Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Ἔλεγχος τῆς θεολογικῆς στοιχειώσεως τοῦ Πρόκλου

Νικόλαος Μεθώνης

Έλεγχος των προτάσεων 121-142: Θεία γνώση, πρόνοια, μέθεξη και ενανθρώπηση

Ερμηνεία της θείας γνώσεως και προνοίας. Αναίρεση της τάξεως των μερικών θεών με εκτενείς θεολογικές αναφορές στη μυστηριακή μέθεξη και στην ενανθρώπηση του Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 9 από 12

Κατὰ δὲ τοῦτον, ἐπεὶ πρὸ τοῦ νοῦ προσεχῶς ἐστιν ἡ ζωὴ καὶ πρὸ τῆς ζωῆς τὸ ὄν, ὡς αὐτὸς οὗτος ἐν τῷ ραʹ θεωρήματι ἀπεφήνατο, εἴη ἂν τὸ προνοεῖν οὐ μόνον τῶν κατ’ αὐτὸν ὑπερουσίων θεῶν εἴτουν τῶν πρὸ τοῦ ὄντος ἑνάδων ἐνέργεια, ἀλλὰ καὶ τοῦ ὄντος καὶ τῆς ζωῆς καὶ ἁπλῶς τῶν ὅσα πρὸ νοῦ, παρὰ τὸν τοῦδε τοῦ κεφαλαίου σκοπόν. εἰ δὲ νοῦς καὶ ζωὴ καὶ ὂν καὶ ἓν καὶ πάντα ὑπερουσίως καὶ κατ’ αἰτίαν ὁ εἷς καθ’ ἡμᾶς καὶ μόνος θεός, μόνως ἂν οὕτως ἐξαίρετον εἴη τῆς ὑπερουσιότητος αὐτοῦ τὸ προνοεῖν, ὡς καὶ τοὔνομα ἐμφαίνει, ἐνέργεια ὂν τοῦ προνόου καὶ ὑπερνόου νοός, ὡς δὲ καὶ ἀγαθοῦ τοῦ αὐτοῦ, μᾶλλον δὲ ὑπεραγάθου καὶ ὡς εἰπεῖν πηγαίας ἀγαθαρχίας, τὸ ὑπερβλύζειν καὶ προχέειν τὴν ἀγαθότητα καὶ πᾶσιν ἀφθόνως μεταδιδόναι τῶν ἀγαθῶν, οὐ τοῖς δέ τισι τοῖς προνοουμένοις ἀλλ’ ἁπλῶς πᾶσι, καθόσον ἕκαστα χωρεῖν πέφυκεν, ὡς ἄμεινον εἶναι μᾶλλον τῆς ἀγαθαρχικῆς λέγειν ἢ τῆς προνοητικῆς ἰδιότητος ἐξαίρετον τὸ μεταδιδόναι τῶν ἀγαθῶν, ὡς καὶ τὸ προνοεῖν τῆς προνοητικῆς καὶ τὸ ζωοῦν τῆς ζωαρχικῆς καὶ τἆλλα ὁμοίως.

ρκαʹ. Πᾶν τὸ θεῖον ὕπαρξιν μὲν ἔχει τὴν ἀγαθότητα, δύναμιν δὲ ἑνιαίαν καὶ γνῶσιν κρύφιον καὶ ἄληπτον πᾶσιν ὁμοῦ τοῖς δευτέροις ... (106,10-33) Εὖγε, εὖγε, εἰ τοσοῦτον ἴσχυσεν ὁ πρόκλειος νοῦς μὴ μόνον πάντα νοῦν ὑπερβῆναι καὶ αὐτὸν δὴ τὸν κατ’ αὐτὸν πρώτιστον καὶ ἀμέθεκτον, ἀλλὰ καὶ πάντα τὰ ὄντα καὶ εἰς αὐτὸ φθάσαι τὸ πάντων ἀκρότατον καὶ ὑπέρτατον καὶ πᾶσιν ὡς ἀληθῶς ἀκατάληπτον, τὴν θείαν ὑπερουσιότητα εἴτουν ὕπαρξιν, καὶ ταύτην κατανοῆσαι καὶ λόγῳ τῷ κατ’ αὐτὸν περιγράψαι τὴν ἄφραστον, τὴν ἄγνωστον, τὴν ἀπεριόριστον. ἀλλὰ μὴ μᾶλλον εἰς τὴν ἐσχάτην ἀπόνοιαν ἐξωλίσθησε καὶ ἔλαθεν ἑαυτὸν ἐν τῷ ἐπαρθῆναι καταβληθείς, ὃν τρόπον καὶ ὁ πρωτοστάτης αὐτοῦ καὶ σύμμαχος δαίμων, ὃς καὶ εἰς τοὺς τοιούτους αὐτὸν ἐξήνεγκε λόγους, ὡς τὴν μὲν γνῶσιν τῶν κατ’ αὐτὸν θεῶν κρύφιον εἰπεῖν καὶ ἄληπτον, τὴν δὲ ὕπαρξιν εἴτουν οὐσίαν, ἧς ἡ γνῶσις ἐνέργεια, ὡς καταληπτὴν ἀφορίσαι καὶ ὅ,τι ποτέ ἐστιν ἀποφήνασθαι, ὅτι ἀγαθότης. ἡμεῖς δὲ οὐχ οὕτως, ἀλλ’ ὅτι ἀγαθὸς ὁ θεός, ἴσμεν παρ’ αὐτοῦ μαθόντες εἰπόντος ὅτι ἐγὼ ἀγαθός εἰμι καὶ οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός· ὅτι δὲ καὶ ὕπαρξις εἴτουν οὐσία τοῦ θεοῦ ἐστιν ἡ ἀγαθότης ὡς ἐν ποιότητι τῆς οὐσίας αὐτοῦ ἀφοριζομένης, οὔτε αὐτοὶ εἰδέναι διατεινόμεθα οὔτε τούτῳ λέγοντι πειθόμεθα.

