Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Περὶ τῆς θείας λειτουργίας καὶ τῶν ἱερῶν ἀμφίων (Νόθος)

Νικόλαος Καβάσιλας

Το ζέον ύδωρ και η μετοχή στο Άγιο Πνεύμα

Ερμηνεία της χρήσης του ζέοντος ύδατος μετά τον καθαγιασμό των δώρων και θεολογική σύνδεσή του με την κάθοδο του Αγίου Πνεύματος και το σώμα του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 4 από 4

Τὸ δὲ ζέον ὕδωρ, ὕδωρ τε ὂν καὶ πυρὸς μετέχον, εἰς σύμβολον παραλαμβάνεται τοῦ ἁγίου Πνεύματος ὃ καὶ ὡς πῦρ ὡράθη καὶ ὕδωρ ὀνομάζεται. Εἰσάγεται δὲ μετὰ τὸ τελεσθῆναι καὶ ἁγιασθῆναι τὰ τίμια δῶρα, σημαῖνον τὴν εἰς τὴν Ἐκκλησίαν κάθοδον τοῦ ἁγίου Πνεύματος, ἥτις μετὰ τὸ σφαγῆναι τὸν Χριστὸν καὶ ἀναστῆναι καὶ πᾶσαν πληρωθῆναι τὴν οἰκονομίαν ἐξ ἀρχῆς ἐγένετο καὶ ἐξ ἐκείνου ἀεὶ μετὰ τὸ τελεσθῆναι τὴν θυσίαν γίνεται· ἐπιδημεῖ γὰρ ὁ Παράκλητος τοῖς ἀξίως αὐτῆς μεταλαμβάνουσιν. Ἐπεὶ γὰρ ἡ αὐτή ἐστι θυσία ἡ τότε γενομένη καὶ νῦν τελουμένη, καὶ ὁ αὐτὸς μεσίτης Χριστός, διὰ τοῦτο καὶ τὸ αὐτὸ Πνεῦμα ἅγιον πιστευόμενον ὁμοίως ἐπιδημεῖν. Ἐγχεῖται δὲ εἰς τὰ ἅγια τὸ τοιοῦτον θερμὸν ὕδωρ, οὐχ ὡς τότε ἐπιδημοῦντος τοῖς τιμίοις δώροις τοῦ ἁγίου Πνεύματος, ἐκεῖνα γὰρ ἐν τῷ ἁγιασθῆναι τὴν θείαν ἐδέξαντο χάριν, ἀλλ’ ἵνα σημαίνῃ τὸν τρόπον καθ’ ὃν ἡ Ἐκκλησία μετέσχε καὶ ἀεὶ μετέχει τοῦ ἁγίου Πνεύματος· μετέχει γὰρ διὰ τοῦ μεσίτου, τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ.

Διὰ τοῦτο πρῶτον ἐγχεῖται τὸ ζέον ὕδωρ εἰς τὰ ἅγια, εἶτα ἐκεῖθεν μετ’ αὐτῶν μεταλαμβάνουσιν οἱ ἱερεῖς καὶ τοῖς ἄλλοις μεταδιδόασιν, ὅτι καὶ τὸ Πνεῦμα τὸ ἅγιον πρῶτον ἐπλήρωσεν ἑαυτοῦ τὴν θεοφόρον τοῦ Κυρίου σάρκα, εἶτα ἐξ ἐκείνης ὡς ἀπὸ πηγῆς καὶ μετ’ ἐκείνης εἰς τὴν Ἐκκλησίαν ἐξεχέθη καὶ ἀεὶ ἐγχεῖται· καὶ τοῦτο σημαίνων ὁ μαντέριος Ἰωάννης, «ἐκ τοῦ πληρώματος αὐτοῦ, φησίν, ἡμεῖς πάντες ἐλάβομεν».

