Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Ἔλεγχος τῆς θεολογικῆς στοιχειώσεως τοῦ Πρόκλου

Νικόλαος Μεθώνης

Έλεγχος των προτάσεων 87-103: Το πέρας, το άπειρο και το όντως ον

Αναίρεση της αυτοτέλειας του πέρατος και της απειρίας ως ανεξάρτητων αρχών, και κατάδειξη ότι τα πάντα υφίστανται αιτιωδώς εν τω Θεώ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 7 από 12

πζʹ. Πᾶν μὲν τὸ αἰώνιον ὄν ἐστιν, οὐ πᾶν δὲ τὸ ὂν αἰώνιον ... (80,15-24) Ὅτι μὲν τὸ αὐτοὸν καὶ ὄντως καὶ ὑπερόντως ὂν καὶ προὸν προαιώνιόν ἐστιν, ὡμολόγηται, καθότι καὶ αὐτὸ τοὺς αἰῶνας ἐποίησεν· ὅτι δὲ καὶ ὑπὸ τὸ πᾶν ὁ σοφὸς οὗτος αὐτὸ τίθησι τῷ παντὶ καὶ αὐτὸ συμπεριλαμβάνων, οὐ κατὰ λόγον ποιεῖ· αὐτὸ γάρ ἐστιν ὃ καὶ τὸ ὂν καὶ τὸ ἀγαθὸν λέγεται καὶ ὑπὲρ τὸ πᾶν ἔστιν.

Ἀλλ’ οὐδὲ τὸ αἰώνιον, ἤτοι τὸ κατὰ τοῦτον ἀεὶ ὄν, μετοχῇ τοῦ αἰῶνος καὶ ἐκ τοῦ αἰῶνος ἔχει τὸ ἀεὶ εἶναι· ἢ γὰρ ἂν οὕτως ὁ αἰὼν εἴη πρὸ τοῦ ὄντος, ἐπεὶ τὸ μετεχόμενον πᾶν καὶ κατὰ τοῦτον κρεῖττόν ἐστι καὶ πρότερον τοῦ μετέχοντος, ὡς περιτρέπεσθαι τούτῳ τὰ περὶ τῆς ἀποδείξεως εἰς τοὐναντίον ἅπαν οὗ βούλεται. εἰ δὲ καὶ ὅπερ ἡμῖν ὁ χρόνος τοῦτο τοῖς ἀϊδίοις αἰών, ἔστι δὲ ἡμῖν ὁ χρόνος συμβεβηκός (ποσὸν γάρ τι, καθὼς καὶ πᾶσιν ἢ γοῦν τοῖς ἀκριβεστέροις σοφοῖς δοκεῖ), καὶ ὁ αἰὼν ἄρα πρὸς τὰ αἰώνια λόγον ἐπέχει συμβεβηκότος, ἃ καὶ μάλιστα καὶ κυρίως οὐσίαι εἰσί. καὶ πῶς τὸ οἷον συμβεβηκὸς πρότερον ἢ γοῦν αἴτιον τῶν ὄντως ὄντων ἢ τοῦ ταῦτά πως εἶναι; ἀλλ’ οὔτε ὁ χρόνος ἡμῖν αἴτιος τοῦ ὁπωσοῦν εἶναι οὐθ’ ὁ αἰὼν τοῖς ἀϊδίοις τοῦ ἀεὶ εἶναι, ἀλλὰ πάντων πᾶσιν αἴτιος ὁ θεός, ἡ μία πάντων ἀρχὴ καὶ αἰτία, ἵνα ᾖ ὁ θεός, φησὶν ὁ θεσπέσιος Παῦλος, τὰ πάντα ἐν πᾶσιν. οὕτω διαλάμπει πάντοθεν τὰ ἡμέτερα.

πηʹ. Πᾶν τὸ ὄντως ὂν ἢ πρὸ αἰῶνός ἐστιν ἢ ἐν τῷ αἰῶνι ἢ μετέχον αἰῶνος ... (80,25-80,32) Ἐν τούτῳ τῷ κεφαλαίῳ προφανῶς ἁλίσκεται περιπίπτων εἰς ἐναντίωσιν, τὸν αἰῶνα καὶ τὸ ὄντως ὂν ποιῶν ἀλληλαίτια. εἰ γὰρ τὸ ὄντως ὂν πρὸ τοῦ αἰῶνος, καὶ ἐκ τοῦ ὄντος ὁ αἰὼν ἔχει τὸ εἶναι, δηλονότι καὶ αἴτιον τοῦ αἰῶνος τὸ ὄντως ὂν πᾶσιν. εἰ καὶ ἐν τῷ αἰῶνι τὸ ὄντως ὄν, καὶ μεθέξει τοῦ αἰῶνος ἔχει τὸ ἀεὶ εἶναι, δηλονότι καὶ ὁ αἰὼν αἴτιος τοῦ ὄντως ὄντος, ὡς εἶναι τὸ αὐτὸ τοῦ αὐτοῦ καὶ αἴτιον καὶ αἰτιατὸν καὶ πρότερόν γε καὶ ὕστερον, ἅπερ ἐστὶν ἀλλήλοις ἐναντία. ἀλλ’ ἡμῖν οὐχ οὕτω δοκεῖ, ἀλλὰ τὸ μὲν θεῖον αὐτὸ καὶ πρὸ αἰῶνος καὶ πρὸ ὄντος ἐστὶ παντός, πᾶν δὲ τὸ παρ’ ἐκείνου δημιουργικῶς ὑποστὰν καὶ τὸ ὄντως εἶναι λαχὸν οὕτως ἐν τῷ αἰῶνι καὶ μετέχον τοῦ αἰῶνός ἐστιν ὡς τὸ γινόμενον ἐν χρόνῳ καὶ ὑπὸ χρόνον, δηλονότι οὐχ ὡς ἐν ὑποκειμένῳ οὐδ’ ὡς ἀπ’ ἐκείνου τὴν ὑπόστασιν ἐσχηκός· οὐδὲ γὰρ ὁ χρόνος τοῦ γινομένου δημιουργὸς οὐδ’ οὐσία τις ὑποκειμένη τῷ γινομένῳ· οὔτ’ ἄρα ὁ αἰὼν αἴτιος τοῦ ἀεὶ εἶναι τῷ ὄντως ὄντι οὔτε τὸ ὄντως ὂν αἴτιον τῷ αἰῶνι τοῦ εἶναι.

