ξδʹ. Πᾶσα ἀρχικὴ μονὰς διττὸν ὑφίστησιν ἀριθμόν, τὸν μὲν αὐτοτελῶν ὑποστάσεων, τὸν δὲ ἐλλάμψεων ἐν ἑτέροις τὴν ὑπόστασιν κεκτημένων ... (60,20-62,12) Ἡ μονάς, καθὸ μονάς, μία καὶ οὐ πολλαί. καὶ τί δεῖ λέγειν ὡς περὶ πολλῶν τὸ πᾶσα, ὃ πλήθους ἐστὶν ἐμφαντικόν; ἀλλ’ οὐδὲ τῇ ἀρχῇ προσαρμόζει τὸ πᾶσα· μία γὰρ ἡ ἀρχὴ καὶ ἀδιαίρετος καὶ ἀπλήθυντος. ἃ δὲ διῄρηνται ἀπ’ ἀλλήλων καὶ διακέκριται, τὸ τούτων ἄθροισμα, μήτε τοῦ τῆς ἀρχῆς ὀνόματος ἀξιούσθω, μήτε μονὰς ἀλλὰ πλῆθος λεγέσθω. ἀσφαλέστατον οὖν καὶ πάμπαν θεοπρεπέστατον τὴν μίαν λέγειν καὶ μόνην μονάδα πάντων ἀρχήν, τὴν τρισυπόστατον θεότητα, παρ’ ἡμῶν μὲν πιστευομένην, παρ’ ἑαυτῆς δὲ μόνης γινωσκομένην, ὅπως καὶ τὸ ἓν ἡ αὐτὴ καὶ τρία ἐστίν, ἥτις καὶ πάσας τῶν ὄντων τὰς ὑποστάσεις ὑφίστησι καὶ πάσας τὰς ἑαυτῆς ἐλλάμψεις πᾶσιν ἀφθόνως προτείνει, καθόσον ἕκαστα χωρεῖν αὐτὰς δύνανται, καὶ ταύτας οὐκ ἀτελεῖς οὐδὲ δεομένας ὑποστάσεων, ὡς ἡ ἄσοφος σοφία φησίν, ἵνα ἐν αὐταῖς ὑποστῶσι καὶ τελειωθῶσιν, ἀλλὰ τελείας. οὐδὲν γὰρ ἐκεῖθεν ἀτελὲς πρόεισιν ἀλλὰ τέλεια πάντα, καθὸ εἴρηται· πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, ἅπερ ἐστὶν ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὧν ὁ μὲν διανομεὺς τῶν δώρων ἐστί, τὸ δὲ τελειωτικὸν τῶν δεχομένων ταῦτα.