Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Περὶ τοκογλυφίας

Νικόλαος Καβάσιλας

Η σκληρότητα των τοκογλύφων και η νομική θεμελίωση της απαλλαγής των οφειλετών

Περιγραφή της πλεονεξίας των δανειστών, έλεγχος της απανθρωπίας τους και νομική τεκμηρίωση του προστατευτικού αυτοκρατορικού νόμου βάσει της αρχής της επιείκειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 2 από 4

Ἃ δὲ αὐτὸς ἥκω συμβουλεύσων καὶ δεησόμενος, ἀδικοῦσι ἔνιοι τῶν πλουσίων, οἱ πλουτοῦντες ἐπ’ ὀλέθρῳ τῶν ἄλλων. Ἡ δὲ ἀδικία, χρήσαντες τοῖς δεομένοις, καὶ τοῦτο αὐτοὺς ὠφελήσαντες τὸ μέρος, ἔπειτ’ ἀπολλύουσιν, οὐκ ἐξ ἀντιρρόπου προστιθέντες τὴν βλάβην, ἀλλὰ μετὰ μείζονος τῆς παρασκευῆς καὶ γίνονται αὐτοῖς ἀντὶ λῃστῶν, ἀντὶ λωποδυτῶν, ἀντὶ σκηπτῶν, ἀντὶ βαράθρων, ἀντὶ πάντων τῶν ἐν ἀνθρώποις κακῶν, τὰ μὲν πρῶτα φιλάνθρωποι δι’ ὧν αὐτοῖς τῶν ὄντων κοινωνοῦσι δοκοῦντες, ἔπειτα θηρίων ἀγριώτερον προσάγονται τοῖς ἀνθρώποις καθάπερ λιμένες ἐνοχλούντων γέμοντες πειρατῶν. Τοῖς γὰρ νόμοις ἰσχυριζόμενοι τῶν τόκων, πρὸς τοσοῦτον ἔρχονται κακουργίας ὥστε καὶ τῆς τύχης ἐπιθεμένης τοῖς δανεισαμένοις πολλάκις καὶ πάντα ἀπολελωκόσι ὄντα, οὔτε σπένδονται τἀνθρώπεια ἐνθυμηθέντες καὶ βαρύτεροί εἰσι τοῦ καιροῦ καὶ τῶν συμφορῶν, οἰκίας ἀπελαύνοντες, ἱμάτιον ἀποδύοντες, εἰ καὶ μέχρι τοῦ ἱματίου καὶ οἰκίαν ἔχειν εὖ πράττειν αὐτοὺς συνεχώρησεν ἡ συμφορά.

Ταύτην στῆσαι βουλόμενος τὴν νόσον, ὁ πάντα ἄριστος βασιλεύς, ὃς τῷ σε προενεγκεῖν ηὐτύχησε μᾶλλον ἢ τοῖς ἄλλοις ὅθεν εἶχεν εὐδαιμονεῖν, νόμον ἔθηκε, «Μηδένα τῶν πταισάντων ἐν τῷ κοινῷ κλύδωνι καὶ πάντων γυμνωθέντων τῶν ὄντων, ὑπάγεσθαι τῷ νόμῳ τῶν τόκων εἴ τι περιείληπται σαπρὸν ἱμάτιον ἢ δωμάτιον διερρωγός, ἀντὶ τῶν τόκων παραχωροῦντας τοῖς δανεισταῖς». Λέγω δὲ κλύδωνα κοινόν, ὅτε συνεχέθη μὲν τοῖς βασιλεῦσι τὰ πράγματα, πόλεις δὲ ἐνόσουν, ὁμονοίαν μὲν ἀτιμάσασαι, καθ’ ἑαυτῶν δὲ καὶ κατ’ ἀλλήλων διαιρεθεῖσαι καὶ ξῖφος ἐγυμνοῦτο παρὰ τοὺς νόμους, καὶ χεῖρας χριστιανῶν ὁμοφύλων ἐμόλυνεν αἷμα. Τοῦτον δέομαι τὸν νόμον κύριον εἶναι καὶ τοῖς μὲν δυστυχέσιν ὅρον τινὰ τοῦ κακοῦ γενέσθαι, καὶ τὰς συμφορὰς ὑποδοῦναι μικρὰν γοῦν, τοῖς δὲ πλεονέκταις στῆναι τὴν γνώμην. Ὁ μὲν οὖν Σόλων ὁ νομοθέτης, ἡνίκα εἶδε λυομένους αὐτῷ τοὺς νόμους καὶ τὴν πολιτείαν ἀμειβομένην ἣν ἐπολιτεύσατο, ἐπεὶ μὴ πείθειν εἶχε μήδε λόγοις τῷ καλῷ καὶ δικαίῳ βοηθεῖν, λαβόμενος ὅπλων, ἐξῆλθεν τῆς οἰκίας, καθῆστο πρὸ τῶν θυρῶν, ἐνδεικνύμενος, οἶμαι, διὰ τούτων ὡς ἄρα δεῖ τῶν νόμων τοσοῦτον ποιεῖσθαι λόγον ὥστε καὶ ὅπλων ἅπτεσθαι δεῆσαν καὶ προκινδυνεύειν αὐτῶν ἡδέως αἱρεῖσθαι.

