. Καὶ πρὸς τὴν ἀθανασίαν ἡ φύσις ἠπείγετο μὲν ἐξ ἀρχῆς, ἀφίκετο δὲ ὕστερον ἐπὶ τοῦ Σωτῆρος σώματος, ὅπερ αὐτὸς εἰς τὴν ἀθάνατον ζωὴν ἀπὸ τῶν νεκρῶν ἀναστήσας, ἡγεμὼν ὑπῆρξε τῆς ἀθανασίας τῷ γένει. Καὶ ἵνα τὸ πᾶν εἴπω· τὸν ἀληθινὸν ἄνθρωπον καὶ τέλειον, καὶ τρόπων καὶ ζωῆς καὶ τῶν ἄλλων ἕνεκα πάντων, πρῶτος καὶ μόνος ἔδειξεν ὁ Σωτήρ.

Εἴ γε τοῦτό ἐστιν ὡς ἀληθῶς ὅρος ἀνθρώπου πρὸς ὃ βλέπων ἔσχατον ἔπλαττεν αὐτὸν ὁ Θεός, λέγω δὴ τὸν βίον τὸν ἀκήρατον, ἐπειδὰν φθορᾶς μὲν ᾖ καθαρὸν αὐτῷ τὸ σῶμα, γνώμη δὲ πάσης ἁμαρτίας ἀπηλλαγμένη· ἐνταῦθα γὰρ τέλειον ἂν εἴη τὸ κατ’ αὐτόν, ὅταν ὁ δημιουργὸς αὐτὸν ἃ δεῖν ᾠήθη πάντα ἐργάσηται, ἐπεὶ καὶ ἀγάλματος ἀποκαθίσταται κάλλος τῇ τελευταίᾳ τοῦ τεχνίτου χειρί· εἰ τοίνυν ὁ μὲν πολλοῦ τινος ἐδέησεν εἶναι τέλειος, ὁ δ’ ἦν ἐν ἅπασι, καὶ τῆς τελειότητος τοῖς ἀνθρώποις μετέδωκε καὶ τὸ γένος ἅπαν εἰς ἑαυτὸν ἥρμοσεν, πῶς οὐ τὰ δεύτερα τῶν προτέρων παραδείγματα, καὶ τὸν μὲν ἀρχέτυπον εἶναι χρὴ νομίζειν, τὸν δὲ ἐκεῖθεν εἰλῆφθαι; Τῶν γὰρ ἀτοπωτάτων πρὸς τὰ ἀτελῆ τὰ τελεώτατα πάντων ἐπείγεσθαι νομίζειν, καὶ τοῖς βελτίοσι παραδείγματα προκεῖσθαι τὰ χείρω, καὶ τοὺς τυφλοὺς ἡγεῖσθαι τοῖς βλέπουσιν.

Οὐ γὰρ ὅτι τὸν χρόνον πρότερα ἐκεῖνα δίκαιον ἂν εἴη θαυμάζειν, ἀλλ’ ὅτι τέλεια ταῦτα, τῶν ἀτελῶν ἀρχὰς εἶναι προσῆκε πιστεύειν, ἐκεῖνο ἐνθυμουμένους ὅτι καὶ πρὸς τὴν ἀνθρώπου χρείαν, πολλὰ κατεσκεύασται μέν, πρότερα δέ, καὶ ὁ πάντων τούτων κανὼν ἄνθρωπος ὕστατος ἁπάντων τῆς γῆς ἐξελήλυθεν.

Εἶεν. Ὑπὲρ τούτων τοίνυν ἁπάντων καὶ φύσει καὶ γνώμῃ καὶ λογισμοῖς ἄνθρωπος πρὸς τὸν Χριστὸν ἵεται, οὐ διὰ τὴν θεότητα μόνον, ἣ πάντων οὖσα τυγχάνει τέλος, ἀλλὰ καὶ τῆς φύσεως ἕνεκα τῆς ἑτέρας· καὶ οὗτος μὲν τὸ κατάλυμα τῶν ἀνθρωπίνων ἐρώτων, οὗτος δὲ τρυφὴ λογισμῶν, καὶ τὸ παρὰ τοῦτον ὁτιοῦν ἢ φιλεῖν ἢ λογίζεσθαι περιφανὴς τοῦ δέοντος ἁμαρτία καὶ τῶν ἐξ ἀρχῆς ὑποτεθέντων τῇ φύσει παρατροπή.