πθʹ. Πᾶν τὸ ὄντως ὂν ἐκ πέρατός ἐστι καὶ ἀπείρου ... (82,1-6) Εἴπομεν ὅτι οὐδὲν τῶν ὄντων ἀπειροδύναμον πλὴν τοῦ θεοῦ, ὃς καὶ τὴν οὐσίαν ἐστὶν ἄπειρος· πάντα γὰρ πεπέρασται τῷ θεῷ καὶ κατ’ οὐσίαν καὶ κατὰ δύναμιν καὶ κατ’ ἐνέργειαν. ἀλλὰ καὶ ὁ θεὸς ἄπειρος οὐ πρὸς ἑαυτὸν ἀλλὰ πρὸς τὰ ἄλλα· ἑαυτὸν γὰρ οἶδε, καὶ τοῦ πατρὸς ὅρος ὁ υἱός, καὶ τοῦ υἱοῦ τὸ πνεῦμα, καὶ ἁπλῶς ἑαυτὸν εἰδὼς καὶ ὁρίζων ὁ θεὸς ἤτοι τῇ γνώσει περιλαμβάνων πάντα οἶδεν.

ϟʹ. Πάντων τῶν ἐκ πέρατος καὶ ἀπειρίας ὑποστάντων προϋπάρχει καθ’ αὑτὰ τὸ πρῶτον πέρας καὶ ἡ πρώτη ἀπειρία .. (82,7-16) Πέρας πρῶτον καὶ ἀπειρία πρώτη τὸ θεῖον, τὸ μὲν ὡς τὸ ἓν καὶ πάντα ἑνίζον καὶ συνέχον καὶ περατοῦν, τὸ δὲ ὡς ὑπὲρ πάντα καὶ μήτε τινὶ τῶν ὄντων μήτε ἅμα πᾶσι περιοριζόμενον ἢ περιγραφόμενον· ἕτερον δὲ παρὰ τὸ θεῖον πέρας ἢ ἄπειρον αὐτὸ καθ’ αὑτὸ ὑφεστὼς οὐδὲν ἔστιν, εἰ μὴ σχέσεις ταῦτα ψιλαὶ καὶ διανοίας ἀνύπαρκτα ἀναπλάσματα ἐν τοῖς οὖσι παρυφιστάμενα καὶ πλέον εἰς τὸ μὴ ὂν ἢ τὸ ὂν ἀποκλίνοντα. τινὸς γὰρ τὸ πέρας καὶ οὔτε ὅλον ἐκεῖνο οὔτε μέρος ἐκείνου, ἀλλὰ τῷ ὅλῳ ἐκείνου λειπόμενον, ὡς τὸ σημεῖον τῆς γραμμῆς καὶ ἡ γραμμὴ τῆς ἐπιφανείας καὶ ἡ ἐπιφάνεια τοῦ σώματος. καὶ πῶς τὸ μὴ ὂν ὑφίστησι τὸ ὄν; ἡ δὲ ἀπειρία καὶ στέρησίς ἐστι πέρατος, οὐδεμία δὲ στέρησις, ᾗ στέρησις, ὑποστάτις ἐστί τινος.

ϟαʹ. Πᾶσα δύναμις ἢ πεπερασμένη ἐστὶν ἢ ἄπειρος· ἀλλ’ ἡ μὲν πεπερασμένη πᾶσα ἐκ τῆς ἀπείρου δυνάμεως ὑφέστηκεν, ἡ δὲ ἄπειρος δύναμις ἐκ τῆς πρώτης ἀπειρίας ... (82,17-22) Πᾶσα δύναμις πεπερασμένη ἐστίν, ἐπεὶ καὶ πᾶσα οὐσία καὶ πᾶσα ἐνέργεια ἐκ τῆς πρώτης ἀπείρου καὶ μόνης οὐσίας καὶ δυνάμεως καὶ ἐνεργείας τὴν ὑπόστασιν ἔχουσιν, ἥτις καὶ ὑπὲρ πάσας ἐστίν. οὐδὲν γὰρ οὔτε ἴσον τῷ ὑπὲρ πάντα οὔτε πλεῖον ἢ μεῖζον τοῦ ἀπείρου· οὗ γάρ τι πλεῖον ἢ μεῖζον, ἐκεῖνο οὐκ ἄπειρον. μόνον οὖν ἄπειρον τὸ θεῖον, ὡς καὶ τοῖς ὄντως θεολόγοις δοκεῖ· τὰ δ’ ἄλλα, περὶ ὧν καὶ τὸ πάντα λέγειν ἁρμόζει, εἰ καὶ πρὸς τὰ μετ’ αὐτὰ λέγονται ἄπειρα, ἀλλὰ καὶ καθ’ αὑτὰ καὶ πολλῷ μᾶλλον πρὸς τὰ ὑπερκείμενα πεπερασμένα εἰσίν.

ϟβʹ. Πᾶν τὸ πλῆθος τῶν ἀπείρων δυνάμεων μιᾶς ἐξῆπται τῆς πρώτης ἀπειρίας, ἥτις οὐχ ὡς μετεχομένη δύναμίς ἐστιν, οὐδὲ ἐν τοῖς δυναμένοις ὑφέστηκεν, ἀλλὰ καθ’ αὑτήν, οὐ τινὸς οὖσα δύναμις τοῦ μετέχοντος, ἀλλὰ πάντων αἰτία τῶν ὄντων ... (82,23-35) Εἴπερ ἡ πρώτη καὶ μία δύναμις παντοδύναμός ἐστιν οὕτως ὡς πάντα παράγειν καὶ δυναμοῦν ἀφ’ ἑαυτῆς δυναμένη, τίς ἡ ἀνάγκη πλῆθος ἐπεισάγειν ἄλλων δυνάμεων ἢ τούτων ἀπείρων; ἢ γὰρ ἐκείνη οὐ παντοδύναμος, εἰ μὴ πάντα δύναται παρ’ ἑαυτῆς δυναμοῦν, ἢ εἰ παντοδύναμος ἡ μία, περιττὸν τὸ πλῆθος· ἀλλὰ μὴν παντοδύναμος ἐκείνη, περιττὸν ἄρα τὸ πλῆθος τῶν ἄλλων δυνάμεων. εἰ δὲ μηδὲν ἐκεῖ περιττόν, οὐδεμία ἄρα παρὰ τὴν μίαν ἐκείνην ἄλλη δύναμις δυναμοῖ τὰ ὄντα, ἀλλ’ ἐκείνη διὰ πάντων διήκουσα αὐτά τε τὰ ὄντα παράγει καὶ τὰς ἐν αὐτοῖς δυνάμεις ἀφ’ ἑαυτῆς συνυφίστησι μόνη ἄπειρος οὖσα πεπερασμένας, ἀναλόγως δηλαδὴ ταῖς οὐσίαις ἀμερίστως μεριζομένη καὶ οὕτως αὐτὰς μὲν περαίνουσα, αὐτὴ δὲ ἄπειρος μένουσα.