Καὶ ἐπεὶ σῶμα Χριστοῦ ἐστι μὲν αὐτὸ τὸ πανάγιον αὐτοῦ σῶμα τὸ ὁμόθεον, ἔστι δὲ ἡ Ἐκκλησία κατὰ τὸν τοῦ ἀποστόλου λόγον «ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ», διὰ τοῦτο τὰ γενόμενα ἐν τῷ παναγίῳ αὐτοῦ σώματι παραδείγματά τινά εἰσι τῶν ἐν τῇ Ἐκκλησίᾳ γινομένων ἢ ἐσομένων. Καὶ γὰρ ὥσπερ ἐκεῖνος ἐκ Πνεύματος ἁγίου τὴν κάτω γέννησιν ἐγεννήθη, οὕτω καὶ ἡ Ἐκκλησία «οὐκ ἐξ αἵματος οὐδὲ ἐκ θελήματος σαρκὸς ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθη». Καὶ ὥσπερ ἐκεῖνος «ἀπέθανε καὶ ἀνέστη» ἐν δόξῃ, οὕτω καὶ ἡ Ἐκκλησία ἀναστήσεται ἐν δόξῃ τῇ αὐτῇ ἐπὶ τῆς ἐσχάτης ἡμέρας.

Ἀνελήφθη ἐκεῖνος καὶ ἡ Ἐκκλησία ἀναληφθήσεται «ἐν νεφέλαις εἰς ὑπάντησιν» αὐτοῦ. Καὶ ὅλως πολλὴν εὑρήσομεν τὴν κοινωνίαν καθ’ ἕκαστα διερευνωμένων. Καί τις δὲ τῶν θεοφόρων πατέρων τὸ ἱδρῶσαι τὸν Χριστὸν ἐν τῷ πάθει κατὰ τὴν προσευχὴν ὡσεὶ θρόμβοις αἵματος τὰ αἵματα τῶν μαρτύρων προσημαίνειν ἔφη καὶ ὅτι ἡ Ἐκκλησία δι’ αἵματος συσταθήσεται. Διὰ ταῦτα ἐν τῷ ἱερουργουμένῳ ἄρτῳ καὶ οἴνῳ μετὰ τὸν ἁγιασμόν, ὅτε ἀληθῶς σῶμά ἐστι Χριστοῦ καὶ αἷμα ἐπὶ τῆς τραπέζης κείμενον, θερμὸν ὕδωρ ἐγχέας ὁ ἱερεύς, οὕτω μεταλαμβάνει αὐτῶν καὶ τοῖς ἄλλοις μεταδίδωσιν, ὅπερ τὴν εἰς τὴν Ἐκκλησίαν κάθοδον τοῦ ἁγίου Πνεύματος σημαίνει, ἥτις καὶ γέγονε τῆς τοῦ Χριστοῦ οἰκονομίας τελεσθείσης καὶ ἀεὶ γίνεται τῆς θυσίας ἀναφερομένης. Ἡ γὰρ αὐτὴ μεσιτεία καὶ ὁ αὐτὸς μεσίτης καὶ ἡ αὐτὴ θυσία ἡ ἐπὶ τοῦ Ποντίου Πιλάτου ἀνενεχθεῖσα προσάγεται ἀεί· διὰ τοῦτο «ἱερεύς ἐστιν εἰς τὸν αἰῶνα ὁ Χριστός». Ὅθεν καὶ τὸ Πνεῦμα τὸ ἅγιον οὐκ ἐπιλείπει κατερχόμενον. Σύμβολον δὲ τοῦ ἁγίου Πνεύματος τὸ ζέον ὕδωρ, ὅτι καὶ ὡς πῦρ ἐφάνη ὅτε ἐπὶ τοὺς ἀποστόλους κατῆλθε καὶ ὕδωρ καλεῖται. Ἐν τούτῳ δὲ καὶ ἀμφότερα· ὕδατι γὰρ συνῆλθε τὸ πῦρ. Καὶ ὁ τρόπος δὲ τῆς μετοχῆς τοῦ ἁγίου Πνεύματος ἐν τῷ συμβόλῳ σημαίνεται· διὰ γὰρ τῆς σαρκὸς τοῦ Σωτῆρος τοῦ ἁγίου Πνεύματος μετέχομεν.

Καὶ ὥσπερ οὐκ ἂν ἐλάβομεν τὸ Πνεῦμα τὸ ἅγιον μὴ τοῦ Χριστοῦ μεσιτεύσαντος, οὕτως οὐκ ἂν ἐπίομεν τοῦτο τὸ ἐγχεόμενον θερμὸν ὕδωρ μὴ τῆς θείας μετασχόντες εὐχαριστίας.