Ὡς ἂν δὲ πρὸς αὐτὸν ἔχειν ἀεὶ δυνώμεθα τὴν μελέτην καὶ ταύτης ὦμεν ἑκάστοτε τῆς σπουδῆς, αὐτὸν καλῶμεν ὅσαι ὧραι τῶν λογισμῶν τὴν ὑπόθεσιν. Πάντως δὲ οὐ παρασκευῆς πρὸς τὰς εὐχὰς δεῖ τόπων οὐδὲ βοῆς ἐκεῖνον καλοῦσιν. Οὐ γὰρ ἔστιν οὗ μὴ πάρεστιν, οὐδ’ ἔστιν ὅπως μὴ σύνεστιν ἡμῖν, ὅς γε τοῖς ζητοῦσι καὶ αὐτῆς ἔγγιόν ἐστι τῆς καρδίας.

Ἀκόλουθον δὲ καὶ τὰ παρὰ τῶν εὐχῶν ἡμῖν ὡς ἀπαντήσει μάλα πιστεύειν, καὶ μὴ ἐνδοιάζειν ὅτι πονηροὶ τὸν τρόπον ἡμεῖς, ἀλλὰ θαρρεῖν ὅτι «χρηστὸς» ὁ καλούμενος «ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς», ὅς γε τοσοῦτον ἀπέχει τοὺς προσκεκρουκότας τῶν δούλων δεομένους περιορᾶν, ὥστε μήπω καλέσαντας μηδὲ λόγον ὁντινοῦν ἐκείνου ποιησαμένους, αὐτὸς τὴν γῆν καταλαβὼν ἐκάλεσε πρῶτος· «Ἦλθον γάρ, φησί, καλέσαι ἁμαρτωλούς.» Ὁ δὲ μηδὲ βουλομένους οὕτω ζητήσας, τίς ἂν εἴη καλούμενος; καὶ εἰ μισούμενος ἐφίλησε, πῶς ἀπώσεται φιλούμενος; Ὃ καὶ δηλῶν ὁ Παῦλος, «Εἰ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, φησί, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.» Καὶ μήν, καὶ τὸ σχῆμα τῆς ἱκεσίας ἐνθυμηθῶμεν· οὐ γὰρ ἃ φίλους εἰκὸς αἰτεῖσθαι καὶ λαμβάνειν τούτων ἀξιοῦμεν τυγχάνειν, ἀλλ’ ὧν καὶ τοῖς ὑπευθύνοις καὶ προσκεκρουκόσιν ἐφεῖται δούλοις, καὶ μάλιστα τούτοις. Οὐ γὰρ ἵνα στεφανώσῃ τὸν Δεσπότην καλοῦμεν, οὐδ’ ἵνα ἄλλην τοιαύτην τινὰ κατάθηται χάριν, ἀλλ’ ἵν’ ἐλεήσῃ· ἔλεον δὲ καὶ συγγνώμην καὶ χρέους διάλυσιν καὶ τὰ τοιαῦτα, τοῦ φιλανθρώπου δεηθῆναι καὶ δεηθέντας μὴ κεναῖς ἀπελθεῖν, εἰ μὴ τοὺς ὑπευθύνους, τίνας εἰκός, εἴ γε «μὴ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ»;

Εἰ γὰρ ὅλως ἀνθρώπους νενόμισται πρὸς τὸν Θεόν, ἔλεον ἐκκαλουμένην ἀφεῖναι φωνήν, τῶν ἀξίως ἐλέου πραττόντων, τῶν ἡμαρτηκότων ἐστὶν ἡ φωνή.

Καλῶμεν δὲ τὸν Θεὸν καὶ γλώττῃ καὶ γνώμῃ καὶ λογισμοῖς, ἵνα πᾶσι δι’ ὧν ἁμαρτάνομεν τὸ φάρμακον τὸ μόνον σωτήριον ἐπιθῶμεν· «Οὐ γὰρ ἔστι, φησίν, ἕτερον ὄνομα ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.» Ἀρκέσει δὲ πρὸς ταῦτα πάντα καὶ τόνον παρέξει πρὸς τὴν σπουδὴν καὶ τὴν ἐπιφυομένην ἐξελεῖ τῆς ψυχῆς ῥᾳθυμίαν, ὁ τὴν ἀνθρώπου καρδίαν στηρίζων ἀληθῶς ἄρτος, ὃς τὴν ζωὴν ἡμῖν οὐρανόθεν ἧκε κομίζων, ὃν σιτεῖσθαι δεῖ ζητεῖν ἐκ παντὸς τρόπου· καὶ τὸ δεῖπνον τοῦτο συνεχὲς ποιουμένους ἔργον, φυλάττεσθαι τὸν λιμόν· καὶ μὴ τῷ μὴ σφόδρα προσήκειν τοῖς μυστηρίοις, πλέον ἢ προσῆκε τῆς τραπέζης ἀπεχομένους, ἀσθενεστέραν καὶ χείρω τοῖς ὅλοις ἐργάσασθαι τὴν ψυχήν, ἀλλὰ περὶ τῶν ἁμαρτημάτων προσιόντας τοῖς ἱερεῦσι, τῶν καθαρσίων πίνειν αἱμάτων.