Οὗτος δὲ μέχρι τοῦδε δεύτερον ἐτίθει μετὰ τὸ ἓν τὸ ὂν καὶ τὸ ἓν ἔλεγε τὴν μίαν εἶναι καὶ πρώτην πάντων ἀρχήν, νῦν δὲ μεταξὺ τοῦ πρώτου τουτέστιν ἑνὸς καὶ τοῦ ὄντος τὴν ἀπειρίαν τιθεὶς δῆλός ἐστι τρίτον ἀπὸ τοῦ ἑνὸς τὸ ὂν τιθέναι βουλόμενος καὶ μηδὲ τὸ ὂν ἔτι πάντων ἀρχὴν εἶναι καὶ αἰτίαν συγχωρῶν, ἀλλὰ πάντων γε τῶν ἀπειροδυνάμων καὶ πάσης ἀπειρίας τῆς ἐν τοῖς οὖσι τὴν ἀπειρίαν εἶναι ἀποφαινόμενος καὶ οὕτως ἑαυτῷ τε καὶ τῇ ἀληθείᾳ ἐναντιούμενος· αὐτός τε γὰρ εἶπε τὸ ἓν εἶναι τὴν μίαν πάντων ἀρχὴν καὶ αἰτίαν καὶ ὁ ἀληθὴς ἀπέδειξε λόγος τὸ ἓν καὶ τὸ ὂν ταὐτὸν εἶναι καὶ τοῦτον μόνον εἶναι ἀπειροδύναμον καὶ πάντων ἀρχὴν καὶ αἰτίαν.

ϟγʹ. Πᾶν τὸ ἄπειρον ἐν τοῖς οὖσιν οὔτε τοῖς ὑπερκειμένοις ἄπειρόν ἐστιν οὔτε ἑαυτῷ ... (84,1-16) Ὃ φθάσαντες ἤδη εἴπομεν ὅτι τὸ ἄπειρον καὶ τὸ πέρας οὐκ οὐσίαι τινές εἰσιν ὑφεστῶσαι ἀλλὰ σχέσεις τινὲς τοῖς οὖσιν ἐνθεωρούμεναι, τοῦτο καὶ διὰ τοῦ ϟγʹ κεφαλαίου διάδηλον γίνεται. οὐ γὰρ αὐτό τι καθ’ αὑτό, φησίν, ἄπειρόν ἐστιν, ἀλλὰ θεωρεῖται μὲν ἐν τοῖς οὖσιν ὡς ἐν ὑποκειμένοις· ἔστι δὲ ἄπειρον ἕκαστον οὐ πρὸς ἑαυτὸ ἀλλὰ πρὸς τὰ ὑφειμένα, πρὸς ἑαυτὸ δὲ καὶ τὰ ὑπερκείμενα πεπέρασται. καλῶς ἄρα ἡμῖν εἴρηται καὶ ὅτι πάντα τὰ ὄντα πεπερασμένα εἰσὶ πλὴν τοῦ ὑπερόντος, ὅ ἐστιν ὁ θεός, ὃ καὶ πάντων ὑπερκείμενον πρὸς πάντα ἐστὶν ἄπειρον καὶ ἀόριστον, ἑαυτῷ δὲ ὥρισται καὶ πεπέρασται, καθὸ καὶ τοῦ πατρὸς ὅρος ὁ υἱὸς καὶ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον καὶ λέγεται καὶ πιστεύεται. μόνον οὖν τὸ θεῖον τοῖς πᾶσιν ἄπειρον κυρίως καὶ ἀπερίληπτον, ὃ καὶ τῶν πάντων ὑπερεξῄρηται, τὰ δὲ μὴ πᾶσιν ἀλλὰ τοῖς μὲν ἄπειρα, τοῖς ὑποδεεστέροις, τοῖς δ’ οὔ, τοῖς ὑπερκειμένοις, μὴ οὐ κυρίως λέγοιντ’ ἂν ἄπειρα. πῶς γὰρ ἃ τῶν ὑπερκειμένων καὶ τοῦ πρώτου γε πάντως ἠλλάττωται; μόνον ἄρα τὸ θεῖον ῥητέον κυρίως ἄπειρον, ἐπειδὴ καὶ μόνον πᾶσίν ἐστιν ἀπερίληπτον καὶ ἀκατάληπτον. δῆλον δὲ καὶ ὅτι οὐκ οὐσία τις, ἀλλ’ οὐδὲ συμβεβηκός, ἀλλ’ ἢ σχέσις μόνον ἡ ἀπειρία· ὅθεν καὶ ἁπλοῦν εἴρηται τὸ θεῖον.

