Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Περὶ τῆς θείας λειτουργίας καὶ τῶν ἱερῶν ἀμφίων (Νόθος)

Νικόλαος Καβάσιλας

Η Πρόθεση, οι Είσοδοι και οι προπαρασκευαστικές πράξεις

Εξήγηση της προετοιμασίας των τιμίων δώρων, του συμβολισμού των εισόδων, καθώς και των λειτουργικών πράξεων που ακολουθούν μέχρι την απόνιψη των χειρών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 2 από 4

Τοῦ αὐτοῦ περὶ τῶν ἐν τῇ θείᾳ λειτουργίᾳ τελουμένων Τὰ ἐν τῇ προθέσει γινόμενα ἐν τῷ προσαγομένῳ ἄρτῳ πρακτικὴ διήγησίς ἐστι τοῦ πάθους τοῦ Χριστοῦ καὶ γὰρ εἰς ἀνάμνησιν ἐκείνου γίνεται, καθ’ ὅσον ἔπαθεν ὑπὲρ ἡμῶν καὶ ἀπέθανε. Καὶ οὕτως ὁ θάνατος τοῦ Κυρίου ἐνταῦθα καταγγέλλεται, οὐ δι’ ὧν οἱ ἱερεῖς λέγουσι μόνον, ἀλλὰ καὶ δι’ ὧν ποιοῦσι. Τοῦτο δὲ ἀρχαῖον ἔθος ἦν καὶ πρακτικῶς ἐνίοτε καὶ παρῄνουν καὶ προφήτευον. Καὶ γὰρ πατέρα τινὰ τῶν θεοφόρων ἐρωτηθέντα τί ἐστι μοναχός, ἀποκριθῆναι μὲν οὐδέν, τὸ δὲ ἱμάτιον τὸ μοναχικὸν ὅπερ ἠμφίεστο, φασί, περιδυθέντα καταπατῆσαι, δεικνύντα τὴν ὀφειλομένην τῷ μοναχῷ ταπείνωσιν καὶ ὑπομονήν. Καὶ ὁ προφήτης, δηλῶσαι βουλόμενος τὴν τῶν Ἑβραίων αἰχμαλωσίαν, ἔδησεν ἑαυτὸν καὶ Ἅγαβος τὸ αὐτὸ τοῦτο ἐποίησε, σημαίνων τὰ τοῦ <Παύλου> δεσμά.

Τὰ πρὸ τῆς εἰσόδου τῶν τιμίων δώρων ᾀδόμενα καὶ ἀναγινωσκόμενα προπαρασκευαί εἰσι πρὸς τὴν ὑποδοχὴν τοῦ ἁγιασμοῦ τῆς κοινωνίας καὶ ὅτι περὶ τοῦ Κυρίου καὶ τῆς αὐτοῦ οἰκονομίας διαλαμβάνουσι, τὰ μὲν παλαιὰ ὡς προφητείαι καὶ προκαταγγέλλοντα τὸν ἐρχόμενον, τὰ δὲ νέα διὰ τὸ δεικνύναι καὶ καταγγέλλειν ἤδη φανέντα.

Ἡ δὲ τοῦ εὐαγγελίου εἴσοδος γίνεται μὲν κατὰ χρείαν, ὅτι ἐν τῷ σκευοφυλακίῳ κείμενον ἔδει εἰσαχθῆναι εἰς τὸν ναὸν ἐπὶ τῷ ἀναγνωσθῆναι καὶ μετὰ δορυφορίας, ὡς τίμιον· δηλώσειε δ’ ἂν καὶ τὴν ἐκ τοῦ ἀφανοῦς εἰς τὸ φανερὸν <παρουσίαν> τοῦ κηρύγματος.

Ὁμοίως δὲ καὶ ἡ εἴσοδος τῶν ἁγίων δώρων κατὰ χρείαν γίνεται, ὅτι καὶ αὐτὰ ἐν τῷ σκευοφυλακίῳ κεῖσθαι ἦν ἔθος καὶ ἡ δορυφορία δὲ καὶ τὸ μετὰ ᾀσμάτων εἰσάγεσθαι καὶ θυμιαμάτων καὶ φωτῶν ἔθος ἦν τοῖς δώροις τοῦ Θεοῦ· οὕτω γὰρ εἰσήγοντο. Διὰ τοῦτο καὶ τὰ ὑπὸ τῶν βασιλέων ἀφιερούμενα τῷ Θεῷ δῶρα, αὐτοὶ οἱ βασιλεῖς εἰσῆγον ἐστεφανόμενοι.

