Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Περὶ τοκογλυφίας

Νικόλαος Καβάσιλας

Προτροπή και τελική ικεσία προς τη βασιλική εξουσία

Έκκληση προς τους άρχοντες για την κατάργηση των άδικων νόμων και ικεσία για τη νομοθετική επικύρωση της απαγόρευσης της τοκογλυφίας ως πράξης φιλανθρωπίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 4 από 4

Νυνὶ δὲ ἐξὸν ἄνευ ἰδρώτων μὴ περιΐδης, μήδ’ ἀναβάλλου τὴν ψῆφον, δυναμένῃ νεύματι μόνῳ τῷ δικαίῳ βοηθεῖν. Γνώστωσαν οἱ μὲν πονηροὶ καὶ ἀπάνθρωποι καὶ τὸ χρύσιον ἔμπροσθεν τιθέντες τῶν δικαίων καὶ τῶν ὁμοφύλων, ὡς οὐ χρήσονται ταῖς γνώμαις ὑμῶν τῶν πραγμάτων ἐπειλλημμένων, οἱ δὲ παρὰ τὸ εἰκὸς δυστυχοῦντες, εὐδαιμονήσοντες τοῦτο τὸ μέρος καὶ τῶν δεινῶν ἀπαλλάξοντες θηρίων καὶ τῶν ἀδίκων τουτωνὶ νόμων, οὓς αὐτοὶ θέντες, οἶμαι, τὸ πᾶν διέφθειραν.

Τούτων τί κάλλιον ὑπὲρ ὑμῶν καὶ εἰπεῖν καὶ ἀκοῦσαι; Τίνων οὐ φανεῖσθε φιλανθρωπότεροι καὶ δικαιότεροι βασιλέων, λύσαντες νόμον πονηρόν, ἐν τῷ καλοῦντι τοῦ καιροῦ καὶ δόντες μικρὸν ἀναπνεῦσαι τὰς πόλεις ἀπὸ τῶν δικορράφων, τῶν τοκογλύφων, τῶν κάκιστ’ ἀπολουμένων τουτωνί. Ἀντὶ λίθων ὁ νόμος ὑμῖν κοσμήσει τὴν κεφαλήν, ἀντὶ στεφάνων, ἀντὶ χρυσῶν ἱματίων. Πολλοὶ τῶν βασιλέων ἔθεσαν νόμους, οἷς οὐ πάνυ τὸ δίκαιον ἦν, ἀλλ’ ὅμως οὐκ ἐδόκουν ἄτοκοι, τῆς βασιλείας αὐτοῖς τὴν νομοθεσίαν ταυτηνὶ συγχωρούσης, ὑμεῖς δὲ τὸν πάντα ἄριστον θήσετε νόμον, τὸν ἑπόμενον τοῖς κειμένοις, τὸν δημοτικόν, τὸν δίκαιον, τὸν φιλάνθρωπον ὅθεν οὔτε οὐδὲν προσδοκᾶν ἐστὶ πονηρόν, καὶ πάντα ἔσται τὰ βέλτιστα.

Τίνων ἐπαίνων ἀπολαύσετε, ποίας οὐκ ἐγερεῖτε γλώσσας εἰς εὐφημίαν, τίνας οὐκ ἀποκρύψετε βασιλέας; Ἀλλ’, ὦ πρυτανεῖς, φιλανθρωπίας καὶ τῶν κακῶς πραττόντων κοινὴ βοηθεία, δέχου φιλανθρώπως τὸν λόγον· πάντες οἱ νοῦν ἔχοντες δέονται ταύτην παρὰ σοῦ τὴν εὐεργεσίαν τοῖς δυστυχοῦσιν. Ὁ μέγας συνδιαπρεσβεύεται βασιλεύς, ὁ ταῦτα νομίσας· ἡγοῦμαι δὲ καὶ τοὺς ἁγίους, εἴπερ ἐνῆν φθέγξασθαι καὶ λόγων ἡμῖν κοινωνῆσαι παρελθόντας, τὴν αὐτὴν ἂν ἡμῖν ἀφεῖναι φωνήν, ὡς δεῖ τὸν νόμον τοῦτον κύριον εἶναι. Πῶς δὲ οὐκ ἔμελλον, οἵ γε πάντα τόκον παντὸς μίσους ἐνόμιζον μιαρώτερον; Τούτων ἁπάντων τιμήσασα τὴν ἱκετηρίαν, κεῖσον θέσθαι τῷ νόμῳ τὸν πάντα ἄριστον βασιλέα, τὸν πάντας βασιλέας παρενεγκόντα φιλανθρωπίᾳ, ὡς ἂν πρῶτον μὲν τὰ δίκαια ποιοῦσα καὶ ἃ δίδωσι τὸ ἦθος, παράδειγμα γένοιο καὶ τοῖς ἄλλοις φιλανθρωπίας, ἔπειτα προσθείης τοῖς ἀρίστοις τῶν ἔργων οὐδενὸς ἔλαττον.