ϟδʹ. Πᾶσα μὲν ἀϊδιότης ἀπειρία τίς ἐστιν· οὐ πᾶσα δὲ ἀπειρία ἀϊδιότης ... (84,17-27) Οὔτε ἡ ἀπειρία ἐστί τι καθ’ αὑτὸ ὑφεστώς, ὡς ἤδη δέδεικται, οὔτε ἡ ἀϊδιότης, ἀλλ’ ὁ πρὸ πάντων θεὸς μόνος ἐστὶ πρὸς πάντα ἄπειρος καὶ καθ’ αὑτὸν καὶ κατὰ πάντα ἀΐδιος. εἴ τι δὲ τῶν ὄντων ἐστὶν ἀΐδιον, οὐ καθ’ αὑτὸ οὐδὲ δι’ ἑαυτὸ ἀλλὰ διὰ τὴν τοῦ θεοῦ ἀγαθότητα τοιοῦτόν ἐστι· πᾶν γὰρ τὸ κτισθέν τε καὶ ποιηθὲν ἀρχὴν ἔχει τοῦ εἶναι καὶ μένει διὰ τὴν τοῦ ποιήσαντος ἀγαθότητα. οὔτε δὲ κατὰ ποσὸν ἀπειρία ἐστί (ποσὸν γὰρ λέγει τὸν ἀριθμόν, ἀριθμὸς δὲ πᾶς πεπερασμένος ἐστί· τὸ γὰρ μὴ πεπερασμένον οὐδὲ ἠρίθμηται, καὶ ὃ ἠρίθμηται καὶ πεπέρασται) οὔτε κατὰ τὸ πηλίκον ἤτοι τὸ μέγεθος· ἐμπεριέχονται γὰρ πάντα τὰ μεγέθη τῷ οὐρανῷ· πεπερασμένον δ’ εἶναι τὸν οὐρανὸν ὁ Ἀριστοτέλης ἀπέδειξε. τὸ γὰρ ἐπ’ ἄπειρον δύνασθαι τὸν ἀριθμὸν αὔξειν καὶ τὸ μέγεθος διαιρεῖν, σοφιστικὴ κομψεία μᾶλλόν ἐστιν ἢ ἀλήθεια, καὶ ὑπόθεσις ἀνέκβατος καὶ ἀπέραντος καὶ ἀδύνατος. ἡ δὲ κατὰ τὴν ὕλην ἀπειρία τί ἂν καὶ εἴη, τῆς ὕλης τὸ μηδὲν οὔσης ἀλλὰ ψιλῷ νῷ κατὰ στέρησιν καὶ ἀπόπτωσιν πάντων εἰδῶν θεωρουμένης;

ὁπότε δὲ καὶ πᾶσα ἀπειρία ὡς σχέσις μόνον ἀνυπόστατος οὖσα τοῦ καταλόγου τῶν ὄντων ἐκβέβληται, σχολῇ γ’ ἂν καὶ πλειόνων ὑποστατικὴ ἡ καθ’ αὑτὴν ἀνυπόστατος καὶ ὁλικωτέρα καὶ αἰτιωτέρα καὶ προαιώνιος λέγοιτο, εἰ μή τις τὴν ἀκαταληψίαν τῆς πρὸς πάντα θείας ὑπεροχῆς πρώτην ἀπειρίαν καὶ αὐτοαπειρίαν καλεῖν βούλοιτο.

ϟεʹ. Πᾶσα δύναμις ἑνικωτέρα οὖσα τῆς πληθυνομένης ἀπειροτέρα ... (84,28-35) Οὐκ ἔδει λέγειν ἀπειροτέρα (τοῦ γὰρ ἀπείρου ἀπειρότερον οὐδέν) ἀλλ’ ἢ μείζων εἴτουν δυνατωτέρα. οὗτος δὲ ὁ σοφὸς ἵνα τὸ μὴ καθ’ αὑτὸ ὂν ὡς ὂν ὑποστήσῃ, τὴν ἀπειρίαν καὶ τὸ τῆς ἑαυτοῦ διανοίας ἀνάπλασμα θεοποιήσῃ, πολλά τε καὶ ἄπειρα καὶ ἄλλων ἄλλα ἀπειρότερα ὑποτίθησι, καὶ τῆς ἐν τούτοις ἀπειρίας αἰτίαν τὴν πρώτην προτίθησιν ἀπειρίαν εἰς ἄπειρα περιπίπτων προδήλως ἄτοπα. καὶ ὁ μὲν δυνάμεις δοκεῖ λέγειν τὰς τοῖς κατ’ αὐτὸν οὖσιν ἐνθεωρουμένας, ὡς τῷ ποσῷ τὴν τοῦ δύνασθαι προκόπτειν ἐπ’ ἄπειρον καὶ τῷ πηλίκῳ τὴν τοῦ δύνασθαι διαιρεῖσθαι ἐπ’ ἄπειρον (ὑπάρχειν γὰρ ἄπειρα ταῦτα διὰ τὸ ἀδιεξίτητον) τῇ δ’ ὕλῃ τὴν τῆς οὐσίας ἀοριστίαν, δι’ ἣν καὶ ταύτην ἄπειρον ὑπάρχειν ἐν τῷ πρὸ τούτου κεφαλαίῳ ἐπεσημήνατο, τάχα δὲ καὶ τὰς τοιαύτας ἀπειρίας εἰς μίαν ἀνάγων, ἃς τὸ μηδὲν οὔσας ὁ τῆς ἀληθείας λόγος ἀπέδειξε, καὶ ἀδυναμίας μᾶλλον ἢ δυνάμεις καλεῖσθαι δικαιουμένας διὰ τὸ μηδέποτε προβαίνειν δύνασθαι εἰς ἐνέργειαν τὴν πρὸ τούτων μίαν πρώτην ἀπειρίαν καὶ τοῦ ἑνὸς ἐγγυτάτω βαίνουσαν. τὴν αὐτὴν δ’ οἶμαι καὶ πρώτην δύναμιν καὶ πρώτην ὕλην κατονομάζει ἐκ μὴ ὄντων τὸ μὴ ὂν ἀναπλάττων, ἐξ ἀνυποστάτων τὸ ἀνυπόστατον.

ἡμεῖς δὲ παρὰ τῆς θείας γραφῆς δυνάμεις λέγειν ἐμάθομεν τὰς ἀγγελικὰς καὶ νοερὰς διακοσμήσεις καὶ τάξεις κατὰ τὸ εὐλογεῖτε τὸν Κύριον πᾶσαι αἱ δυνάμεις αὐτοῦ, ὧν καὶ ἄλλην ἄλλης ἑνικωτέραν τε καὶ δυνατωτέραν, τὴν μᾶλλον ἐγγίζουσαν τῷ ἑνὶ καὶ μόνῳ θεῷ, οὐδεμίαν ἄπειρον οὐδ’ ἀπειροτέραν ἑτέροις ἀλλὰ πάσας πεπερασμένας καὶ ὡρισμένας κατὰ τὸ τεθειμένον ἑκάσταις ὅριον παρὰ τῆς πάντα περαινούσης καὶ ὁριζούσης ἀπείρου μόνης ἀρχῆς.

