Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Περὶ τοκογλυφίας

Νικόλαος Καβάσιλας

Εισαγωγική προσφώνηση και πρόθεση του συγγραφέα

Προσφώνηση προς την αυτοκράτειρα και αιτιολόγηση της παρρησίας του συγγραφέα στην άρθρωση συμβουλευτικού λόγου υπέρ του δικαίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 1 από 4

Τῇ εὐσεβεστάτῃ Αὐγούστῃ. Περὶ τόκου. Πολλαχόθεν ἐπιδειξαμένη τῶν ἔργων, ὦ μεγίστη βασιλίς, τοῦ καλοῦ καὶ τοῦ δικαίου πολλὴν ποιουμένη πρόνοιαν καὶ πρὸς τοῦτο μόνον χρωμένη τῷ δεδωκότι τῆς βασιλείας τὸ μήδεν τῶν βελτίστων τὴν ἀρχὴν διαφυγεῖν, πολλοῖς ἤγειρας τὰς γλώσσας τὰ δοκοῦντα δέοντα συμβουλεύειν, εἰδότας τουτωνὶ τῶν λόγων μεγάλην αὐτοῖς χάριν κεῖσθαι παρά σοι. Τούτων εἰ καὶ αὐτὸς ἐγενόμην καί, γνώμην ἡγούμενος ἀρίστην εἴ τις παρελθὼν εἴποι τι τῶν δοκούντων εἶναι δεόντων, ἥκω συμβουλεύσων ἃ συμφέρειν ἡγοῦμαι, καινὸν οὐδέν· ἥ τε γὰρ σὴ φιλανθρωπία τούτους ἡμῖν συνεχώρησε τοὺς λόγους, τῶν τε λόγων ἕνεκα δίκαιον τὸ πρᾶγμα δοκεῖ. Τί γὰρ ἂν καὶ χρησώμεθα τοῖς λόγοις, σιγῶντες τὰ δέοντα; Τοῖς μὲν οὖν ἄλλοις βασιλεῦσι τοὺς προσίοντας καὶ περὶ τῶν δοκούντων διαλεγομένους, μὴ μόνον ἃ προσῆκε τοῖς πράγμασι καὶ δέον εἰπεῖν ἀλλὰ καὶ ἅπερ ἐδόκει καὶ οἷς ἔχαιρον, ἦν ἀναγκὴ δήπου σκοπεῖν, ὡς οὐ ταὐτὸν ὂν τό τε ὡς ἀληθῶς δίκαιον καὶ σύμφερον, καὶ ὅπερ ἐνόμιζον αὐτοὶ δίκαιον καὶ σύμφερον εἶναι· καὶ συνέβαινεν αὐτοῖς δυσχεραίνειν τὸν ἀγῶνα καὶ δεδιέναι πρὸς τἀνάντια διαιρουμένοις. Ἐπὶ σοῦ δὲ θαρροῦντες ποιησόμεθα τοὺς λόγους καὶ μετ’ ἀγαθῶν τῶν ἐλπίδων, καὶ δέος οὐδὲν ἕως ἂν ἅπτωνται τοῦ δικαίου καὶ τῆς ἀληθείας οἱ λόγοι.

Καὶ μὴν οὐδὲ ἐκείνῳ νομίζω τῷ νόμῳ χώραν εἶναι παρ’ ὑμῖν ὃν ἐθέασαν Ἀθηναῖοι, τὸν εἴσω τριάκοντα ἐτῶν μὴ δημηγορεῖν ἐξεῖναι. Διότι ἐνδέχεται καὶ γέρουσιν ἐπελθεῖν καὶ λογίσασθαι καὶ εἰπεῖν ἐλάττω ἢ ὁ χρόνος ἔδωκεν ἐλπίζειν περὶ αὐτῶν καὶ αὖθις νέοις ἀμείνω. Καὶ διὰ τοῦτο παρελθόντας τοὺς λέγοντας καὶ δημηγοροῦντας μόνην αὐτὴν ἐφ’ ἑαυτῆς τὴν δημηγορίαν καὶ τὴν συμβουλὴν ὅτι ἐστὶν ἐξετάζειν εἰκός ἐστιν. Εἶεν.