ἧς γὰρ οὐσίας ἡ γνῶσις εἴτουν ἐνέργεια κρύφιος καὶ ἄρρητος καὶ ἄληπτος καὶ ἀπόρρητος, πῶς οὐχὶ καὶ αὐτὴ τοιαύτη; εἰ μὴ καὶ τὴν ἐνέργειαν κρείττω τῆς οὐσίας δοίη τις εἶναι, ὅπερ οὐδ’ οὗτος βούλεται, ὅς γε καὶ τὴν δύναμιν τὴν θείαν ἀκράτητον πᾶσι καὶ ἀπερίγραφον εἶναι καὶ συμφυῆ τῇ ὑπάρξει ὑπερούσιον ἀποφαίνεται. εἰ οὖν καὶ ἡ δύναμις ὑπερούσιος καὶ ἡ ἐνέργεια ἀκατάληπτος, πῶς οὐχὶ καὶ ἡ οὐσία πρὸ τούτων; ἢ πόθεν καὶ αὗται τοιαῦται; ἀλλ’ ὅτι μὲν ὑπερούσιος καὶ ἀκατάληπτος ὥσπερ ἡ δύναμις καὶ ἡ ἐνέργεια οὕτω πρὸ τούτων καὶ αὐτὴ ἡ ὕπαρξις τῆς θεότητος ἐντεῦθεν καταμανθάνομεν· ἀγαθότητα δὲ ταύτην εἶναί φαμεν, οὐχ ὡς τὴν οὐσίαν ταύτης ἤδη κατειληφότες (πῶς γὰρ τὴν ἀκατάληπτον καθ’ αὑτήν;) ἀλλ’ ὥσπερ καὶ τἆλλα φαμὲν εἶναι τὸν θεὸν οὐκ τῶν κατ’ αὐτὸν ἀλλ’ ἐκ τῶν περὶ αὐτόν, δίκαιον σοφὸν δυνατὸν ἀληθινόν, οὕτω δὴ καὶ ἀγαθόν, ἄλλην ἐξ ἄλλου, κατὰ τὸν Θεολόγον εἰπεῖν Γρηγόριον, φαντασίαν συλλέγοντες εἰς ἕν τι τῆς ἀληθείας ἴνδαλμα, ἐκ τῶν ἐν τοῖς κτίσμασι θεωρουμένων, τῆς σοφίας, τῆς ἀληθείας, τῆς δικαιοσύνης, τῆς ἀγαθότητος, τὰς τοῦ κτίστου ὑπερφυεῖς καὶ ἀκαταλήπτους ἀρετὰς ἀναλογιζόμενοι. ὥσπερ οὖν οὐ σοφία, οὐ δύναμις, οὐκ ἀλήθεια, οὐκ ἄλλο τι τῶν λεγομένων ἡ ὕπαρξις τοῦ θεοῦ, οὕτως οὐδὲ ἀγαθότης, καὶ ὥσπερ τἆλλα λέγεται εἶναι, οὕτω καὶ ἀγαθότης.