ϟϛʹ. Παντὸς πεπερασμένου σώματος ἡ δύναμις, ἄπειρος οὖσα, ἀσώματός ἐστιν ... (86,1-7) Πρόσκειται τὸ πεπερασμένον, ὡς τάχα καὶ ἀπείρου τινὸς σώματος ὄντος· καὶ μὴν δέδεικται τῷ Ἀριστοτέλει μηδὲν σῶμα ἄπειρον εἶναι. ἢ οὖν περιττῶς παρείλκυσται ἢ οὕτω λέγεσθαι νοητέον ὅτι παντὸς σώματος πεπερασμένου ὄντος ἐὰν ἡ δύναμις ἄπειρος ᾖ, καὶ ἀσώματός ἐστι. μᾶλλον δὲ ἔοικε πᾶν μὲν σῶμα πεπερασμένον λέγειν κατὰ τὴν οὐσίαν, ἄπειρον δὲ κατὰ τὴν δύναμιν ἢ ὡς δυνάμενον μένειν αἰώνιον ἢ ὡς δυνάμενον ἐπ’ ἄπειρον διαιρεῖσθαι· ἀλλὰ τὸ μένειν αἰώνιον οὐ τοῦ σώματός ἐστι δύναμις, τοῦ πεπερασμένου κατὰ τὴν οὐσίαν καὶ οὕτω μὴ καθ’ αὑτὸ αἰωνίου (εἴη γὰρ οὕτω κρείττων ἡ δύναμις τῆς οὐσίας, ἧς ἐστι δύναμις καὶ ἀφ’ ἧς προῆκται) ἀλλὰ τοῦ πεποιηκότος αὐτὸ καὶ διατηροῦντος αἰώνιον, οἷον ἂν οὕτως φαίη τὸν οὐρανὸν καὶ τὰ οὐράνια σώματα· τὸ δὲ ἐπ’ ἄπειρον διαιρεῖσθαι οὐ δύναμις ἀλλὰ μᾶλλον ἀδυναμία καὶ πάθος, καὶ τοῦτο σωματικόν.

Σοφιστικῶς ἀπὸ τοῦ σωματικοῦ τὸ σῶμα μετέλαβε, ὡς τάχα ταὐτὸν ὂν σῶμά τε εἰπεῖν καὶ σωματικόν· οὐκ ἔστι δέ· οὐσία μὲν γὰρ τὸ σῶμα καὶ ὑποκείμενον, συμβεβηκὸς δὲ τὸ σωματικόν. ϟζʹ. Πᾶν τὸ καθ’ ἑκάστην σειρὰν ἀρχικὸν αἴτιον τῇ σειρᾷ πάσῃ τῆς ἑαυτοῦ μεταδίδωσιν ἰδιότητος· καὶ ὅ ἐστιν ἐκεῖνο πρώτως, τοῦτό ἐστιν αὕτη καθ’ ὕφεσιν ... (86,8-26) Πολλὰς εἰσάγει σειράς, ἵνα καὶ πολλὰς εἴπῃ τὰς ἑκάστης ἀρχικῶς καθηγουμένας ἑνάδας καὶ οὕτω τὴν πολυαρχίαν εἴτουν πολυθεΐαν συστήσῃ. ἡμεῖς δὲ μοναρχίαν καὶ θεὸν ἕνα τρισυπόστατον σέβοντες ἐκ τούτου τὰ πάντα καὶ διὰ τούτου καὶ ἐν τούτῳ παράγεσθαί τε καὶ μένειν καὶ ἐπιστρέφειν ὑπὸ μίαν τεταγμένα σειρὰν καταγγέλομεν, τὴν ἀπ’ ἐκείνου καὶ ἐν ἐκείνῳ καὶ πρὸς ἐκεῖνον. οὗτος δὲ κἀντεῦθεν ἁλίσκεται μαχόμενος ἑαυτῷ πολλὰς εἰσάγων σειρὰς καὶ πολλὰς τούτων προϊστὰς ἀρχὰς ὑπεναντίως τοῖς ἐν τῷ ιαʹ κεφαλαίῳ προειρημένοις αὐτῷ. εἰ γὰρ πολλαὶ ἀρχαὶ ἤτοι τὰ ἀρχικὰ αἴτια, ἑκάστη σειρᾶς ἰδίας προηγουμένη, πῶς πάντα τὰ ὄντα πρόεισιν ἀπὸ μιᾶς αἰτίας τῆς πρώτης; καὶ εἰ μία τῶν ὄντων πάντων αἰτία ἡ πρώτη, ἀφ’ ἧς πάντα πρόεισι, διατὶ μὴ καὶ ἓν τὸ πάντων ἀρχικὸν αἴτιον καὶ μία σειρά, ἧς ἡγεῖται τὸ ἓν καὶ καθ’ ἣν ἀλληλουχούμενα πάντα πρόεισιν ἀπὸ τοῦ ἑνὸς καὶ αὖ ἐπιστρεπτικῶς ἀνάγεται πρὸς τὸ ἕν;

ἔτι πρὸς τὰ νῦν τούτου λεγόμενα περὶ τῶν ἀρχικῶν αἰτίων ἀπορητέον, εἰ πολλὰ τὰ ἀρχικὰ αἴτια, πότερον ἴσα πάντα καὶ κατ’ οὐσίαν καὶ κατὰ δύναμιν καὶ πάντῃ αὐτὰ ἢ τὰ μὲν μείζω, τὰ δὲ ἐλάττω· τοῦτο δὴ τὸ τοῦ σοφοῦ μάρτυρος Εὐστρατίου περὶ τῶν πολλῶν θεῶν προβληθὲν ζήτημα. ἀλλ’ εἰ μὲν ἄνισα, ἀναγέσθω τὰ ἐλάττονα πρὸς τὰ μείζονα καὶ οὕτω διὰ τῆς ἀλληλουχίας ὡς διὰ μιᾶς πάντα πρὸς τὸ ἕν, ἀφ’ οὗ καὶ πρόεισιν· εἰ δὲ ἀδιάφορα καὶ ταὐτὰ πάντα κατά τε οὐσίαν καὶ δύναμιν, τί δεῖ πολλὰ ταῦτα καὶ οὐ μᾶλλον ἓν λέγεσθαι, καθάπερ ἡμεῖς τὴν ὑπερούσιον καὶ πρὸς ἑαυτὴν ὁμοούσιον τριάδα φαμὲν ἓν τῇ φύσει τουτέστιν οὐσίᾳ τὰ τρία ταῖς ὑποστάσεσι λέγοντες.

