Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Περὶ τοῦ λόγου ἀξίας (Νόθος)

Νικόλαος Καβάσιλας

Αντίκρουση της κατηγορίας περί κακής χρήσης του λόγου

Ανάλυση των συλλογιστικών σφαλμάτων όσων κατακρίνουν τον ίδιο τον λόγο εξαιτίας της φαυλότητας ορισμένων που τον χρησιμοποιούν.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 3 από 4

Ὅλως δὲ οἱ κακίζοντες τὸν λόγον, ὅτι κακῶς ἐχρήσαντο τινὲς τῇ τούτου δυνάμει, πρῶτον μὲν ἀγνοοῦσι τὴν ἐξ ἀρχῆς ὑπόθεσιν· οὐ γὰρ οἱ σοφοὶ καὶ περὶ τῆς ἐκείνων διατριβῆς, ἀλλὰ περὶ τοῦ λόγου ἐστίν. Ἔπειτα καὶ γελοῖόν τι ποιοῦσι πρὸς ἄλλον μὲν ὁρμῶντες, ἄλλον δὲ βάλλοντες, καθάπερ οἱ μαινόμενοι· ὥσπερ εἴ τις βουλόμενος τὸν Σωκράτην διαβαλεῖν, περὶ ἐκείνου μὲν οὐδὲν εἶπε, τὸν δὲ Ξέρξην ἐδείκνυ φαῦλον εἶναι τὰ ναυτικά. Πολλῷ γὰρ διαφέρει τῷ μέσῳ τό τε προκείμενον καὶ ὃ ζητοῦσι καὶ ἐφ’ ὃ συμπεραίνουσι. Τὸ μὲν γὰρ ζητούμενον ὁ λόγος· δεικνύντες δὲ πονηροὺς γενέσθαι τοὺς μεταχειρισαμένους οἴονται πονηρὸν ἀποδεδειχέναι τὸν λόγον. Ὥστε προβαίνειν τὸν συλλογισμὸν οὕτως· “οἱ τὸν λόγον μεταχειρισάμενοι οὐ πρὸς τὸ οἰκεῖον ἐχρήσαντο τέλος”· “οἱ τοιοῦτοι μάταιοι”.

Καὶ συμπεραίνοντες δέον συνάψαι τὸν ἔσχατον ὅρον μετὰ τοῦ μείζονος καὶ εἰπεῖν· “οἱ τὸν λόγον μεταχειρισάμενοι μάταιοι”. Οἱ δέ, λαβόντες μέρος τοῦ ἐσχάτου, τὸν “λόγον”, συμπεραίνουσι συνάπτοντες τῷ μείζονι ἄκρῳ· “ὁ λόγος ἄρα μάταιον”. Οὕτω δὲ πάντα συμπεραίνειν ῥᾴδιον, οἶον, φέρε εἰπεῖν, “ὁ μισῶν τὸν ἀσεβῆ φίλος Θεοῦ”, “ὁ δὲ τοιοῦτος ἀγαθός”· “ὁ ἀσεβὴς ἄρα ἀγαθός”. Οὐκ ἄρα δεῖ μέρος λαμβάνειν τοῦ ἐσχάτου ὅρου ἐν τῷ συμπεράσματι. Εἰ δέ τις ἀξιοῖ ἐπὶ μὲν τούτου καὶ ἐπὶ τῶν ἄλλων ἄτοπον εἶναι οὕτω λαμβάνειν, ἐπὶ δὲ τῶν εἰρημένων περὶ τοῦ λόγου μηδὲν κωλύειν, τὸ ἐν ἀρχῇ αἰτεῖται.