Ὑμεῖς δέ, ἄριστοι ἀνθρώπων καὶ δικαιότατοι, οὐχ ὅπλοις οὐδὲ βίᾳ τινὶ ἀλλὰ νεύματι μόνῳ σώσατε τὸν νόμον, δείξατε Σόλωνος παντὸς ἀκριβέστερον νομοθέτην εἶναι τὸν θαύμαστον βασιλέα ὃν αἰδεῖσθαι μὲν τῷ νόμῳ πειθομένους εἰκός, αἰδεῖσθαι δὲ μᾶλλον ἢ ἐκεῖνος ἐκέλευσε, καὶ τῆς φύσεως φυλάσσοντες νόμους δι’ ὧν εἰς αὐτὸν εὐσεβεῖτε, τὸν παρ’ αὐτοῦ τεθέντα βεβαίωτε νόμον, ὥστε οὐκ ἀλλότριον εἰσάγωμεν λόγον, οὐδὲ δεῖ παράδειγμα ἑτέρωθεν κομίζοντας πείθειν, ἀλλ’ ὑμῖν αὐτοῖς ἀκολουθήσατε καὶ δείξατε τὴν φύσιν τῇ ψηφῷ.

Δημοτικός ἐστιν ὁ νόμος, φιλάνθρωπος, οὐδένα ἀδικεῖ τῶν παλαίων νομοθέτην, οὐδενὶ μάχεται τῶν κειμένων ὑπὲρ τῶν δεομένων βοηθείας· ὑπὲρ τῶν κακῶς πραττόντων ἐστίν, ὑπὲρ ὧν πάντες μὲν ἐπολιτεύσαντο νομοθέται· πᾶσα δὲ βουλὴ συνέστη καὶ δίκαι καὶ δικαστήρια καὶ γράφονται νόμοι καὶ ψηφίζονται δικασταὶ καὶ γυμνοῦται ξῖφος καὶ πᾶν ὁτιοῦν γίνεται τῶν τηρούντων ταῖς πόλεσι τὴν δικαιοσύνην.

Τοῖς μὲν γὰρ πλουτοῦσι καὶ πράττουσιν εὖ οὐ τοσοῦτον δεῖ βοηθοῦ, τῆς τύχης ἀρκούσης, τῶν δὲ ἑτέρως ἐχόντων ἡ πλείστη γίνεται φροντὶς τοῖς τὰ κοινὰ πολιτευομένοις πράγματα. Οὕτω πρὸς τὸ αὐτὸ τέλος τοῖς παλαιοῖς οὗτος ὁ νόμος ὁρᾷ καὶ τῶν ἴσων ἔχεται. Ἔτι δέ· «Τῷ δεξαμένῳ τὴν παρακαταθήκην, ὁ νόμος φησί, ἢν ἀπολέσῃ τὸ χρύσιον, τοιχωρύχων τοῖς θησαυροῖς ἐπιθεμένων, τὸν παρακαθέμενον μὴ πράγματα παρέχειν ἐξεῖναι, χρήματα ἀπαιτοῦντα ὧν ἐκώλυσεν ἡ τύχη κύριον εἶναι». Τοιοῦτος δὲ ἄντικρυς ὁ περὶ τῶν τόκων νόμος χρήματα ᾐτήσατο, δεηθεὶς ὡς αὐθὶς ἀποδώσων. Οὐκοῦν ἀποδοῦναι δίκαιος ὁτιοῦν τῶν ἀνθρωπινῶν παθῶν καὶ πρός γε συνέθετο τόκους αἰτησαμένῳ τῷ δανειστῇ καὶ καταβαλεῖ γε κύριος ὢν αὐτὸς τῶν τούτου, καθάπερ ὁ φυλάττων τἀργύριον, ἀποβαλλόντι δὲ τὴν οὐσίαν, καθάπερ ἐκείνῳ τὸ χρέος ὁ νόμος ἐκώλυσεν. Εἰ γὰρ τὸν νόμον ἡ ζημία πραγμάτων ἑτέρων ἀπαλλάξει, τῷ δὲ ἴσον ἔσται καὶ μετὰ τὴν συμφορὰν τὸ κακόν, οὐχ ὁρῶ πῶς οὐκ ἄτοπον καὶ παρὰ τοὺς νόμους.