ρκβʹ. Πᾶν τὸ θεῖον καὶ προνοεῖ τῶν δευτέρων καὶ ἐξῄρηται τῶν προνοουμένων, μήτε τῆς προνοίας χαλώσης τὴν ἄμικτον αὐτοῦ καὶ ἑνιαίαν ὑπεροχὴν μήτε τῆς χωριστῆς ἑνώσεως τὴν πρόνοιαν ἀφανιζούσης ... (108,1-24) Χωρὶς τοῦ πᾶν καὶ τῆς ἄλλης ἐμφάσεως τῆς πολυθεΐας, ἔτι δὲ καὶ τοῦ τὴν ἀγαθότητα καὶ τὸ ἓν ὡς οὐσίαν ἀφορίζεσθαι τῆς θεότητος, τἆλλα εὐσεβὲς τουτὶ τὸ κεφάλαιον. ὅθεν μοι δοκεῖ ἀπὸ τῆς θεολογίας τοῦ μεγάλου Διονυσίου τὰ ὑψηλὰ καὶ οὕτως ἐξαίρετα κεκλοφέναι θεωρήματα, ἐν Ἀθήναις ἐντυχὼν ταύτῃ καὶ τοῖς τῆς εὐσεβείας σπέρμασι τὰ πονηρὰ παραμίξας ζιζάνια, τὰ τῆς ἀθέου πολυθεΐας δόγματα. οὕτως ἂν οὖν ἔχοι κάλλιον ἐκδίδοσθαι· ὁ θεὸς καὶ προνοεῖ πάντων τῶν ὄντων καὶ ἐξῄρηται τῶν προνοουμένων, μήτε τῆς προνοίας χαλώσης τὴν ἄμικτον αὐτοῦ καὶ θείαν ὑπεροχὴν μήτε τῆς χωριστῆς ὑπερουσιότητος τὴν πρόνοιαν ἀφανιζούσης· μένων γὰρ ἐν τῇ οἰκείᾳ ὑπεροχῇ τὰ πάντα πληροῖ τῆς ἑαυτοῦ δυνάμεως καὶ ἐνεργείας, καὶ πάντα, καθόσον ἕκαστον δύναται μεταλαγχάνειν, ἀπολαύει τῶν ἀγαθῶν, ὧν δέχεσθαι δύναται κατὰ τὰ μέτρα τῆς οἰκείας ὑποστάσεως· ὑπερχέων γὰρ τὸν πλοῦτον τῆς ἀγαθότητος πᾶσιν ἀφθόνως τὰ ἀγαθὰ χορηγεῖ οὐ κατὰ λογισμὸν ποιούμενος τὴν διανομήν.

οὐ γὰρ ἐκ μέτρου, φησί, δίδωσιν ὁ θεὸς τὸ πνεῦμα, ἀλλ’ ὁ μὲν ὅλον ἀθρόως πᾶσι προχέει τὸν θησαυρόν, τὰ δὲ τούτου τὸ κατ’ ἀξίαν ἕκαστον ὑποδέχεται, καὶ μένει πάλιν ἀκέραιος καὶ ὅλος ὁ θησαυρὸς μηδένα μερισμὸν ἐκ τῆς διανομῆς ὑφιστάμενος. καὶ οὕτως οὔτε διὰ τὴν πρόνοιαν ὑποβιβάζεται τῆς θείας ὑπεροχῆς τὸ ἀξίωμα οὔτε διὰ τὴν ὑπεροχὴν ἀναιρεῖται ἡ πρόνοια. οὕτω γὰρ ἂν καὶ ἡ θεία χρηστότης, ὃ μὴ θέμις εἰπεῖν, συναναιροῖτο· ἀγαθοῦ γὰρ ἴδιον τὸ μεταδιδόναι πᾶσι τοῖς δυναμένοις μεταλαμβάνειν, καὶ τὸ προνοεῖν ταὐτόν ἐστι τῷ ἀγαθουργεῖν. τοῦτο δὲ μεῖζον τοῦ ἀγαθοειδὲς εἶναι· καὶ δεῖ τὸ μεῖζον τῷ μεγίστῳ καὶ πρώτως ἀγαθῷ προσεῖναι, τὸ ἀγαθουργεῖν, εἴπερ καὶ τοῖς δευτέροις ἀγαθοῖς τὸ δεύτερον πρόσεστι, τὸ ἀγαθοειδέσιν εἶναι, ὁποῖοι οἱ θεῖοι ἄγγελοι.