ϟηʹ. Πᾶν αἴτιον χωριστὸν πανταχοῦ ἐστιν ἅμα καὶ οὐδαμοῦ ... (86,27-88,19) Δέδεικται διὰ πλειόνων ὅτι τὸ πρῶτον καὶ πάντων αἴτιον ἓν καὶ μόνον, διὸ καὶ ὑπὲρ τὸ πᾶν. τοῦτο δὲ καὶ ἐν πᾶσίν ἐστι μεθεκτῶς καὶ τὰ πάντα πληροῖ τῇ ἑαυτοῦ παρουσίᾳ, ὡς ἀχώριστον πάντων. οὕτω δὲ καὶ πανταχοῦ καὶ πάντων ὑπερῆρται καὶ ὅλον ἐστὶ καθ’ ἑαυτό, ὡς εἰ ἀμέθεκτον ἦν· πάρεστι μὲν γὰρ ἀλλ’ ἀχράντως καὶ ἀμιγῶς πάντα συνέχον καὶ περιέχον, ὑπ’ οὐδενὸς δὲ ἀλλ’ οὐδ’ ὑπὸ πάντων συνεχόμενον ἢ περιγραφόμενον, οὕτω δὲ καὶ οὐδαμοῦ, ὡς μηδενὶ τόπῳ περιγραφόμενον. καὶ οὔτε διὰ τὸ μηδαμοῦ εἶναι κωλύεται καὶ πανταχοῦ εἶναι οὔτε διὰ τὸ πᾶσι παρεῖναι καὶ πάντα πληροῦν ἑαυτοῦ ἐξίσταται τῆς οἰκείας ὑπεριδρύσεως ἤ τι τῆς ὁλότητος ὑφαιρεῖται, ἀλλὰ καὶ ὅλον ἑκάστῳ τῶν μετεχόντων παρὸν εὑρίσκεται καὶ ὅλων πάντων ὑπερεξῄρηται, ἀλλ’ οὐδὲ ποτὲ μὲν πάρεστι, ποτὲ δὲ χωρίζεται καὶ εἰς ἑαυτὸ συνάγεται, ἀλλ’ ἀεὶ πᾶσι παρὸν ἀχωρίστως ἀεὶ καὶ ἐξῄρηται χωριστῶς· ὥστε οὐ μόνον τὸ πᾶν κατὰ τὸ παρέλκον ἐν τῷ προβλήματι τοῦ αἰτίου προτέτακται, ἀλλὰ καὶ τὸ χωριστὸν εἰκαίως προσέρριπται.

ϟθʹ. Πᾶν ἀμέθεκτον, ᾗ ἀμέθεκτόν ἐστι, ταύτῃ ἀπ’ ἄλλης αἰτίας οὐχ ὑφίσταται, ἀλλ’ αὐτὸ ἀρχή ἐστι καὶ αἰτία τῶν μετεχομένων πάντων· καὶ οὕτως ἀρχὴ πᾶσα καθ’ ἑκάστην σειρὰν ἀγένητος ... (88,20-33) Ὅρα ὅτι τὸ ὑφίστασθαι καὶ τὸ εἶναι ἁπλῶς ὁ σοφὸς οὗτος ταὐτὸν εἶναι τίθεται, οὐκ ἔστι δέ· οὐδὲ γὰρ ἡ ὑπόστασις τῇ οὐσίᾳ ταὐτόν· ἀλλὰ καὶ τὸ εἶναι ἀπ’ αἰτίας ἀντὶ τοῦ γίνεσθαι λαμβάνει, ὡς τῆς αἰτίας πάντως οὔσης ποιητικῆς τῶν ὧν ἐστιν αἰτία· ὅθεν καὶ πᾶσαν τὴν κατ’ αὐτὸν καθ’ ἑκάστην σειρὰν ἀρχὴν ἀγένητόν φησιν, ὡς δὴ τῶν ἀπ’ αὐτῆς ὑφισταμένων πάντων γινομένων. ἀλλὰ σὺ μὴ συναρπασθῇς, ὁ τῆς τριάδος προσκυνητής, τοῖς τοιούτοις λόγοις, ἵνα μὴ πρὸς τὴν ἀρειανὴν ὀλισθήσῃς αἵρεσιν· ὁ γὰρ υἱὸς καὶ τὸ πνεῦμα ἀπ’ αἰτίας τοῦ πατρὸς ὑποστατικῆς, οὐ ποιητικῆς, πρόεισι μέν, οὐ γίνεται δέ.

Θεωρητέον δὲ καὶ οὕτως· εἰ τὸ ἀρχικὸν αἴτιον καὶ πανταχοῦ πάρεστι καὶ οὐδαμοῦ, ὡς προείρηται, διατὶ μὴ τὸ αὐτὸ καὶ μεθεκτὸν εἶναι δώσομεν, ὡς ἐν πᾶσιν ὂν τοῖς μετέχουσι, καὶ ἀμέθεκτον, ὡς ἐξῃρημένον πάντων, τηρήσομεν; τίς δὲ καὶ ἡ χρεία τῶν πλειόνων σειρῶν καὶ τῶν καθ’ ἑκάστην ἀρχικῶν αἰτίων, εἴπερ ἡ μία καὶ πρώτη πάντων αἰτία παντοδύναμος οὖσα πάντα παράγειν ἀφ’ ἑαυτῆς δύναται καὶ ὑπὸ μίαν ὑπάγειν σειράν, ἵνα καὶ μόνη πάντων ἀρχὴ καὶ πάντων δεσπότις ὁμολογῆται κατὰ τὸ εἰρημένον ὅτι τὰ σύμπαντα δοῦλα σά (καὶ κυριώτερον οὕτως εἴη τὸ ἓν τὸ κατὰ πάντων κράτος ἀναδησάμενον), ἀλλὰ μὴ συμμερίζηται τῷ πλήθει τὴν ἐξουσίαν. μᾶλλον οὖν οὕτω προβλητέον, ὅτι τὸ πάντων αἴτιον, ὃ καὶ μεθεκτόν ἐστι, ὡς πανταχοῦ παρὸν καὶ τὰ πάντα πληροῦν ἑαυτοῦ, καὶ ἀμέθεκτον, ὡς πάντων ὑπερεξῃρημένον καὶ μηδενὶ τῶν ὄντων περιγραφόμενον, μήτε μὴν ὅλως τῆς οἰκείας ὑπεριδρύσεως ἐξιστάμενον, οὐθ’ ᾗ μεθεκτόν ἐστιν οὐθ’ ᾗ ἀμέθεκτον ἀπ’ ἄλλης ποιητικῆς αἰτίας ὑφίσταται. αὐτὸ γὰρ ἡγεῖται τῆς μιᾶς καὶ ὅλης πάντων τῶν ὄντων σειρᾶς καὶ ἐξ αὐτοῦ πάντα τὸ εἶναι, ὅπερ ἐστὶν ἕκαστον, ἔχει, αὐτὸ δὲ ἐξ οὐδενός· εἰ γὰρ ἔκ τινος, ἐκεῖνο ἂν εἴη πάντων αἴτιον, τὸ ἐξ οὗ τὰ πάντα.