Τἀρχαῖα μὲν γὰρ ἑαυτῷ τε ἔλαβεν ὁ χρησάμενος καὶ τοῦ λυσιτελοῦντος ἕνεκα ἑαυτῷ, καὶ ἀπολέσας ὅτι τοῦ λυσιτελοῦντος αὐτῷ ἕνεκα ἀπώλεσεν, ἀποδοῦναι δίκαιος· τοὺς τόκους δὲ οὔτε ἔλαβε τὴν ἀρχὴν καὶ παρ’ ἑαυτῷ εἶχεν οὐχ ἑαυτὸν ὠφελῶν ἀλλὰ τὸν δανειστήν, οὐδὲ πλέον αὐτῷ τιθεὶς τὸ χρύσιον ἀλλὰ συναύξων τὸν πλοῦτον τῷ παρασχομένῳ τὸ δάνειον, ὥστε παρακαταθήκης τὸν τόκον διενηνοχέναι μήδεν ἢ τὴν ἐπωνυμίαν. Οἷς τοίνυν ἰσχυριζόμενοι τἀρχαῖα καταβάλλειν ἀναγκάσομεν καί, τῆς οὐσίας διαφθαρείσης, τούτοις τῶν τόκων ἀπαλλάξαιμεν ἂν δικαίως.

Τοιοῦτος ὁ νόμος καὶ οὐδενὸς ἔλαττον τῶν παλαίων νομίζεσθαι δίκαιος, γινόμενος μὲν ἐν καιρῷ τοῖς δυστυχέσιν, ἀδικῶν δὲ τῶν εὖ πραττόντων οὐδένα. Τὰ γὰρ αὐτῶν ἀπολήψονται καὶ ἀγαπήσουσιν, ἢν ἀνθρωπινὰ φρονῶσιν, ὅτε τοῖς ἄλλοις πλὴν τῶν σωμάτων οὐδὲν σχεδὸν ὑπελείφθη, τότε τοσοῦτον μόνον ἔλαττον πράξαντες τῆς ἐλπίδος ὅσον μὴ προσθεῖναι τῷ κέρδει. Πῶς γὰρ οὐκ ἄδικον, κοινῆς γενομένης τῆς συμφορᾶς καὶ πᾶσαν ὡς εἰπεῖν ἀνθρωπινὴν ἀποσβεσάσης εὐδαιμονίαν ὡς τοὺς μὲν καθάπαξ ἀπολωλέναι, τοὺς δὲ ἐγγὺς ἐλθεῖν, αὐτοὺς διασωσάντας πρὸς τοῖς σώμασι καὶ τὰ ὄντα, ἔπειτα δυσχεραίνειν ὅτι μὴ συναύξειν εἶχον τὸν πλοῦτον ἀπὸ τῶν ἀπολωλότων, ὥσπερ εἰ συμπλέοντες τοῖς ὀφείλουσι τοὺς τόκους, εἶτα τυφῶνος ἐκπεσόντος καὶ τῆς νηὸς διαρραγείσης, αὐτοὶ μὲν λαβόμενοι τῆς ἐφολκῖδος, τύχῃ τινὶ διέσωσαν ἑαυτοῖς καὶ τὸ χρύσιον, τοὺς δὲ ἡ θάλασσα μὲν δεξαμένη μετὰ μυρίους κινδύνους τῇ γῇ προσέρριψε μετὰ φαυλῶν τινῶν ἱματίων, αὐτοὶ δὲ ἀπέδυον ἐπιστάντες, ἀναμιμνήσκοντες τῶν τόκων;

Τὰ αὐτὰ γὰρ καὶ νῦν ποιοῦσι τοὺς ἀνθρώπους ἐν οὐκ ἐλάττοσι συμφοραῖς, καὶ προσφύονται τῶν δυστυχησάντων τοῖς ἔτι ζῶσι, καὶ τὸ δάνειον ἀπολαβόντες, οὐκ ἀγαπῶσι καὶ συμβαίνει τοῖς σωθεῖσι πράττειν χαλεπώτερον τῶν ἀπολωλότων καὶ μειζόνων προσθήκην κακῶν τὴν σωτηρίαν αὐτοῖς γενέσθαι, καθάπερ εἴ τις ἐκ ναυαγίου διασωθείς, εἶτα περιπέσοι θηρίοις. Τίνας δὴ τούτους ἡγεῖσθαι προσῆκε; Τίνων θηρίων οὐκ ἀγριωτέρους;