ρκγʹ. Πᾶν τὸ θεῖον αὐτὸ μὲν διὰ τὴν ὑπερούσιον ἕνωσιν ἄρρητόν ἐστι καὶ ἄγνωστον πᾶσι τοῖς δευτέροις, ἀπὸ δὲ τῶν μετεχόντων ληπτόν ἐστι καὶ γνωστόν· διὸ μόνον τὸ πρῶτον παντελῶς ἄγνωστον, ἅτε ἀμέθεκτον ὄν ... (108,25-110,9) Εἰ ἄρρητον τὸ θεῖον καὶ ἄγνωστον, πόθεν σὺ ἔγνως καὶ εἴρηκας ὕπαρξιν μὲν αὐτοῦ εἶναι τὴν ἀγαθότητα, τὴν δύναμιν δὲ ἑνιαίαν; εἰ μὴ ἄρα σὺ καὶ τὴν γνῶσιν ἦλθα καὶ τὴν φράσιν ὑπὲρ τὰ δεύτερα. ἀλλὰ σὺ μὲν οὕτως ἀπονενόησαι, ἡμεῖς δὲ τὴν οἰκείαν εἰδότες ἀσθένειαν καὶ ἐν ὅροις τῆς καθ’ ἡμᾶς ἱστάμενοι γνώσεως ὁμολογοῦμεν τὸν θεὸν πάντῃ, καὶ κατὰ τὴν ὕπαρξιν καὶ κατὰ τὴν δύναμιν καὶ κατὰ τὴν ἐνέργειαν, πᾶσιν ἄρρητον εἶναι καὶ ἄγνωστον, ἐκ μὲν τῶν κατ’ αὐτὸν οὐδόλως, ἐκ δὲ τῶν περὶ αὐτὸν μετρίως καὶ ὡς ἐγχωροῦν καταλαμβανόμενόν τε καὶ γνωριζόμενον.

Οὔτε πᾶν μετέχει παντὸς οὔτε τὸ τυχὸν τοῦ τυχόντος, ἀλλὰ πάντα τοῦ ἑνός, οὗ καὶ ἐξῆπται, τοῦ καὶ πάντα προέχοντος κατ’ αἰτίαν καὶ πάντα προόντος ὑπερουσίως καὶ μηδὲν ὄντος τῶν ὄντων, ὡς ὑπερόντος καὶ οὕτω μεθεκτοῦ τε πᾶσι καὶ ἀμεθέκτου τυγχάνοντος.

ρκδʹ. Πᾶς θεὸς ἀμερίστως μὲν τὰ μεριστὰ γινώσκει, ἀχρόνως δὲ τὰ ἔγχρονα, τὰ δὲ μὴ ἀναγκαῖα ἀναγκαίως, καὶ τὰ μεταβλητὰ ἀμεταβλήτως, καὶ ὅλως πάντα κρειττόνως ἢ κατὰ τὴν αὐτῶν τάξιν ... (110,10-28) Καὶ ταῦτα καλῶς ἂν ἔχοι περὶ τοῦ μόνου θεοῦ λεγόμενα.

ρκεʹ.

Πᾶς θεός, ἀφ’ ἧς ἂν ἄρξηται τάξεως ἐκφαίνειν ἑαυτόν, πρόεισι διὰ πάντων τῶν δευτέρων, ἀεὶ μὲν πληθύνων τὰς ἑαυτοῦ μεταδόσεις καὶ μερίζων, φυλάττων δὲ τὴν ἰδιότητα τῆς οἰκείας ὑποστάσεως ... (110,29-112,13) Ὁ θεὸς ἀεὶ ὤν, μᾶλλον δὲ προών, κατὰ τὴν ἄρρητον αὐτοῦ καὶ κρυφίαν καὶ ἀκατάληπτον οὐσίαν τε καὶ δύναμιν καὶ ἐνέργειαν ἐκφαίνειν ἑαυτὸν ἄρχεται, ἐπειδὰν βουλήσει παράγοι τὰ ὄντα, οὐκ ἀπὸ τῆς δέ τινος τῆς τάξεως ἀρχόμενος, ἀλλ’ αὐτὸς ἐν τῷ παράγειν ἕκαστα καὶ τὴν οἰκείαν καὶ προσήκουσαν ἑκάστῳ τάξιν ἀφορίζων, ὡς εἶναι τῶν παραγομένων τὰ μὲν πρῶτα, τὰ δὲ δεύτερα, τὰ δὲ τρίτα, καὶ πολλοστά, καὶ οὕτω διὰ πάντων προϊὼν καὶ τὰ πάντα πληρῶν ἀμιγῶς ἀχράντως ἀπεριγράπτως ταῖς ἑαυτοῦ μεταδόσεσι, καὶ πληθύνων μὲν καὶ μερίζων τὰς μεταδόσεις, αὐτὸς δὲ μένων ἀπλήθυντος καὶ ἀμέριστος καὶ τὸ ὅλον εἰπεῖν εἷς καὶ ὅλος κατὰ τὴν ἰδιότητα τῆς οἰκείας φύσεως, καὶ οὐχ αἱ πρόοδοι πληθύνουσιν αὐτόν, αἱ γινόμεναι τὸν προόντα, καθὼς ὁ σοφὸς οὗτος βούλεται, ἀλλ’ αὐτὸς τὰς προόδους ποιούμενος, αὐτὸς καὶ ταύτας καὶ τὰ κατὰ ταύτας παραγόμενα πληθύνει διὰ περιουσίαν δυνάμεως καὶ ἀγαθότητος, ἀπὸ τῶν πρώτων ἀρχόμενος καὶ προϊὼν καθ’ ὑπόβασιν μέχρι καὶ τῶν ἐσχάτων, καθόσον πρόεισιν ἐν ταῖς ὑποβάσεσι κατὰ τοσοῦτον μᾶλλον πληθύνων τὰ παραγόμενα, ὡς καὶ κοινωνεῖν ἀλλήλοις ταῦτα καὶ διαφέρειν ἀλλήλων, τὸ μὲν ταὐτότητι, τὸ δὲ ἑτερότητι, ταὐτιζομένων μὲν τῶν ὑποβεβηκότων τοῖς πρὸ αὐτῶν οὐ διὰ τὴν συνέχειαν μᾶλλον ἢ τὴν τοῦ παράγοντος ἑνότητα καὶ ταὐτότητα, διαφερομένων δὲ πρὸς ἐκεῖνα διὰ τὴν ὕφεσιν καὶ τὴν ἄνωθεν ἐκ τῆς πρώτης ἀρχῆς ἐνδιδομένην τοῖς πᾶσι διάκρισιν, ἵνα μὴ συγχέηται.

