Τὸ ἕν, ὃ καὶ μόνον ἐστὶ πάντων παρακτικὸν αἴτιον, τῶν μὲν παραγομένων πάντων ὁμολογουμένως ἀσυγκρίτως κρεῖττόν ἐστιν ἅτε δὴ καὶ ὑπεράγαθον καὶ ἀκρότατον ἐφετόν· καὶ τούτων γε τῶν ὑπ’ αὐτοῦ παραγομένων ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὸ τὰ μᾶλλον αὐτοῦ μετέχοντα καὶ κατὰ τὸ μέτρον τῆς μετοχῆς ὁμοιότερον αὐτῷ πρὸ τῶν ἀνομοίων δημιουργικῶς αὐτὸ ὑφιστᾶν ἔχοι ἄν τινα λόγον, ὡς τὰ νοητὰ πρὸ τῶν αἰσθητῶν καὶ τὰ ἁπλᾶ πρὸ τῶν συνθέτων· τῶν δέ γε φυσικῶς ἤγουν ἐκ τῆς ὑπερφυοῦς αὐτοῦ φύσεως προαιωνίως προηγμένων, τοῦ μὲν γεννητῶς, τοῦ δὲ ἐκπορευτῶς, καὶ συνανάρχως συνεκλαμπόντων αὐτῷ καὶ συνημμένων ἀσυγχύτως καὶ διακεκριμένων ἀχωρίστως ἀλλήλων τε καὶ αὐτοῦ καὶ συναιτίων αὐτῷ πιστευομένων ἐν τῇ τῶν ὄντων παραγωγῇ οὐκέτ’ ἂν ὁμοίως λέγοιτο κρεῖττον, ἀλλ’ αἴτιος μὲν ὁ πατὴρ καὶ ὑποστάτης υἱοῦ καὶ πνεύματος, καὶ εἴ τῳ δεκτέον κατὰ τοῦτο μόνον καὶ μείζων καὶ κρείττων, καθὸ καὶ ὁ πατήρ μου, φησὶν ὁ υἱός, μείζων μού ἐστι, καὶ τί με λέγεις ἀγαθὸν πρὸς τὸν διδάσκαλον ἀγαθὸν αὐτὸν προσειπόντα, οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός, οὐχὶ δὲ καὶ παρακτικὸς αἴτιος τούτων, ἀλλ’ εἴπερ ἄρα προακτικὸς ἴσων ἑαυτῷ καὶ κατὰ πάντων ταὐτῶν, τὴν ἀγαθότητα, τὴν κυριότητα, τὴν ἁγιότητα, τὴν οὐσίαν, τὴν δύναμιν, τὴν ἐνέργειαν, τἆλλα πάντα τὰ κοινὰ τῆς μιᾶς καὶ ὅλης θεότητος· πάντα γὰρ ὅσα τοῦ πατρός, καὶ τοῦ υἱοῦ, καὶ ὅσα τοῦ υἱοῦ, καὶ τοῦ πνεύματος, πλὴν τῶν ὑποστατικῶν εἴτουν προσωπικῶν ἰδιοτήτων, καθὰ ὁ μὲν πατὴρ καὶ αἴτιος, τὰ δὲ ἐκ τοῦ πατρὸς καὶ αἰτιατά, ὁ μὲν υἱός, τὸ δὲ πνεῦμα.