Προσπίπτομεν δὲ καὶ δεόμεθα τοῦ ἱερέως ἵνα ἡμῶν μνησθῇ ἐν τῇ προσαγωγῇ τῆς θυσίας. Εἰκότως· οὐ γὰρ ἔστιν ἄλλος τρόπος τῆς εἰς Θεὸν τῶν ἱερέων πρεσβείας ὑπὲρ ἡμῶν οὕτω χρηστὰς καὶ βεβαίας παρεχόμενος τὰς ἐλπίδας, ὡς ὁ διὰ τῆς ἱερᾶς ταύτης θυσίας, ἣ τὰς ἁμαρτίας καὶ τὰς ἀσεβείας τοῦ κόσμου πάσας δωρεὰν ἐκαθάρισεν. Εἰ δὲ ἔνιοι τῶν προσπιπτόντων ὡς σῶμα καὶ αἷμα τοῦ Χριστοῦ τὰ τίμια δῶρα καὶ προσκυνοῦσι καὶ προσφθέγγονται, ἀπὸ τῆς λειτουργίας τῶν προηγιασμένων ἠπατήθησαν· τότε γὰρ τετελεσμένα εἰσάγονται καὶ ὡς σῶμα καὶ αἷμα Χριστοῦ προσκυνεῖσθαι αὐτὰ δεῖ.

Τὰ δῶρα δὲ ἐπὶ τῆς τραπέζης τεθέντα καλύπτεται ἵνα ἀποκαλυφθέντα καὶ μετὰ τὸ ἁγιασθῆναι διαιρεθέντα εἰς μετάληψιν τῶν πιστῶν δηλώσῃ κατὰ τὸν θεῖον Διονύσιον τὸν Ἰησοῦν ἀπὸ τοῦ κρυφίου καὶ ἀδιαιρέτου εἰς τὸ φανερὸν τῇ αἰσθήσει καὶ διαιρετὸν κατερχόμενον ἵνα μεταδῷ ἡμῖν ἑαυτοῦ καὶ τῆς ἑαυτοῦ μακαριότητος.

Ἡ δὲ μετὰ τὴν ἀπόθεσιν τῶν ἱερῶν δώρων εὐθὺς γινομένη μνήμη καὶ ἀνάρρησις ἐνίων ἱερῶν ἀνδρῶν τὴν πρὸς τὸν Χριστὸν κοινωνίαν τῶν μνημονευομένων δηλοῖ κατὰ τὸν θεῖον Διονύσιον, ὡς ἂν ἅμα τῷ τὸν Χριστὸν διὰ τῶν συμβόλων δηλωθῆναι καὶ αὐτῶν εὐθὺς διὰ τῆς ἀναρρήσεως φαινομένων.

Ἡ δὲ ἀπόνιψις τοῦ ἱερέως ἔμπροσθεν γινομένη τῶν τιμίων δώρων διδάσκει ὅτι τὸν ἱερέα δεῖ καθαρίζειν ἑαυτὸν ἔμπροσθεν τῶν τοῦ Θεοῦ ὀφθαλμῶν μέχρι καὶ τῶν ἐσχάτων. Ἀποτίθεται δὲ τὸ ὠμοφόριον ὁ ἐπίσκοπος ἁπτόμενος τῆς ἱερουργίας, ὅτι τὸ μὲν σημεῖον ἀρχῆς ἐστι τὸ ὠμοφόριον· ὅταν δὲ ἱερέως ἔργον ποιῇ, οὐδὲν ποιεῖ ἀρχικόν· ὅταν δὲ ἢ χειροτονεῖν ἢ μεταδιδόναι δέῃ τῶν ἁγιασμάτων, πάλιν αὐτὸ περιτίθηται, ὡς ἂν ταῦτα ποιμένος ἔργα ποιῶν τὸ χειροτονεῖν καὶ ἁγιάζειν.