οὕτως οὖν καὶ ἐκφαίνεται ὁ θεὸς οὐκ ἐκ τῶν κατ’ αὐτόν, ὅπερ εἴρηται, ἀλλ’ ἐκ τῶν περὶ αὐτὸν τουτέστιν ἐκ τῆς παραγωγῆς τῶν ὄντων καὶ τῆς προνοίας καὶ τῆς αὐτῶν τούτων εὐτάκτου πρὸς ἄλληλα κοινωνίας τε καὶ διαφορᾶς. καὶ εἷς μὲν εἶναι τὴν φύσιν ὁμολογεῖται ἀπὸ τῆς ἐν τοῖς οὖσι θεωρουμένης κοινωνίας τε καὶ ταὐτότητος, τρισυπόστατος δὲ ἀπὸ τῆς ἐν τούτοις διακρίσεως. τὰ γὰρ ἀόρατα αὐτοῦ, φησίν, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. καὶ ἐκ μὲν τοῦ πλήθους τούτων καὶ τῆς ποικιλίας καὶ τοῦ μεγέθους ἐνίων ἡ δύναμις, ἐκ δὲ τῆς καλλονῆς ἡ ἀγαθότης ἐκείνου καταλαμβάνεται, ἐκφαίνεται δὲ καθ’ ἑκάστην τάξιν καὶ διακόσμησιν οἰκείως, μᾶλλον μὲν ἐν τοῖς μᾶλλον αὐτῷ ἐγγίζουσιν, ἧττον δὲ ἐν τοῖς ἀπωτέρω. εἰ δὲ ταῦτα πάντα ὁ εἷς δύναται θεός, περιττὴ ἡ τῶν πολλῶν ἐπεισαγωγή.

ρκϛʹ. Πᾶς θεὸς ὁλικώτερος μέν ἐστιν ὁ τοῦ ἑνὸς ἐγγυτέρω, μερικώτερος δὲ ὁ πορρώτερον ... (112,14- 24) Εἰ ὁ πάντα παράγων εἷς, οὐδεὶς οὔτε πλειόνων οὔτε ἐλασσόνων αἴτιος· εἰ δὲ πολλοὶ οἱ παράγοντες καὶ οἱ αἴτιοι, οὐχ εἷς ὁ πάντα παράγων καὶ πάντων αἴτιος. διατί δὲ ὁ τὰ πλείω παράγων οὐχὶ καὶ τὰ ἐλάσσω παράγειν δύναται, ἵνα καὶ πάντα παράγειν λέγηται; ἢ δηλονότι διὰ δυνάμεως ἔλλειψιν· καὶ πῶς θεὸς ὁ ἐλλείπων δυνάμεως καὶ μὴ παντοδύναμος; εἰ δὲ μὴ θεὸς οὗτος ὁ ὁλικώτερος καὶ πλείω δυνάμενος, πολλῷ γε πλέον ὁ μερικώτερος καὶ κατὰ τὴν δύναμιν ἐλαττούμενος· ὁ εἷς ἄρα μόνος θεός. γεννᾷ δὲ ὁ εἷς καὶ μόνος ἕνα καὶ μόνον, ὁ ὅλος ὅλον, ὁ τέλειος τέλειον, ὁ παντοδύναμος παντοδύναμον, εἴ γε δεῖ μὴ χείρω τὴν κατ’ ἐκεῖνον γέννησιν εἶναι τῆς κατὰ τἆλλα γεννήσεως, ὧν ἕκαστον ὅμοιον ἑαυτῷ καὶ κατὰ τὴν φύσιν ταὐτὸν γεννᾶν πέφυκεν· ὁ δ’ αὐτὸς κατὰ τὰ αὐτὰ καὶ ἓν μόνον καὶ ὅλον καὶ τέλειον καὶ παντοδύναμον προάγει τὸ πνεῦμα τὸ ἅγιον. διὸ εἷς θεὸς ὁ πατὴρ καὶ εἷς μονογενὴς υἱὸς καὶ Κύριος Ἰησοῦς ὁ Χριστὸς καὶ ἓν πνεῦμα ἅγιον, οὐ τρεῖς τὰ τρία θεοί, ὅτι μηδὲν ἕτερον ἑτέρου καθὸ θεὸς ἕκαστον διαφέρουσι.

