Ἡμεῖς δὲ οὐδὲ μίαν φαμέν, εἴπερ ἡ μία τῇ τοῦ ἑνὸς μετοχῇ λέγεται μία· ἡ γὰρ τοιαύτη οὐδ’ ἀρχὴ ἂν εἴη, ἀλλὰ καὶ ταύτης ἀρχὴ ἂν εἴη τὸ ἕν, οὗ κατὰ μετοχὴν μία λέγεται. ἀλλὰ καὶ τὸ ἓν ἀρχὴν λέγοντες οὐχ οὕτω λέγομεν, ὡς συντάττοντες αὐτὸ τοῖς μετὰ τὴν ἀρχήν· διὸ οὐδ’ ἁπλῶς ἀρχήν, ἀλλ’ ὑπεράρχιον ἀρχήν, οὐδ’ ἁπλῶς ἕν, ἀλλ’ ὑπὲρ πᾶν ἕν, οὔτε δὲ πρῶτον ἢ πρώτιστον, ἀλλ’ ὑπὲρ τὸ πρῶτον, ὥσπερ οὐδὲ μέγα ἢ μέγιστον, ἀλλ’ ὑπὲρ τὸ μέγα φαμὲν αὐτὸ καθὰ καὶ τῷ μεγάλῳ Γρηγορίῳ τῷ Θεολόγῳ δοκεῖ. καὶ ὅταν δὲ μίαν λέγωμεν, προστιθέαμεν καὶ τὸ μόνην πρὸς παράστασιν τοῦ, ὅτι οὐ κατὰ μετοχὴν τοῦ ἑνός φαμεν αὐτὴν μίαν, ἀλλ’ ὡς αὐτὴν οὖσαν τὸ ἓν τὸ ὑπὲρ πᾶν ἓν ὑπερηνωμένον, ὡς ἤδη πολλάκις εἰρήκαμεν. καὶ οὕτω δὲ μίαν, ὡς τὸ ἓν αὐτό, τὴν πάντων αἰτίαν λέγοντες οὐδὲ τοῦτο τὸ ἓν οὐσίαν αὐτῆς εἶναι νομίζομεν, ὥσπερ οὐδὲ τἀγαθόν· ἐκεῖνο μὲν γὰρ ποιοῦ, τοῦτο δὲ ποσοῦ παρεισάγει ἔννοιαν ἢ ἀρχῆς ποσοῦ. δεῖ δὲ πρὸ τούτων ἄλλό τι τὴν οὐσίαν εἶναι, ὅπου γε οὐδὲ τὸ ὂν ἁπλῶς ἀξιοῦμεν αὐτὴν καλεῖν, καίπερ ὂν οὐσίας δηλωτικόν, ὡς ἄρρητον καὶ ἀκατανόμαστον, ἀλλὰ κἀκεῖνό φαμεν μετὰ τῆς ὑπεροχῆς ὑπερόν, ὡς πᾶν ὂν προέχον καὶ ὑπερέχον.