ἀλλ’ οὕτω μὲν ἐκ τῆς ἀνάρχου πάντα καὶ πάντων ἀρχικῆς καὶ ποιητικῆς αἰτίας, τῆς ὑπερουσίου τριάδος, αὐτὴ δὲ ἐξ οὐδενός, πλὴν ὅτι καὶ ταύτης τὸ μὲν ἐξ οὗ, τὸν πατέρα δηλονότι λέγομεν, τὰ δὲ ἐξ αὐτοῦ, τὸν υἱὸν δηλαδὴ καὶ τὸ πνεῦμα, οὐχ ὡς τὸ εἶναι ἁπλῶς ἐκ τοῦ πατρὸς ἔχοντα (ἦν γὰρ ἀεὶ καὶ ταῦτα καὶ συνῆν τῷ πατρί), ἀλλ’ ὡς τὸ πῶς εἶναι, τουτέστι τὸν μὲν γεννητῶς ὡς υἱόν, τὸ δὲ ἐκπορευτῶς ὡς πνεῦμα, οὐ γινόμενα ἀλλ’ ὁμοουσίως ὑφιστάμενα· ὅθεν καὶ τὰς ὑποστάσεις διαιροῦμεν, οὐ τὴν οὐσίαν.

ρʹ. Πᾶσα μὲν σειρὰ τῶν ὅλων εἰς ἀμέθεκτον ἀρχὴν καὶ αἰτίαν ἀνατείνεται, πάντα δὲ τὰ ἀμέθεκτα τῆς μιᾶς ἐξέχεται τῶν πάντων ἀρχῆς ... (90,1-16) Ὅτι μὲν οὐκ ἀμέθεκτος μόνον ἀλλὰ καὶ μεθεκτή ἐστιν ἡ ἀρχὴ καὶ ὅτι μία καὶ οὐ πολλαὶ διὰ τῶν εἰρημένων ἡμῖν δεδήλωται. ἔτι δ’ ἂν καὶ οὕτω καταμάθοιμεν τὸ ἀσύστατον τῆς τῶν πολλῶν ἀρχῶν ὑποθέσεως· αἱ μὲν πολλαὶ καὶ τῶν τινῶν ἀρχαὶ οὐκ ἂν εἶεν μὴ τῆς μιᾶς καὶ πάντων αἰτίας οὔσης, ἡ δὲ μία καὶ πάντων αἰτία τότε μᾶλλον ὁμολογεῖται καὶ μία καὶ πάντων αἰτία εἶναι, ὅτε μή εἰσιν αἱ πολλαί.

Καλῶς φησιν ὅτι τῆς πάντων ἀρχῆς πάντα μετείληφε, μετείληφε δὲ πάντα τοῦ πρώτου· ὥστε καὶ οὗτος σύμφησιν ἡμῖν μίαν εἶναι τὴν πάντων ἀρχὴν καὶ αἰτίαν. ὁμολογῶν δὲ καὶ πάντα ταύτης μετειληφέναι δῆλός ἐστι συγκατατιθέμενος λέγουσι πᾶσιν εἶναι αὐτὴν μεθεκτήν. περιτταὶ ἄρα αἱ πολλαὶ σειραὶ καὶ αἱ τούτων ἀρχαί. ὁπότε δὲ ἡ μία καὶ πρώτη δίδοται εἶναι μεθεκτή, πολὺ ἂν δέοιτο παρὰ ταύτην ἄλλας ἀμεθέκτους ὑποτίθεσθαι, εἰ μὴ ἄρα ὡς καὶ ἀνυποστάτους.

ραʹ. Πάντων τῶν νοῦ μετεχόντων ἡγεῖται ὁ ἀμέθεκτος νοῦς, καὶ τῶν τῆς ζωῆς ἡ ζωή, καὶ τῶν τοῦ ὄντος τὸ ὄν· αὐτῶν δὲ τούτων τὸ μὲν ὂν πρὸ τῆς ζωῆς, ἡ δὲ ζωὴ πρὸ τοῦ νοῦ ... (90,17-31) Οὐκ ἄλλον ἡμεῖς εἶναί φαμεν τὸν πρῶτον νοῦν παρὰ τὴν πρώτην ζωὴν οὐδὲ ταύτην παρὰ τὸ πρῶτον ὂν οὐδὲ τοῦτο παρὰ τὸ ἓν καὶ τἀγαθόν, ἀλλὰ πάντα τὸ ἓν εἶναι λέγοντες τοῦτο καὶ πάντων ἡγεῖσθαι καὶ πάντα συνέχειν τῇ ἑαυτοῦ μεθέξει φαμὲν καὶ μένειν ὅλον ἐφ’ ἑαυτοῦ καὶ ἀμέθεκτον. εἰ ἄλλη καὶ ἄλλη ἀρχὴ τὸ ὄν, ἡ ζωή, ὁ νοῦς, καὶ πρώτη μὲν τὸ ὄν, δευτέρα δὲ ἡ ζωὴ καὶ τρίτη ὁ νοῦς, ἔδει καὶ τὰ ὑπὸ τὰς ἀρχὰς ἀνάλογον ἔχειν πρὸς ἄλληλα ταῖς ἀρχαῖς, καὶ ἦν ἄρα πρῶτα καὶ κατὰ τοῦτο κρείττω τὰ τοῦ ὄντος μετέχοντα τῶν τῆς ζωῆς καὶ τὰ τῆς ζωῆς τῶν τοῦ νοῦ. ἀλλὰ μὴν ἔμπαλιν ἔχει ταῦτα· πρῶτα γὰρ καὶ κρείττω τὰ νοερὰ τῶν ζώντων ἁπλῶς καὶ τὰ ζῶντα τῶν ὄντων μόνον, μὴ μέντοι καὶ ζώντων, οἷα τὰ ἄψυχα.