μηδὲ ποιότης ἐκεῖ, μηδὲ πηλικότης, μὴ χρόνος, μὴ τόπος, μὴ θέσις, μὴ ἕξις, μὴ πάθος, μὴ ποίησις προχωρεῖ, καθὰ διαφέροντες ἀλλήλων ἡμεῖς πολλοὶ λεγόμεθα, ἀλλ’ ἡ ταὐτότης εἴτουν ἑνότης κρατεῖ τῆς διακρίσεως ἐν μόναις θεωρουμένης ταῖς ὑποστατικαῖς ἰδιότησιν.

Προείρηται ὅτι ἄλλο γέννησις καὶ ἄλλο παραγωγή. ρκζʹ. Πᾶν τὸ θεῖον ἁπλοῦν πρώτως ἐστὶ καὶ μάλιστα, καὶ διὰ τοῦτο αὐταρκέστατον ... (112,25-34) Οὗτος μὲν πᾶν τὸ θεῖον βούλεται λέγειν τὸ πλῆθος τῶν κατ’ αὐτὸν θεῶν, ἡμῖν δὲ οὐ παραδεκτέον δοκεῖ τὸ πᾶν ἐπὶ τῆς ὑπερθέου τριάδος, ὅτι μηδὲ τρεῖς θεοὺς ταύτην φαμὲν ἀλλ’ ἕνα θεόν· ἐπὶ δὲ τοῦ ἑνὸς τὸ πᾶν οὐχ ἁρμόζει λέγεσθαι.

Λέγοιτο δ’ ἂν καὶ ἁπλοῦν ὡς μάλιστα τὸ καθ’ ἡμᾶς τοῦτο θεῖον οὐχ ὡς ἑνικόν, τουτέστιν ὡς ἐκ τῆς ἑνώσεως ἤτοι τῆς μετοχῆς τοῦ ἑνὸς ἑτέρου δή τινος παρ’ αὐτό, ὃ καὶ αὐτοὲν καὶ ἀμέθεκτον οὗτος ἀναγορεύει, ἀλλ’ ὡς αὐτὸ τὸ ἓν ὄν, εἰ καὶ τρία ἐστὶ ταῖς ὑποστάσεσιν. οὕτω δὲ καὶ αὔταρκες ἡμῖν τὸ θεῖον, ὅτι μηδὲ σύνθετον, ὡς εἰ καὶ μὴ τῶν ἄλλων ὧν ἐστιν ἔξω, ἀλλ’ ἐκείνων γε ἐξ ὧν σύγκειται εἶναι ἐνδεές. τὸ δὲ πλῆθος τῶν κατὰ τοῦτον θεῶν οὔτε τὸ ἕν εἰσι (πῶς γὰρ οἱ πολλοί;) οὔτε τὸ ἁπλοῦν οὔτε τὸ αὔταρκες ἔχουσιν, οἵ γε μὴ μόνον ἓν ἀλλὰ καὶ οὐχ ἓν ὄντες καὶ ταύτῃ καὶ ἀλλήλων καὶ τοῦ αὐτοενὸς διαφέροντες, ὡσαύτως δὲ καὶ ἐπιδεεῖς.

ρκηʹ. Πᾶς θεός, ὑπὸ μὲν τῶν ἐγγυτέρω μετεχόμενος, ἀμέσως μετέχεται· ὑπὸ δὲ τῶν πορρωτέρω, διὰ μέσων ἢ ἐλαττόνων ἢ πλειόνων τινῶν ... (114,1-11) Ἀφῃρήσθω κἀνταῦθα τὸ πᾶς καὶ ὁ θεὸς ἀπροσδιορίστως ἀναγινωσκέσθω.

