Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Περὶ τοῦ λόγου ἀξίας (Νόθος)

Νικόλαος Καβάσιλας

Αναίρεση των τελευταίων επιχειρημάτων και τελικό συμπέρασμα

Απόδειξη ότι η πλάνη προέρχεται από τις αισθήσεις και τελική κατάφαση της υπεροχής του λογικού μέρους της ψυχής έναντι του παθητικού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 4 από 4

Τοῦ τετάρτου. Εἰ δὲ ἔνεστι πλάνη τῷ λόγῳ, οὐ δι’ αὐτὸν οὐδὲ διὰ τὴν αὐτοῦ φύσιν· ἡ γὰρ τούτου φύσις γνῶσις ἐστὶ τῶν ὄντων, ᾗ ὄντα ἐστίν, ἡ δὲ πλάνη γίνεται παρὰ τὴν τῶν αἰσθήσεων ἀπάτην, στέρησις οὖσα τοῦ λόγου· οὐκ ἔστι δὲ τὴν στέρησιν κακίζοντα ἐπὶ τὴν ἕξιν ἄγειν τὴν μέμψιν. Τοὐναντίον μὲν οὖν· ὁ γὰρ διαβάλλων τὸ πονηρόν, δι’ ὧν ἐκεῖνο διαβάλλει, τὸ ἀγαθὸν ἐπῄνεσεν. Ἢ τὴν ὄψιν κακίσομεν διὰ τὴν τυφλότητα καὶ τὴν σωφροσύνην διὰ τὴν ἀκολασίαν, καὶ πῶς οὐκ ἄτοπον;

Τοῦ πέμπτου. Ἐπεὶ δὲ γνῶσις ἐστὶν ὁ λόγος τῶν ὄντων, ᾗ ὄντα ἐστίν, οὐδεμία δὲ γνῶσις ἐστίν, ἥτις οὐκ ἔστιν ὄντων, συμβαίνει τὴν φρόνησιν ἢ αὐτὴν εἶναι τὴν γνῶσιν τῶν ὄντων ἢ ὑπ’ ἐκείνην· τὸ καθολικώτερον γὰρ ἀδύνατον. Τὸ μέντοι λογικὸν μεῖζον ἐστὶ τοῦ παθητικοῦ τῆς ψυχῆς μέρους· τοῦ μὲν γὰρ κοινωνοῦμεν τοῖς ἀλόγοις, τῷ δὲ βελτίους ἐσμέν. Ἔχει δέ, ὡς ἡ φρόνησις ἢ ἡ γνῶσις τῶν ὄντων ἢ ὁ λόγος (ταὐτὸν γάρ) πρὸς τὸ λογικόν, οὕτως ἡ σωφροσύνη καὶ ἀνδρία πρὸς τὸ παθητικόν· ἐναλλὰξ ἄρα ἐστίν, ὡς τὸ λογικὸν πρὸς τὸ παθητικόν, ὁ λόγος πρὸς τὴν σωφροσύνην καὶ ἀνδρίαν. Ἀλλὰ τὸ μὲν τάττον ἐστί, τὸ δὲ ὑπ’ ἐκείνου τάττεται· καὶ ὁ λόγος ἄρα τάττει τὴν σωφροσύνην καὶ τὴν ἀνδρίαν· οὐκοῦν ἕνεκά του ἐστίν· οὐκ ἄρα μάταιον.

Ἐκ δὲ τούτου φανερόν, ὅτι καὶ βελτίων τῶν ἀρετῶν· βέλτιον γὰρ τὸ λογικὸν τοῦ παθητικοῦ.