Πάντως δὲ οὐχ οὕτω μεγάλων ὑπεύθυνοι γενοίμεθ’ ἂν ὥστε τῆς ἱερᾶς ἀποκεκλεῖσθαι τραπέζης, ἂν τούτοις ὦμεν συντραφέντες τοῖς λογισμοῖς. Καθάπερ γὰρ τῶν ἀθεμίτων εἴ τις τὰ πρὸς θάνατον ἁμαρτάνων ἔπειτα κατατολμῴη τῶν ἱερῶν, οὕτω τοῖς μὴ τὰ τοιαῦτα νοσοῦσι τὸν ἄρτον φεύγειν οὐκ ἐν καιρῷ· τοὺς μὲν γὰρ ἔτι τῇ γνώμῃ τοῖς ἄνθραξι πολεμοῦντας εὐλαβεῖσθαι προσήκει τὸ πῦρ καὶ μὴ σύνοικον αὑτοῖς λαμβάνειν πρὶν διηλλάχθαι· τοῖς δὲ τὴν μὲν γνώμην ὀρθῶς ἔχουσιν, ἑτέρως δὲ ἀρρωστοῦσι, τοῦ ῥωννύντος χρεία φαρμάκου, καὶ δεῖ βαδίζειν παρὰ τὸν τῆς ὑγείας τεχνίτην, ὃς «τὰς ἀσθενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασε», καὶ μὴ τὸ νοσεῖν προϊσχομένους, ὑπὲρ οὗ ζητεῖν ἔδει, φεύγειν ἰασόμενον. Τὸ γὰρ αἷμα τοῦτο ταῖς αἰσθήσεσιν ἡμῶν ἐπιτίθησι θύρας καὶ διαβαίνειν οὐδὲν ἐᾷ τῶν λυμαίνεσθαι δυναμένων· μᾶλλον δὲ τὰς θύρας ἀποσημαινόμενον, τὸν ὀλοθρευτὴν ἀπωθεῖται· καὶ Θεοῦ νεὼν ἀπεργαζόμενον εἰς ἣν ἐχέθη καρδίαν, ἄμεινον ἢ τοὺς Σολομῶντος τοίχους τὸ αἷμα τὸ τυπικόν, συστῆναι παρ’ αὐτῇ πονηρὸν οὐ συγχωρεῖ, «τὸ βδέλυγμα τῆς ἐρημώσεως, φησίν, ἐν τόπῳ ἁγίῳ», ἀλλὰ «τῷ ἡγεμονικῷ Πνεύματι στηρίζων» τὸν λογισμόν, ὥσπερ ηὔξατο Δαβίδ, «τῆς σαρκὸς» ὑπ’ αὐτὸν ἄγει «τὸ φρόνημα», καὶ ὁ ἄνθρωπος βαθείας ἀπολαύει γαλήνης.

Καὶ τί ταῦτα περὶ τοῦ μυστηρίου μηκύνω, διὰ πολλῶν πρότερον εἰρημένων οἷα ποιεῖ τοὺς τελουμένους; Ἀλλ’ ἂν οὕτω Χριστῷ συνῶμεν τῇ τελετῇ, ταῖς εὐχαῖς, τῇ μελέτῃ, τοῖς λογισμοῖς, πρὸς πᾶσαν μὲν ἀρετὴν ἀσκήσομεν τὴν ψυχήν, «φυλάξομεν δὲ τὴν παρακαταθήκην», ᾗ κελεύει Παῦλος, καὶ τὴν ἀπὸ τῶν μυστηρίων ἡμῖν ἐντεθεῖσαν σώσομεν χάριν. Ὥσπερ γὰρ αὐτὸς μέν ἐστιν ὁ τελῶν, αὐτὸς δὲ τὰ μυστήρια, τὸν ἴσον τρόπον ὁ φυλάττων ἐν ἡμὶν ἃ δίδωσι, καὶ μένειν ἐφ’ οἷς ἐλάβομεν παρασκευάζων μόνος ἐστίν· «Ὅτι χωρὶς ἐμοῦ, φησίν, οὐ δύνασθε ποιεῖν οὐδέν».