Οὐ διὰ συγγένειαν (οὐδὲν γὰρ τῷ θεῷ συγγενές, ὅτι μηδὲ συμφυές, μηδ’ ὑπό τι γένος ὁ θεός), ἀλλὰ τὰ μὲν διὰ τὴν ἐκ τῆς ἐγγύτητος οἰκειότητα καὶ τὴν αὐτοῖς προσεχῆ τοῦ θείου ἔκφανσιν μετέχειν αὐτόθεν δύναται τῆς θεότητος καὶ πρώτως ἑνοειδῆ καὶ ἀγαθοειδῆ ἀναφαίνεται, τὰ δὲ καθόσον ὑποβέβηκε τῆς ἐγγύτητος καὶ τῆς κατ’ αὐτὴν οἰκειότητος καὶ διὰ μέσων τῶν πρὸ αὐτῶν ἡ τοῦ θείου πρὸς αὐτὰ πρόεισιν ἔκφανσις, κατὰ τοσοῦτον καὶ τῶν πρὸ αὐτῶν δεῖται τοῦ διὰ μέσων ἐκείνων μετέχειν τοῦ θείου, καθὸ καὶ ἧττον ἡνωμένα γνωρίζεται καὶ εἰς πλῆθος ἤδη προβαίνοντα.

ρκθʹ. Πᾶν μὲν σῶμα θεῖον διὰ ψυχῆς ἐστι θεῖον τῆς ἐκθεουμένης, πᾶσα δὲ ψυχὴ θεία διὰ τοῦ θείου νοῦ, πᾶς δὲ νοῦς [θεῖος] κατὰ μέθεξιν τῆς θείας ἑνάδος· καὶ ἡ μὲν ἑνὰς αὐτόθεν θεός, ὁ δὲ νοῦς θειότατον, ἡ δὲ ψυχὴ θεία, τὸ δὲ σῶμα θεοειδές ... (114,12-32) Σῶμα θεῖον οὗτος μὲν βούλεται λέγειν τὸ οὐράνιον, αὐτόν τε ὅλον τὸν οὐρανὸν καὶ τοὺς ἐν αὐτῷ ἀστέρας, ἐπεὶ καὶ ἔμψυχα ταῦτα εἶναι δοξάζει, οὕτω δὲ καὶ νοερὰ καὶ θεῖα· ἡμεῖς δὲ τούτων μὲν οὐδὲν ἔμψυχον εἶναι ὁμολογοῦμεν, διὸ οὐδὲ νοερὸν οὐδὲ θεῖον· μόνον δὲ σῶμα θεῖον εἶναι πιστεύομεν τὸ ἐκ τῶν παρθενικῶν καὶ πανάγνων αἱμάτων τῆς Θεοτόκου προσληφθὲν ὑπερφυῶς καὶ ἀρρήτως τῷ θεῷ λόγῳ καὶ διὰ μέσης ψυχῆς λογικῆς τε καὶ νοερᾶς ἑνωθὲν αὐτῷ καθ’ ὑπόστασιν καὶ θεουργηθὲν ἐξ αὐτῆς τῆς πρώτης προσλήψεως εἴτουν ἑνώσεως. ἦν δ’ ἂν θεῖον σῶμα κατὰ χάριν ἢ καί, ὡς οὗτός φησι, κατὰ μέθεξιν καὶ τὸ τοῦ πρώτου Ἀδάμ, εἰ τὴν ἐντολὴν ἐκεῖνος τὴν θείαν ἐφύλαξε καὶ οὕτως ἔμεινεν ἐν τῇ θεοειδεῖ τῆς εἰκόνος μορφῇ, ἧς ἐν τῇ πρώτῃ πλάσει κατηξιώθη θείῳ ἐμπνευσθεὶς ἐμφυσήματι, ὅπερ αὐτῷ ἦν ἡ ψυχή.

