Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Περὶ τῆς θείας λειτουργίας καὶ τῶν ἱερῶν ἀμφίων (Νόθος)

Νικόλαος Καβάσιλας

Ο καθαγιασμός των δώρων και το ιερό θυσιαστήριο

Θεολογική ανάλυση της μεταβολής των τιμίων δώρων σε σώμα και αίμα Χριστού και ερμηνεία του συμβολισμού της Αγίας Τράπεζας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 3 από 4

Ἐπεὶ δὲ ὁ ἱερεὺς θύτης λέγεται καὶ τὰ δῶρα θυσία καὶ προσαγωγή, ζητοῦμεν πότε θύεται ὁ ἄρτος, πρὸ τοῦ ἁγιασθῆναι ἢ μετὰ τὸ ἁγιασθῆναι· καὶ εἰ μὲν πρὸ τοῦ ἁγιασμοῦ, ψιλὸς ἄρτος θύεται καὶ οὐκ ἔστιν ἡ θυσία τοῦ Ἀμνοῦ τοῦ Θεοῦ, ὅπερ ἐναντίον ἐστὶ τῇ ἀληθεῖ δόξῃ· εἰ δὲ μετὰ τὸ ἁγιασθῆναι, τότε θύεται ὑπὸ τοῦ ἱερέως, πολλάκις θύεται ὁ Χριστός, ὅπερ ἐναντίον ἐστὶ τῷ «ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας» καὶ τοῖς ἑξῆς. Τί οὖν ἐστιν εἰπεῖν; ὅτι ὁ ἄρτος θύεται οὔτε πρὸ τοῦ ἁγιασθῆναι, οὔτε μετὰ τὸ ἁγιασθῆναι, ἀλλ’ ἐν ᾧ ἁγιάζεται· τότε γὰρ γίνεται ὁ ἄρτος αὐτὸ τὸ σῶμα τοῦ Κυρίου. Ἐπεὶ δὲ τὸ σῶμα τοῦ Κυρίου προσηνέχθη καὶ ἐτύθη, αὐτός ἐστι προσενηνεγμένος καὶ τεθυμένος. Καὶ τοῦτό ἐστι προσενεχθῆναι καὶ τυθῆναι τὸν ἄρτον, τὸ γενέσθαι αὐτὸ τὸ σῶμα τοῦ Κυρίου τὸ προσενηνεγμένον καὶ τεθυμένον. Καὶ οὕτως ἥ τε σωτήριος θυσία τελεῖται τοῦ Ἀμνοῦ τοῦ Θεοῦ καὶ τὸ σῶμα τοῦ Κυρίου μένει ἅπαξ προσενεχθέν.

Διὰ τοῦτο καὶ ἡ τράπεζά ἐστι μὲν αὐτὸ τοῦτο ἀληθῶς τράπεζα, ὅτι τὰ ἐπικείμενα ἅγια «βρῶσίς ἐστι καὶ πόσις ἀληθινή», κατὰ τὸν τοῦ Κυρίου λόγον· ἔστι δὲ ἡ αὐτὴ καὶ θυσιαστήριον ὡς ἀληθῶς, ὡς θυσίας ἐπ’ αὐτῆς τελουμένης.

Γίνεται δὲ θυσιαστήριον διὰ τῆς ἀλοιφῆς τοῦ παναγεστάτου μύρου. Τὸ γὰρ μύρον αὐτὸν εἰσάγει τὸν Ἰησοῦν, ὁ θεῖός φησι Διονύσιος. Ὁ δὲ Ἰησοῦς τὸ ἡμέτερόν ἐστι θυσιαστήριον, ὁ αὐτός φησι Διονύσιος, «δι’ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν».