Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Ἔλεγχος τῆς θεολογικῆς στοιχειώσεως τοῦ Πρόκλου

Νικόλαος Μεθώνης

Έλεγχος των προτάσεων 40-55: Το αυθυπόστατο, η αϊδιότητα, ο χρόνος και ο αιώνας

Ανάλυση της έννοιας του αυθυποστάτου, της σχέσεως χρόνου και αιωνιότητος, και ανάδειξη του Θεού ως του μόνου αληθώς αυτοκίνητου και αιώνος των αιώνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 4 από 12

Εἰ τὰ μέτρα τῆς ἐπιστροφῆς ὥρισται τοῖς κατὰ τὴν πρόοδον μέτροις, ὡς ἴσα πάντως εἶναι ταῦτα κἀκεῖνα, πᾶσα δὲ ἐπιστροφὴ μέχρι τοῦ ὄντος προβαίνει, καὶ πᾶσα ἄρα πρόοδος ἀπὸ τοῦ ὄντος ὑποβαίνει· τὸ ὂν ἄρα πάντων ἀρχὴ καὶ αἰτία πρώτη. ἀλλὰ τοῦτο τῷ μὲν ἡμετέρῳ λόγῳ συνάδει, οἳ τὸ ὂν καὶ τὸ ἓν καὶ τὴν ζωὴν καὶ τὸν νοῦν ταὐτὸν εἶναί φαμεν καὶ οὐδεμίαν τούτοις θεοπρεπῶς νοουμένοις ὑπόβασιν ἢ πρόβασιν ἀπονέμομεν, τοῖς δὲ τὸν νοῦν ὑπὸ τὴν ζωὴν καὶ ταύτην ὑπὸ τὸ ὂν καὶ τὸ ὂν ὑπὸ τὸ ἓν τάττουσι κατὰ τὸν σοφὸν τοῦτον καί ποτε μὲν μίαν ἀρχὴν πάντων καὶ αἰτίαν εἶναι λέγουσι τὸ ἓν καὶ τἀγαθόν, ἀφ’ ἧς καὶ πρὸς ἣν πάντα καὶ προϊέναι καὶ ἐπιστρέφειν, νῦν δὲ ἄλλας καὶ ἄλλας τοῖς οὖσι τὰς ἀρχὰς ὑποβάλλουσιν ὑπ’ ἀλλήλας τε καὶ ὑπὸ τὸ ἓν τεταγμένας, αὐτόθεν ἡ καθ’ ἑαυτῶν ἀντιλογία παρεπιφύεται. οὕτω προφανῶς ὁ σοφὸς ματαιοπονεῖ τὸν τῆς χαλάνης πύργον καὶ κτίζων ἐν ταὐτῷ καὶ χαλῶν.

μʹ. Πάντων τῶν ἀφ’ ἑτέρας αἰτίας προϊόντων ἡγεῖται τὰ παρ’ ἑαυτῶν ὑφιστάμενα καὶ τὴν οὐσίαν αὐθυπόστατον κεκτημένα ... (42,8-29) Εἰ πάντα τὰ ὄντα πρόεισιν ἀπὸ μιᾶς αἰτίας τῆς πρώτης, ὡς ἐν τῷ ιαʹ δέδεικταί σοι θεωρήματι, πῶς νῦν ὄντα τινὰ φῄς, σοφώτατε, μὴ ἀφ’ ἑτέρας αἰτίας προϊόντα ἀλλὰ παρ’ ἑαυτῶν ἔχοντα τὸ εἶναι; καὶ οὐ συνορᾷς προφανῶς περιπίπτων εἰς τὴν ἀντίφασιν; ἢ πάντως ἔδει σε διαστείλασθαι, καθάπερ ἡμεῖς φαμεν, ὅτι διχῶς τὸ αὐθύπαρκτον· τὸ μὲν κυρίως καὶ πρώτως, ὃ καὶ ἄναρχον λέγεται ὡς εἰς ἑτέραν μὴ ἀνηρτημένον ἀρχήν, ὅ ἐστιν ὁ θεὸς αὐτὸς αὐτόθεν ὢν καὶ κατὰ τὸν Θεολόγον Γρηγόριον ὅλον ἐν ἑαυτῷ συλλαβὼν καὶ ἔχων τὸ εἶναι, καθὼς καὶ αὐτὸς ἑαυτὸν ὀνομάζει λέγων· ἐγώ εἰμι ὁ ὤν, ὡς μόνος οὗτος ὤν· τὰ δὲ παρὰ τοῦτο ὄντα λεγόμενα, πάντα μὲν ἐκ τούτου τὸ εἶναι ἔχει· οὕτω γὰρ καὶ πάντων αἴτιος ὁ θεός. λέγεται δὲ καὶ αὐθύπαρκτα τῶν ὄντων ἔνια οὐχ ὡς παρ’ ἑαυτῶν ἔχοντα τὸ εἶναι κατὰ τὸ σημαινόμενον τοῦ κυρίως αὐθυπάρκτου ἀλλ’ ὡς ἐν ἑαυτοῖς ἔχοντα τὸ εἶναι, ὅπερ ἔλαβον ἐκ τοῦ θεοῦ τοῦ πάντων αἰτίου, καὶ ἢ τηροῦντα τὸ δεδομένον ἀμείωτόν τε καὶ ἀναλλοίωτον, ὡς οἱ θεῖοι νόες, ἢ μειοῦντα καὶ παραφθείροντα, ὡς οἱ δαίμονες καὶ αἱ ψυχαὶ τῶν ἁμαρτανόντων. λέγεται δὲ καὶ ἄλλως πᾶσα οὐσία αὐθύπαρκτος πρὸς ἀντιδιαστολὴν τῶν συμβεβηκότων, ἃ οὐκ ἐν ἑαυτοῖς ἀλλ’ ἐν ταῖς οὐσίαις ἔχει τὸ εἶναι.

Νῦν δὲ δι’ ὧν φῂς τὸ μὴ αὔταρκες ἀπ’ ἄλλου μόνον παράγεσθαι, δῆλος εἶ τὸ αὔταρκες βούλεσθαι μὴ μόνον ἀπ’ ἄλλου ἀλλὰ καὶ παρ’ ἑαυτοῦ παραγόμενον λέγειν. ἀλλὰ πῶς τὸ αὐτὸ καὶ ἑαυτὸ παράγει καὶ παρ’ ἑτέρου παράγεται; καὶ εἰ τὸ παράγον ἑαυτὸ αὔταρκες, εἴη ἂν τὸ αὐτὸ καὶ αὔταρκες καὶ οὐκ αὔταρκες εἴτουν ἐνδεές. καὶ πῶς τὸ αὐτὸ τἀναντία; κατ’ ἄλλο φαίης ἂν ἴσως καὶ ἄλλο. ἀλλὰ τὸ ἐξ ἄλλου καὶ ἄλλου ὑφεστὼς σύνθετον· οὐδὲν δὲ σύνθετον αὔταρκες ἀλλὰ πᾶν ἐνδεές· δεῖται γὰρ τοῦ συντιθέντος. καὶ εἰ τὸ μὲν τούτου αὔταρκες, τὸ δὲ οὐκ αὔταρκες, τὸ αὐτὸ πάλιν περὶ τοῦ αὐτάρκους προσερωτήσομεν, καὶ τὸ αὐτὸ πάλιν ἔσται καὶ αὔταρκες καὶ οὐκ αὔταρκες, καὶ τοῦτο ἐπ’ ἄπειρον. οὐκ ἄρα τὸ αὔταρκες ἑαυτὸ παράγει, ἀλλ’ οὐδ’ ἁπλῶς τὶ τῶν ὄντων ἑαυτὸ παράγει, ἀλλὰ πάντα παράγεται ἀπὸ τῆς μιᾶς αἰτίας τῆς ἀνάρχου καὶ ἀναιτίου.

Τάχα καὶ αὔταρκες κυρίως τὸ ἀγαθὸν μόνον, ὡς καὶ αὐθύπαρκτον καὶ αὐτοκίνητον, οὐχ ἑαυτὸ παράγον, ὡς οὗτός φησιν, ἵνα καὶ ἓν οὕτω καὶ οὐχ ἓν λέγηται, τὸ μὲν ὡς παράγον, τὸ δ’ ὡς παραγόμενον, ἀλλ’ ὅλον ἔχον τὸ εἶναι παρ’ ἑαυτῷ καὶ ἐν ἑαυτῷ καὶ αὐτὸ ὂν τὸ ὑπερόντως ὂν καὶ ὑπερηνωμένως ἓν καὶ ὑπεραγάθως ἀγαθόν, καὶ ταῦτα ὂν ἀεί, οὐδέποτε παραγόμενον· οὐ γάρ ἐστιν οὐκ αἰών, οὐ χρόνος, ὅτε οὐκ ἔστιν ὁ καὶ χρόνου παντὸς καὶ αἰῶνος ποιητής.

μαʹ. Πᾶν μὲν τὸ ἐν ἄλλῳ ὂν ἀπ’ ἄλλου μόνον παράγεται· πᾶν δὲ τὸ ἐν ἑαυτῷ ὂν αὐθυπόστατόν ἐστι ... (42,30-44,10) Ὅρα ὅτι τῶν συμβεβηκότων μόνων ὁ σοφὸς οὗτος τὴν παραγωγὴν δίδωσι τῷ πάντων αἰτίῳ· ταῦτα γὰρ τὰ ἐν ἄλλοις ὄντα. πᾶσαν δὲ οὐσίαν φησὶν αὐθυπόστατον, μὴ διαστείλας τοῦ αὐθυποστάτου τὰ σημαινόμενα, μᾶλλον δὲ ἐν τῇ ἀποδείξει ἐμφήνας τοῦτο λέγων τὸ ἑαυτοῦ παρακτικόν.

Εἰ παράγειν ἐστὶ κυρίως τὸ ἐκ μὴ ὄντων εἶναί τι ποιεῖν, πῶς ἑαυτό τι παράγειν δύναται, ὡς τὸ μὴ ὂν ποιεῖν ἑαυτὸ εἶναι; εἰ δὲ τὸ μὴ ὂν οὐκ ἄν ποτε γένοιτο ὄν, εἰ μὴ παρ’ ἑτέρου τὸ εἶναι λάβοι, οὐδ’ ἂν ἑαυτό τι παράγοι. ὥστε οὐδὲν τῶν ὄντων ἑαυτοῦ παρακτικὸν οὐδὲ αἴτιον, ἀλλὰ πάντα πρόεισιν ἀπὸ μιᾶς αἰτίας τῆς πρώτης· εἰ μὴ ἄρα τὴν κατὰ τὸ ποιὸν μεταβολὴν παραγωγὴν βούλοιτο λέγειν· ἀλλ’ αὕτη ἀλλοίωσις κρατεῖ λέγεσθαι· γίνεται γάρ τις ἐξ ἀκολάστου σώφρων οὐκ εἰς τὸ εἶναι παραχθεὶς ἐκ μὴ ὄντων οὐδ’ ἄλλο ἐξ ἄλλου γενόμενος, ἀλλὰ μείνας μὲν ὁ αὐτός, ἀλλοιωθεὶς δέ.

Οὐδὲν ἑαυτὸ γεννᾶν πέφυκεν οὔτε μὴν παράγειν. καὶ οὗτος μὲν τὸ γεννᾶν καὶ τὸ παράγειν ἀδιαφόρως ὡς ταὐτὸν λαμβάνει σφάλλων κἀν τούτῳ, καὶ εἶναί τινά φησιν αὐτογέννητα καὶ αὐθύπαρκτα, ταῦτα λέγων τοὺς πολλοὺς καὶ μὴ ὄντας θεοὺς καὶ προφανῶς διαψευδόμενος, ὡς διαφόρως ἐλήλεγκται· ἡμεῖς δὲ πάντων μὲν παρακτικὴν τῶν ὄντων αἰτίαν φαμὲν τὸν ἕνα κατὰ τὴν ὑπερούσιον οὐσίαν θεόν, τρία δὲ ὄντα ταῖς ὑποστάσεσι, πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα. τούτων δὲ τῶν τριῶν τὸν πατέρα μὲν ὑμνοῦμεν ὡς αἴτιον, τὸν υἱὸν δὲ καὶ τὸ πνεῦμα ἐκ τοῦ πατρὸς ὡς αἰτιατὰ προῆχθαι ὁμολογοῦμεν, οὐ δημιουργικῶς, οὐ παρακτικῶς, ἀλλ’ ὑπερφυῶς καὶ ὑπερουσίως, ὡς ὁμοούσια, τὸν μὲν γεννητῶς, τὸ δὲ ἐκπορευτῶς, ἡνωμένα τῷ πατρὶ καὶ ἀλλήλοις ἀσυγχύτως καὶ διακεκριμένα ἀδιαιρέτως, τὸ μὲν κατὰ τὴν μίαν οὐσίαν, τὸ δὲ κατὰ τὰς τρεῖς ὑποστάσεις εἴτουν τὰ πρόσωπα. οὕτω καὶ τὸ ἓν ἀσφαλῶς καὶ τὰ τρία σέβομεν καὶ τὴν πολυθεΐαν ἀποτρεπόμεθα.

μβʹ. Πᾶν τὸ αὐθυπόστατον πρὸς ἑαυτό ἐστιν ἐπιστρεπτικόν ... (44,11-24) Εἰ μηδὲν ἑαυτοῦ κατ’ οὐσίαν παρακτικόν, ὡς ἤδη δέδεικται, οὐδὲ πρὸς ἑαυτὸ κατ’ οὐσίαν ἐπιστρεπτικόν, ἀλλ’ εἴπερ ἄρα κατὰ ποιόν, ὡς καὶ τοῦτο ἡμῖν εἴρηται.

Προσεσημείωται δὲ καλῶς ἤδη, ὡς οὐδὲ πρόοδος δικαιοῦται λέγεσθαι ἡ τῇ τοιαύτῃ ἀντίστροφος, ὡς δὲ οὗτός φησι, σύστοιχος καὶ συζυγὴς πρόοδος ἀλλ’ ἔκπτωσις τοῦ κατὰ φύσιν καὶ ἁμαρτία. μγʹ. Πᾶν τὸ πρὸ ἑαυτὸ ἐπιστρεπτικὸν αὐθυπόστατόν ἐστιν ... (44,25-32) Τοῦτο ἀντίστροφον ὂν τῷ πρὸ αὐτοῦ τῇ αὐτῇ ἀνατροπῇ συνυπάγεται. εἰ γὰρ μηδὲν πρὸς ἑαυτὸ οὕτως ἐπιστρέφει ὡς αἰτιατὸν πρὸς αἴτιον, δῆλον ὡς οὐδ’ οὕτως ἐστί τι αὐθυπόστατον ὡς αὐτὸ ἑαυτοῦ κατ’ οὐσίαν αἴτιον.

Εἰκότως δ’ ἄν τις ἐπαπορήσειε πῶς ταὐτόν τι καὶ ἓν καὶ πρὸς ἑαυτὸ κατ’ οὐσίαν ἀδιάφορον δύναται τοῦτ’ αὐτὸ καὶ ταὐτὸν εἶναι καθ’ αὑτὸ καὶ ἕτερον. ἕτερον γὰρ ὄντως καὶ ἕτερον τὸ αἰτιατὸν καὶ τὸ αἴτιον, ὅπερ ὁ σοφὸς οὗτος λαμβάνων τἆλλα περαίνει· ἢ αὐθυπόστατον μὲν οὕτως εἶναί τι ὡς αὐτὸ ἑαυτὸ γεννῶν ἢ παράγον· ἀδύνατον, ὡς ἱκανῶς ἡμῖν δέδεικται.

Ὁμολογουμένου δὲ πᾶσι κοινῶς τοῦ πάντα τὰ ὄντα παρῆχθαι παρὰ θεοῦ, τῆς μίας πάντων αἰτίας, καὶ ἡμῶν δὲ λεγόντων ἰδίως τὰ μὲν τῶν ὄντων φύσει διοικεῖσθαι μόνῃ, τὰ δὲ καὶ φύσει καὶ προαιρέσει, ὡς τὰ λογικά τε καὶ νοερά, ἃ καὶ αὐτεξούσιά φαμεν λαχόντα καὶ τὸ τοιαῦτα εἶναι παρὰ θεοῦ, ὡς ἐπ’ αὐτοῖς κεῖσθαι τὴν ἐφ’ ἑκάτερα ῥοπήν, τὸ κρεῖττον ἢ τὸ χεῖρον, καὶ ἢ μένειν ἐν τῷ κατὰ φύσιν καὶ τῶν κρειττόνων ὀρέγεσθαι ἢ τοῦ κατὰ φύσιν ἐξίστασθαι καὶ πρὸς τὸ παρὰ φύσιν ἐκπίπτειν, ἔοικεν ὁ σοφὸς οὗτος τοῦτο δὴ τὸ παρ’ ἡμῶν λεγόμενον αὐτεξούσιον μεταλαβεῖν εἰς τὸ αὐθυπόστατον μηδὲν φροντίσας τῆς ἀκριβείας, μὴ διαστείλας ὡς ἄλλο μέν ἐστι τὸ τόδε εἶναι, ἄλλο δὲ τὸ τοιόνδε εἶναι, ἀλλ’ ἀδιαφόρως ἀντὶ τοῦ εἰπεῖν αἴτιον αὐτὸν ἑαυτῷ τοῦ τοιόνδε εἶναι, τὸν δέ τινα αἴτιον αὐτὸν ἑαυτῷ τοῦ εἶναι, ὅπερ ἐστὶ κατ’ οὐσίαν, εἰπὼν καὶ τὴν ἐξουσίαν τῆς ἐπ’ ἀρετὴν ἢ κακίαν ῥοπῆς αἰτίαν τῆς κατ’ οὐσίαν ὑπάρξεως λογισάμενος καὶ οὕτω τὸ αὐτεξούσιον, ὅπερ ἦν ἡμῖν αὐτὸ ἑαυτῷ τοῦ τοιόνδε εἶναι αἴτιον, αὐθυπόστατον ὀνομάσας εἴτουν αὐτὸ ἑαυτοῦ τοῦ τόδε εἶναι καὶ αὐτῆς τῆς οὐσίας αἴτιον.

Δέδεικται ἡμῖν ἤδη καὶ τοῦτο, ὅτι τῶν ὄντων οὐδέν ἐστιν οὕτω τέλειον ὡς ἑαυτὸ παράγον, ἀλλὰ πάντα παρῆκται ἀπὸ τῆς μιᾶς πάντων ἀρχῆς, ἣ καὶ μόνη τελεία ἐστὶ καὶ ἧς πάντα ἐπιδεῆ καθὸ καὶ ἀτελῆ. μδʹ. Πᾶν τὸ κατ’ ἐνέργειαν πρὸς ἑαυτὸ ἐπιστρεπτικὸν καὶ κατ’ οὐσίαν ἐπέστραπται πρὸς ἑαυτό ... (46,1-11) Εἰ μηδὲν πρόεισιν ἀφ’ ἑαυτοῦ, δῆλον ὡς οὐδὲ ἐπιστρέφει πρὸς ἑαυτὸ οὔτε κατ’ οὐσίαν οὔτε κατὰ δύναμιν οὔτε κατ’ ἐνέργειαν. εἰ δὲ τὴν κατὰ φύσιν λέγεις ἐνέργειαν, οἷον τοῦ φωτὸς τὸ φωτίζειν, τοῦ πυρὸς τὸ θερμαίνειν, τοῦ νοὸς τὸ νοεῖν, τοῦτο οὔτε πρόοδός ἐστιν οὔτε ἐπιστροφὴ ἀλλ’ ἐν ἑαυτῷ τοῦ κατὰ τὴν οἰκείαν φύσιν ἐνεργοῦντος μονὴ καὶ ἵδρυσις, καὶ μάτην τοὺς περιττοὺς ἀνελίττεις λόγους. οὐδὲν μὲν οὖν ἐπιστρέφει πρὸς ἑαυτό, καθότι μηδὲ προῆλθεν ἀφ’ ἑαυτοῦ, οὔτε κατ’ οὐσίαν οὔτε κατὰ δύναμιν οὔτε κατ’ ἐνέργειαν. ἄλλως δὲ ἐπιστρέφειν δύναταί τι καὶ ἐπιστρέφει κατ’ ἐνέργειαν ἐκ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν, ὅθεν ἐξέπεσεν, ὡς ἤδη προείπομεν, οὐ μὴν προῆλθεν, σῷζον τὴν οἰκείαν οὐσίαν.

μεʹ. Πᾶν τὸ αὐθυπόστατον ἀγένητόν ἐστιν .. (46,12- 19) Συνεκβέβληται τῷ κατ’ αὐτὸν αὐθυποστάτῳ καὶ τὸ ἀγένητον· ἄλλως τε δὲ καὶ αὐτόθεν διαπίπτει τὸ πρόβλημα. εἰ γὰρ αὐθυπόστατόν ἐστι τὸ ὑφ’ ἑαυτοῦ παραγόμενον κατὰ τοῦτον, τὸ δὲ παραγόμενον οὐδὲν ἕτερόν ἐστιν ἢ γινόμενον, πῶς τὸ γινόμενον ἀγένητόν ἐστι; καὶ εἰς ταύτην μὲν ἐμπίπτει τὴν ἀτοπίαν, ἵνα μὴ ἀτελὲς εἴπῃ τὸ αὐθυπόστατον, οὐ συνορᾷ δὲ ὅτι τὸ ταῦτα λέγειν μειοῦν ἐστι τὴν τῆς μιᾶς καὶ πρώτης πάντων αἰτίας δύναμιν, ὡς ἄρα μὴ δυναμένης τέλει’ ἄττα παράγειν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι.

Μόνον μὲν οὖν κυρίως αὐθυπόστατον καὶ ἀγένητον, ὡς ἤδη προείρηται, τὸ θεῖον, περὶ οὗ οὐδὲ τὸ πᾶν λέγειν ἁρμόζει, ὡς ὑπὲρ τὸ πᾶν προόντος, πάντα δὲ τὰ ὄντα παρ’ ἐκείνου παρήχθη καὶ γέγονε, τά τε νοητὰ καὶ τὰ αἰσθητά, ὅσα ὑπὸ τὸν αἰῶνα καὶ ὅσα ὑπὸ τὸν χρόνον καὶ αὐτὰ δὴ ταῦτα αἰὼν καὶ χρόνος. καὶ γὰρ χρόνων καὶ αἰώνων ποιητὴς ὁ θεὸς καὶ πάσης ὕλης καὶ παντὸς εἴδους, πάντων ἁπλῶς· πάντα γὰρ γέγονε παρὰ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ ἐν τῷ πνεύματι τῷ ἁγίῳ· τούτων δὲ τῶν γεγονότων τὰ μὲν λέγονται καταχρηστικῶς αὐθυπόστατα εἴτουν αὐθύπαρκτα, ἤγουν αἱ οὐσίαι, ὡς καθ’ αὑτὰ ὑφεστῶτα καὶ μὴ ἐν ἑτέροις τὸ εἶναι ἔχοντα, τὰ δὲ ἐνυπόστατα, ὡς ἐν ὑποκειμένοις τούτοις ὄντα.

μϛʹ. Πᾶν τὸ αὐθυπόστατον ἄφθαρτόν ἐστιν ... (46,20-28) Τὰ μετὰ τὴν μίαν αἰτίαν ἄφθαρτα οὐ δι’ ἑαυτὰ ἀλλὰ διὰ τὴν τῆς αἰτίας ἀγαθότητά τε καὶ δύναμιν διαμένουσιν ἄφθαρτα, ὡς μὲν ἀγαθῆς βουληθείσης, ὡς δὲ δυνατῆς τοιαῦτα παραγούσης τε καὶ διασωζούσης. τοιαῦτα δέ εἰσι τὰ νοητὰ καὶ αἰώνια. εἰ δέ εἰσιν οὐσίαι καὶ αἰσθηταὶ καὶ ὑπὸ χρόνον, καὶ πᾶσα μὲν οὐσία λέγεται αὐθυπόστατος, οὐ πᾶν δὲ τὸ ὑπὸ χρόνον ἀΐδιον, οὐδὲ πᾶν ἄρα τὸ αὐθυπόστατον ἀΐδιον οὐδὲ ἄφθαρτον ἐξῃρημένου μόνου τοῦ κυρίως καὶ ὄντως αὐθυποστάτου· ἐκεῖνο γὰρ μόνον ἐστὶ κατὰ πάντα τρόπον καὶ ἄφθαρτον καὶ ἀγένητον.

μζʹ. Πᾶν τὸ αὐθυπόστατον ἀμερές ἐστι καὶ ἁπλοῦν ... (46,29-48,4) Οὐ πᾶν τὸ αὐθυπόστατον· ἡ γὰρ αἰσθητὴ οὐσία αὐθυπόστατος μέν ἐστιν οὐχ ὡς ἑαυτὴν ὑφιστῶσα ἀλλ’ ὡς καθ’ αὑτὴν καὶ μὴ ἐν ἄλλῳ ὑφεστῶσα, μεριστὴ δὲ πᾶσα καὶ σύνθετος· ἄλλως δὲ αὐθυπόστατον εἶναί τι, ὡς αὐτὸ ἑαυτὸ παράγον, προφανῶς ἠλέγχθη ἀδύνατον ὄν.

Καὶ τοῦτο ψεῦδος· οὐ γὰρ πᾶν σύνθετον ἐκ χείρονος σύγκειται καὶ βελτίονος, ἀλλ’ εἰσὶ μὲν ἄττα καὶ ὁμοιομερῆ, καὶ τῶν ἀνομοιομερῶν δὲ οὐκ ἀνάγκη τὸ μὲν εἶναι βέλτιον, τὸ δὲ χεῖρον. μηʹ. Πᾶν τὸ μὴ ἀΐδιον ἢ σύνθετόν ἐστιν ἢ ἐν ἄλλῳ ὑφέστηκεν ... (48,5-10) Λαβὼν ὡς ὁμολογούμενον τὸ πᾶν τὸ αὐθυπόστατον ἀμερὲς εἶναι καὶ ἁπλοῦν, ὃ ψευδὲς εἶναι παρ’ ἡμῶν ἐλήλεγκται, προϊὼν πειρᾶται δεῖξαι ὅτι καὶ ἀΐδιόν ἐστι πᾶν τὸ αὐθυπόστατον. ἀλλ’ ἐκ τῆς ἀληθοῦς προτάσεως συνάγεται τοὐναντίον ἅπαν· εἰ γὰρ οὐ πᾶν ἀμερὲς καὶ ἁπλοῦν ἐστι τὸ αὐθυπόστατον, δῆλον ὡς οὐδ’ ἀΐδιον· ἀνάγκη γὰρ τὸ ἀΐδιον ἁπλοῦν εἶναι καὶ ἀμερές, εἴ γε τὸ μεριστὸν καὶ σύνθετον οὐκ ἀΐδιον. καὶ λέληθεν ἑαυτὸν ὁ σοφὸς περιτρέπων διὰ τοῦ μηʹ θεωρήματος.

Εἰ τὸ μὴ ἀΐδιον ἢ σύνθετόν ἐστιν ἢ ὑποκειμένου δεόμενον ἐν ᾧ ὑποστήσεται, τὸ μήτε σύνθετον μήθ’ ὑποκειμένου δεόμενον εἴη ἂν κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν ἀΐδιον. τάχα τοίνυν τὴν ἀνείδεον ὕλην βούλεται λέγειν ἀΐδιον ἄφθαρτόν τε καὶ ἀγένητον· ταύτην γὰρ καὶ ἀμερῆ καὶ ἁπλῆν εἶναι καὶ ὑποκειμένου μὴ δεομένην, ὡς ἀνείδεόν τε καὶ αὐτὴν οὖσαν, τὸ πᾶσιν εἴδεσιν ὑποκείμενον. ἀλλ’ εἰ ταῦτα, καὶ αὐθυπόστατος ἂν εἴη αὐτὴ ἑαυτὴν παράγουσα καὶ αὐτάρκης καὶ τελεία, καθὼς οὗτος ἐν τῷ μεʹ προείρηκε θεωρήματι. ἀλλὰ ταῦτα τῇ τῶν Μανιχαίων δόξῃ συνᾴδει τῶν δύο πρεσβευόντων ἀρχάς, θεὸν καὶ ὕλην, ἣν αἵρεσιν οὐ μόνον ἡ καθ’ ἡμᾶς ἐκκλησία βδελύττεται ἀλλὰ καὶ τῶν παρ’ Ἕλλησι σοφῶν ὅσοι μάλιστα τῆς ἀληθείας ἐφρόντισαν. καὶ κοινὸν πάντων ἐστὶ ὁμολόγημα τὸ παντὸς εἴδους ἐστερῆσθαι τὴν ὕλην· διὸ καὶ ἀνομοίως ταύτην ὁμοιοῦσθαι τῷ θεῷ φησιν ὁ πλάτων, ὡς τῶν στερητικῶς περὶ θεοῦ λεγομένων κατὰ τὸ κρεῖττον περὶ ταύτης κατὰ τὸ χεῖρον λαμβανομένων. ὥστε καὶ τὸ ἀγένητον καὶ τὸ ἄφθαρτον καὶ τὸ ἀμερὲς καὶ ἀσύνθετον καὶ ὅσα τοιαῦτα κατὰ τὸ χεῖρον ἂν περὶ ταύτης λέγοιντο, ὡς χείρονος οὔσης τῶν γενητῶν καὶ φθαρτῶν καὶ τῶν συνθέτων καὶ μεριστῶν καὶ πάντων τῶν ὁπωσοῦν ὄντων, καὶ τοσούτῳ δεῖν τοῦ τελείαν αὐτὴν εἶναι καὶ αὐτάρκη ὅσῳ καὶ τὸ μηδὲν ἐνεργείᾳ εἶναι, νόθῳ νῷ μόνον παραλαμβανομένην καὶ τυπουμένην.

μθʹ. Πᾶν τὸ αὐθυπόστατον ἀΐδιόν ἐστι ... (48,11-15) Ὥστε εἰ ἔστι τι αὐθυπόστατον σύνθετον, ὡς ἡ σωματικὴ οὐσία πᾶσα, τὸ τοιοῦτον οὐκ ἔστιν ἀΐδιον. νʹ. Πᾶν τὸ χρόνῳ μετρούμενον ἢ κατὰ τὴν οὐσίαν ἢ κατὰ τὴν ἐνέργειαν γένεσίς ἐστιν ταύτῃ, ᾗ μετρεῖται κατὰ χρόνον ... (48,16-30) Ὅρα πῶς ὑποκλέπτει τὴν πρότασιν μεταλαμβάνων ἀντὶ τοῦ γινομένου τὴν γένεσιν, ἀντὶ ὑφεστῶτος πράγματος μὴ ὑφεστώς, ἵνα εἴπῃ καὶ τὸ ὑφεστὼς ἀνυπόστατον.

Καὶ ἐν αὐτῇ τῇ ἀποδείξει προφανῶς μάχεται τῇ ἀληθείᾳ ἀπὸ τοῦ χρόνου μεταβαίνων εἰς τὰ ἐν χρόνῳ, καὶ ἐπεὶ τὸ ἦν καὶ ἔσται ἄλλο ἐστὶ καὶ ἄλλο κατ’ ἀριθμόν, τὰ τοῦ χρόνου τμήματα, καὶ τὸ ἐν χρόνῳ γινόμενόν τε καὶ οὕτως ὂν ἄλλο καὶ ἄλλο λέγων εἶναι κατ’ ἀριθμόν, οὐκ οἶδα πῶς τοῦτο λέγων, εἰ μὴ καὶ αὐτὸς ἄλλος εἶναι καὶ ἄλλος κατ’ ἀριθμὸν βούλεται, ὃ τῇ κοινῇ ἐννοίᾳ μάχεται.

ναʹ. Πᾶν τὸ αὐθυπόστατον ἐξῄρηται τῶν ὑπὸ χρόνου μετρουμένων κατὰ τὴν οὐσίαν ... (50,1-6) Οὐ πᾶν, ἀλλ’ ἔστιν ὃ μήτε ἀγένητον μήτε ἀΐδιόν ἐστι καίτοι αὐθυπόστατον ὄν, ὡς ἡ αἰσθητὴ πᾶσα οὐσία, ἣ καὶ μία κατὰ ἀριθμὸν μένουσα ἐν τῷ γίνεσθαι εἴτουν ἀλλοιοῦσθαι τὰ τοῦ χρόνου ἀμείβει τμήματα. ὅτι δὲ σύνθετος ἡ αἰσθητὴ πᾶσα οὐσία καὶ ὅτι αὐθύπαρκτος εἴτουν αὐθυπόστατος κατὰ τὸν παρὰ πᾶσι τοῖς ἔξω σοφοῖς κρατοῦντα τῆς οὐσίας ὅρον, καθότι μὴ ἐν ἄλλῳ θεωρεῖται τὸ εἶναι ἔχουσα, ἀλλ’ αὐτὴ καθ’ ἑαυτὴν ὑφέστηκε καὶ τοῖς συμβεβηκόσιν ὑπόκειται εἰς τὸ ἐν αὐτῇ ἐκεῖνα ὑφίστασθαι, οὐδ’ αὐτὸς ἄν, οἶμαι, ἀντείποι, εἰ μὴ προφανῶς πᾶσι τοῖς σοφοῖς ἀντιφθέγγεσθαι σκοπὸν ἔθετο· ἀλλ’ οὐδεὶς ἂν αὐτῷ πρὸς ταύτην ἀκολουθήσοι τὴν πρόθεσιν.

νβʹ. Πᾶν τὸ αἰώνιον ὅλον ἅμα ἐστὶ ... (50,7-23) Βουλοίμην ἂν ἐρήσεσθαι τὸν σοφὸν τί ποτε ἄρα τῶν ὄντων ἐστὶν ὃ τὴν μὲν οὐσίαν ἔχει αἰώνιον, τὴν δὲ ἐνέργειαν οὔ. εἰ γὰρ μηδὲν μάτην ἐστὶν ἢ γίνεται ἀλλὰ πάντα διά τι καὶ μάλιστα τὰ αἰώνια, ἀνάγκη πάντως τὸ ἀεὶ ὂν ἀεὶ καὶ τὴν οἰκείαν ἐνέργειαν συμπαρατεινομένην ἔχειν· ἢ μὴ ταύτην ἔχον ἀεὶ μηδ’ αὐτὸ ἀεὶ εἶναι, εἴ γε μὴ μέλλοι τότε μάτην εἶναι, ὅτε τῆς κατὰ φύσιν ἐνεργείας ἐστέρηται.

Εἰ ὥσπερ ὁ χρόνος μέτρον τῶν κατὰ γένεσιν ὑφεστώτων, οὕτω καὶ ὁ αἰὼν τῶν αἰωνίων, ὡς καί σοι δοκεῖ κατὰ τὸ νδʹ σου θεώρημα. εἰ μὴ ὁ χρόνος αἴτιος τοῦ γίνεσθαι ἤτοι τοῦ μεριστοῖς εἶναι τοῖς γινομένοις (τὰ μὲν γὰρ οὐσίαι, ὁ δὲ συμβεβηκός· ὑπὸ γὰρ τὸ συνεχὲς κεῖται ποσὸν καὶ δεῖται τούτων ὡς ὑποκειμένων, ἵνα ἐν αὐτοῖς ὑποστῇ), δῆλον ὡς οὐδ’ ὁ αἰὼν αἴτιος τοῦ εἶναι ἤτοι τοῦ ὅλοις εἶναι τοῖς αἰωνίοις, εἰ μὴ ἄλλως αἰῶνα φῂς καὶ αὐτὸς καθ’ ἡμᾶς τὸν θεόν, ὃς καὶ αἰὼν αἰώνων λέγοιτ’ ἂν εἰκότως καὶ μέτρον καὶ ὅρος πάντων ὡς προαιώνιος καὶ πάντα μετρῶν καὶ ὁρίζων καὶ περιέχων.

νγʹ. Πάντων τῶν αἰωνίων προϋπάρχει ὁ αἰών, καὶ πάντων τῶν κατὰ χρόνον ὁ χρόνος προϋφέστηκεν ... (50,24-52,7) Πῶς ὁ χρόνος τῶν κατὰ χρόνον, ὡς φῄς, προϋφέστηκεν, ὁ μηδόλως καθ’ ἑαυτὸν ὑφεστὼς τῶν ὁπωσοῦν ὑφεστώτων καὶ ὧν δεῖται ὡς ὑποκειμένων, ἵνα ἐν αὐτοῖς ὑποστῇ; εἰ οὖν ὁ χρόνος οὐ προϋφέστηκε τῶν χρονικῶν, δῆλον ὡς οὐδ’ ὁ σύστοιχος τοῖς αἰωνίοις αἰὼν τῶν αἰωνίων, ἀλλ’ εἴπερ ἄρα συνυφεστήκατον ἑκάτερος ἑκατέροις οἷά τινα παρακολουθήματα, ὡς ἡ σκιὰ τῷ σώματι.

Εἰ μέτρον ὁ αἰών, πᾶν δὲ μέτρον τινός ἐστι μέτρον, τοῦ μετρουμένου, τὸ δὲ μετρούμενον πᾶν ᾗ μετρεῖται, ταύτῃ καὶ πεπεράτωται, πεπέρασται ἄρα καὶ τὸ αἰώνιον καὶ αὐτὸς ὁ τοῦτο μετρῶν αἰών. ἄλλο τι ἄρα ζητητέον τὸ καθ’ αὑτὸ ἄπειρον καὶ ἀμέτρητον καὶ πάντα παράγον, τά τε μετρούμενα καὶ τὰ τούτων μέτρα, καὶ συνυφιστῶν ἅμα ἑκάτερα, ὅπερ ἐστὶν ὁ θεός. οὗτος δ’ ἂν καὶ αἰὼν ἀμέθεκτος, ὡς προϋφεστὼς καθ’ αὑτόν, καὶ αἰὼν αἰώνων λέγοιτο, ὡς καὶ αἰώνων καὶ χρόνων ποιητής.

νδʹ. Πᾶς αἰὼν μέτρον ἐστὶ τῶν αἰωνίων, καὶ πᾶς χρόνος τῶν ἐν χρόνῳ· καὶ δύο ταῦτα μέτρα μόνα ἐστὶν ἐν τοῖς οὖσι τῆς ζωῆς καὶ τῆς κινήσεως ... (52,8-14) Εἰ ὁ ἀμέθεκτος αἰὼν εἷς, πῶς ἂν ἁρμόσοι τὸ πᾶς τῷ ἑνί; εἰ δ’ ὡς πολλῶν ὄντων τῶν αἰώνων περὶ τῶν πολλῶν τὸ πᾶς ἁρμόζει λέγεσθαι, κἀντεῦθεν κατασκευάσῃ τις ἂν τὸ μὴ προϋπάρχειν ἢ τὸν αἰῶνα τῶν αἰωνίων ἢ τὸν χρόνον τῶν χρονικῶν, εἴ γε μέτρον ἑκάτερος, ὅ τε χρόνος καὶ ὁ αἰών. τὸ δὲ μέτρον πρός τι· μετρητοῦ γὰρ καὶ ἀντιστρέφει (τὸ γὰρ μετρητὸν μέτρῳ μετρητόν) καὶ ἅμα τῇ φύσει ἐστίν, ἃ καὶ ἄμφω τοῦ πρός τι ἴδια, τό τε πρὸς ἀντιστρέφοντα λέγεσθαι καὶ τὸ ἅμα τῇ φύσει εἶναι.

Πρὸς δὲ τὴν ἐν τῷ πρὸ τούτου ἀπόδειξιν, καθ’ ἣν τὰ μὲν λέγει μετέχεσθαι, τὰ δὲ μετέχειν, φαμὲν μήτε τὸν αἰῶνα ὑπὸ τῶν αἰωνίων μήτε τὸν χρόνον ὑπὸ τῶν κατὰ χρόνον μετέχεσθαι, εἴ γε κρείττω μὲν τὰ μετεχόμενα τῶν μετεχόντων καὶ πρότερα, αἰὼν δὲ καὶ χρόνος οὐ κρείττω τῶν συστοίχων αὐτοῖς αἰωνίων καὶ χρονικῶν οὐδὲ πρότερα, εἰ μὴ καὶ χείρω καὶ ὕστερα φαίη τις ἄν, καθόσον ὡς συμβεβηκότα δέονται ἐκείνων ὡς οὐσιῶν, ἵνα ἐν αὐτοῖς ὑποστῶσιν.

νεʹ. Πᾶν τὸ κατὰ χρόνον ὑφεστὸς ἢ τὸν ἀεὶ χρόνον ἔστιν ἢ ποτὲ ἐν μέρει χρόνου τὴν ὑπόστασιν κεκτημένον ... (52,15-54,3) Οὐ πᾶν ἀλλὰ τὸ μέν, τὸ δέ. εἰ γὰρ πᾶν ἀεί, οὐδὲν ποτέ· εἰ δὲ πᾶν ποτέ, οὐδὲν ἀεί. οὕτως οὖν ὤφειλεν εἰπεῖν, ὅτι τὸ μὲν ἀεί, τὸ δὲ ποτέ.