Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Περὶ τῆς θείας λειτουργίας καὶ τῶν ἱερῶν ἀμφίων (Νόθος)

Νικόλαος Καβάσιλας

Συμβολισμός των ιερών αμφίων

Ερμηνεία της πνευματικής σημασίας των αμφίων του διακόνου, του ιερέα και του επισκόπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 1 από 4

Τοῦ σοφοτάτου κυρίου Νικολάου τοῦ Καβασίλα εἰς τὴν ἱερὰν στολήν Ἡ μὲν τοῦ διακόνου στολὴ χειρίδας ἔχει· διάκονος γὰρ καὶ δεῖ πρὸς τὸ ἔργον εὐπρεπεῖς φαίνεσθαι τὰς χεῖρας ἔχοντα. Ἡ δὲ τοῦ ἱερέως ὃν καὶ φελώνην καλοῦσιν ἄνευ χειρίδων, σημαίνουσα κατὰ τὰς ἀνθρωπίνας ἐνεργείας ἀργὸν εἶναι τὸν ἱερέα, εἴτε κατὰ τὸν βίον ἁπλῶς ὡς ἂν ἔξω σαρκὸς ὄντα καὶ κόσμου, εἴτε κατ’ αὐτὴν τὴν τελετήν, ὅτι πᾶσα καθαρῶς τῆς θείας ἐξήρτηται μόνης χειρὸς καὶ οὐδὲν ἐκεῖνος εἰς αὐτὴν ἀνθρωπίνης ἐνεργείας εἰσφέρει.

Ὁ δὲ ἐπὶ τοῦ τραχήλου λῶρος τὴν ἐπιχεομένην αὐτῷ χάριν τῆς ἱερωσύνης σημαίνει, ἥτις ἀναπαύεται ἐν τῷ τραχήλῳ τῷ δεξαμένῳ τὸν τοῦ Χριστοῦ ζυγὸν καὶ διὰ τοῦ στήθους μέχρι τῶν ποδῶν διήκει, τὴν καρδίαν ἡμεροῦσα καὶ πᾶν τὸ σῶμα ἁγιάζουσα, ἣν δεῖ καὶ τῇ ζώνῃ τῇ ἐπιμελείᾳ τῶν ἀρετῶν καὶ τῇ κολάσει τῶν σαρκικῶν ἐπιθυμιῶν ἐπισφίγγειν ἑαυτοῖς καὶ οἷον ἐντήκειν κατὰ τὴν τοῦ μαντερίου Παύλου ἐντολὴν κελεύοντος Τιμοθέῳ· «μὴ ἀμέλει τοῦ ἔν σοι χαρίσματος».

Ὁ δὲ ἐπὶ τῶν ὤμων τιθέμενος μετὰ τὸν φελώνην τοῖς ἀρχιερεῦσιν ὃς καὶ ὠμοφόριον λέγεται τὴν οἰκονομίαν καὶ τὴν ἐπισκοπὴν τῶν ὑπὸ χεῖρα σημαίνει, ἣν ὑπέρχονται οἱ ἐπίσκοποι καθάπερ ἀνέχοντες τοὺς ἀρχομένους ταῖς φροντίσιν, ὥσπερ τὰ παιδία αἱ μητέρες, ἃ μὴ δυνάμενα δι’ ἑαυτῶν βαδίζειν, αὐταὶ πορεύουσιν ἀναιρούμεναι καὶ ἐπὶ τῶν ὤμων κομίζουσαι· ταῦτα γὰρ ὁ ἐπίσκοπος εἰς τοῦς ὑπ’ αὐτὸν δύναται.

Ἐπεὶ δὲ οὐ πατὴρ μόνον ἐστὶ καὶ παιδαγωγός, ἀλλὰ καὶ δικαστὴς καὶ τέμνειν οἶδε καὶ κολάζειν πνευματικῶς, καὶ τύπον τινὰ ῥομφαίας περιζωννύουσιν αὐτόν, τὸ λεγόμενον γονάτιον, ὃ πρὸς σχῆμα ξίφους ἐσχημάτισται, ἐπεὶ καὶ «μάχαιράν τινα Πνεύματος» ἀκούομεν, καὶ δῆλον ἀπὸ τοῦ ἐπιλεγομένου· ἡνίκα γὰρ αὐτὸ τῆς ζώνης ἐξαρτῶσι, «περίζωσαι, φασί, ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ»· ὄντως γὰρ δυνατός, ὁ τὸν ἰσχυρὸν Θεὸν ἐν ἑαυτῷ ἔχων.