εἰ δὲ μία ἡ πάντων ἀρχή, καθὼς ἡμεῖς φαμεν, καλῶς ἂν ἔχοι καὶ ἀπροσκόπως τὸ τὰ μετέχοντα ταύτης πλεονάκις πρῶτά τε εἶναι καὶ κρείττω τῶν ἡττόνως μετεχόντων· ὅθεν ἀνάγκη τὰ νοερὰ κρείττω τῶν ζώντων ἁπλῶς εἶναι· οὐ γὰρ νοεῖ μόνος ἀλλὰ καὶ ζῇ καὶ πολὺ πρότερόν ἐστιν· ὡσαύτως δὲ καὶ τὰ ζῶντα τὸ ζῆν σὺν τῷ εἶναι ἔχοντα κρείττω τῶν μόνον ὄντων εἰσίν· ἔσχατα δὲ πάντων τὰ μόνον ὄντα, ὅτι καὶ κατὰ μόνον τὸ εἶναι τῆς κοινῆς πάντων καὶ μιᾶς μετέχει ἀρχῆς.

ρβʹ. Πάντα μὲν τὰ ὁπωσοῦν ὄντα ἐκ πέρατός ἐστι καὶ ἀπείρου διὰ τὸ πρώτως ὄν· πάντα δὲ τὰ ζῶντα ἑαυτῶν κινητικά ἐστι διὰ τὴν ζωὴν τὴν πρώτην· πάντα δὲ τὰ γνωστικὰ γνώσεως μετέχει διὰ τὸν νοῦν τὸν πρῶτον ... (92,1-12) Πέρας καὶ ἀπειρίαν, τὰ μηδὲν ὄντα, προϋφίστησι τοῖς οὖσιν ἀρχὰς καὶ πρὸ τούτων τῷ πρώτως ὄντι. καὶ πῶς οὐ μὴ ὂν τὸ ἐκ μὴ ὄντων ὡς ἐξ ἀρχῶν συνεστώς; οὕτω προφανῶς ἡ καταργουμένη σοφία παρ’ ἑαυτῆς ἀνατρέπεται. εἰ δὲ τὸ πρώτως ὂν οὕτω μὴ ὂν ἀποφαίνεται, συνοίχεται ἄρα πᾶσι τοῖς οὖσιν εἰς τὸ μὴ ὄν, καὶ τὰ ζῶντα πάντα καὶ τὰ νοοῦντα καὶ τὰ τούτων πρώτιστα. ἡμῖν δὲ οὐδὲν τῶν εἰρημένων προσίσταται ἓν εἶναι τῇ καθ’ αὑτὸ φύσει τὸ θεῖον λέγουσι καὶ τὸ αὐτὸ νοῦν τε πρῶτον καὶ ζωὴν πρώτην καὶ πρώτιστον ὄν, ὡς πάντων ὄντων τε καὶ ζώντων καὶ νοούντων δημιουργόν, καὶ πέρας ἅμα καὶ ἀπειρίαν, ὡς πάντα περιέχον καὶ περατοῦν καὶ ὑπὸ μηδενὸς περιλαμβανόμενον ἢ περατούμενον, καὶ πάντα ὂν καὶ προὸν καὶ ὑπερὸν καὶ πᾶσιν οὖσι παρ’ ἑαυτοῦ τὸ εἶναι πηγάζον καὶ ζῶν ὑπερζώως καὶ ζῶσι πᾶσι τὸ ζῆν χορηγοῦν καὶ ὑπερνόως νοοῦν καὶ τοῖς νοοῦσι πᾶσι τοῦ νοεῖν αἴτιον, καὶ πᾶσιν ἁπλῶς τοῖς ὁτιοῦν οὖσι καὶ δυναμένοις καὶ ἐνεργοῦσι αὐτὸ καὶ τοῦ εἶναι καὶ τοῦ δύνασθαι καὶ τοῦ ἐνεργεῖν αἴτιον, ὡς αὐτοὸν καὶ πρώτην οὐσίαν καὶ πρώτην δύναμιν καὶ πρώτην ἐνέργειαν, ὅπερ ἐστὶ ἡ κατὰ τὰς ὑποστάσεις τριάς.

Τὸ μικτὸν σύνθετον, εἰ πᾶν δὲ σύνθετον διαλυτόν, διαλυτὸν ἄρα τὸ κατὰ τοῦτον πρώτιστον ὄν· εἰ δὲ διαλυτόν, καὶ φθαρτόν. οὕτω παρ’ ἑαυτῆς ἀνατρέπεται ἡ ὄντως καταργουμένη σοφία. ργʹ. Πάντα ἐν πᾶσι, οἰκείως δὲ ἐν ἑκάστῳ· καὶ γὰρ ἐν τῷ ὄντι καὶ ἡ ζωὴ καὶ ὁ νοῦς, καὶ ἐν τῇ ζωῇ τὸ εἶναι καὶ τὸ νοεῖν, καὶ ἐν τῷ νῷ τὸ εἶναι καὶ τὸ ζῆν, ἀλλ’ ὅπου μὲν νοερῶς, ὅπου δὲ ζωτικῶς, ὅπου δὲ ὄντως ὄντα πάντα ... (92,13-29) Ἐν μὲν τῷ θεῷ τὰ πάντα κατ’ αἰτίαν, ἐν τοῖς πᾶσι δὲ ὁ θεὸς κατὰ μέθεξιν· ἕκαστον δὲ τῶν πάντων ἐστὶν αὐτὸ ὅπερ ἐστὶ καθ’ ὕπαρξιν.