ἐπεὶ δὲ διὰ τῆς παραβάσεως τὸν θεῖον ἐκεῖνον ἠμαύρωσε χαρακτῆρα, βούλεται πάλιν ἐν ἡμῖν τοῦτον ἀναμορφοῦν καὶ ἀνακαινίζειν ὁ δεύτερος Ἀδὰμ δι’ ἡμᾶς γεγονὼς θεὸς λόγος, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, διὰ τῆς μέχρι θανάτου ὑπακοῆς τὸ κατάκριμα λύσας ἐν ἑαυτῷ τῆς παρακοῆς ἤτοι τῆς προγονικῆς ἡμῶν παραβάσεως καὶ διὰ τῆς χάριτος τοῦ βαπτίσματος τὴν ἀμαυρωθεῖσαν ἡμῶν θεοείδειαν ἀνακαθάρας καὶ τὸ ἀρχαῖον κάλλος ἀποφήνας λαμπρότερόν τε καὶ καθαρώτερον, ὡς εἶναι λοιπὸν καὶ τὸν νοῦν ἡμῶν καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα πάντα θεοειδῆ καὶ θεῖα. ἄψυχα δὲ σώματα πῶς ἄν τις ἐν μεθέξει νοῦ καθεστὼς τοῖς ἀσόφοις σοφοῖς συμφήσειε θεοειδῆ καὶ θεῖα λέγουσιν; ὅτι δὲ ἄψυχος ὁ ὅλος οὐρανὸς ἐντεῦθεν ἂν καταφανὲς γένοιτο· πᾶν ἔμψυχον τρέφεται καὶ αὔξει· πᾶν τὸ αὖξον μείζονα τόπον ἀναλαμβάνει καὶ μεῖζον ἑαυτοῦ γίνεται· ὁ οὐρανὸς οὔτε τρέφεται οὔτε αὔξει οὔτε μείζων ἑαυτοῦ γίνεται οὔτε τόπον ἀναλαμβάνει ἑαυτοῦ μείζονα· ὁ οὐρανὸς ἄρα οὐκ ἔμψυχος. ὁπότε δὲ ὁ πᾶς οὐρανὸς οὐκ ἔμψυχος, σχολή γ’ ἂν περὶ τῶν κατὰ μέρος οὐρανίων σωμάτων ἀμφιβάλλειν, εἰ ἔμψυχα εἴτε ἄψυχα.

ρλʹ. Πάσης θείας τάξεως τὰ πρῶτα μειζόνως ἐξῄρηται τῶν προσεχῶς ὑπ’ αὐτὰ τεταγμένων ἢ ταῦτα τῶν ἐφεξῆς, καὶ μειζόνως ἐξέχεται τὰ δεύτερα τῶν προσεχῶς ὑπερκειμένων ἢ τούτων τὰ μετὰ ταῦτα ... 116,1-14 Ἡ μία πάντων ἀρχὴ καὶ αἰτία, ἡ τρισυπόστατος θεότης, πᾶσαν τάξιν ὑφιστῶσα καὶ τάττουσα τάξει αὐτὴ οὐχ ὑπόκειται, οὐδὲ τὸ μὲν αὐτῆς ἐστι πρῶτον, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον· ὅπου γὰρ οὐ χρόνος, οὐκ αἰὼν ἔλαχε χώραν, ἐκεῖθεν καὶ τὸ πρότερον καὶ τὸ ὕστερον ἀπελήλαται. αὕτη τοίνυν καὶ πάσης τάξεως καὶ πάντων τῶν ὁπωσοῦν συντεταγμένων ἀσυγκρίτως ὑπερεξῄρηται κατὰ τὴν ὑπεράπειρον καὶ ἑνιαίαν αὐτῆς δύναμιν, πάντα δὲ δυναμοῖ καὶ τάττει, καθ’ οὓς οἶδεν αὐτὴ λόγους τῆς προσηκούσης ἑκάστης δυνάμεώς τε καὶ τάξεως, αἷς ἀναλόγως καὶ πάντα ταύτης ἐξέχονται.

ρλαʹ. Πᾶς θεὸς ἀφ’ ἑαυτοῦ τῆς οἰκείας ἐνεργείας ἄρχεται ... 116,15-27 Ἰδοὺ καὶ πολλαὶ τῶν πολλῶν θεῶν αἱ ἐνέργειαι· ἄλλη γὰρ ἄλλου οἰκεία καὶ ἡ τοῦδε οὐκ ἐκείνου. καὶ πῶς ὁ μὴ πᾶσαν ἐν ἑαυτῷ συλλαβὼν καὶ προέχων οὐσίαν τε καὶ δύναμιν καὶ ἐνέργειαν, ἀλλὰ τήνδε μὲν ἔχων, τῶν δ’ ἄλλων ἐστερημένος, οὐ μᾶλλον ἐνδεὴς ἢ πλήρης, παρόσον καὶ πλειόνων ἐστέρηται; ἡμῖν δὲ ὁ εἷς θεὸς πᾶσαν μὲν οὐσίαν, πᾶσαν δὲ δύναμιν καὶ πᾶσαν ἐνέργειαν ἐν ἑνὶ συλλαβών, αὐτός ἐστιν οὐσία μία καὶ ὅλη καὶ ὑπερπλήρης καὶ αὐθυπόστατος πάσης οὐσίας παρακτική, ὁ πατήρ· δύναμις μία καὶ ὅλη καὶ ὑπερπλήρης, οὐσιώδης καὶ ἐνυπόστατος ἐκ τοῦ πατρὸς γεννητῶς ὑποστᾶσα πρὸ πάντων αἰώνων, πάσης αἰτία δυνάμεως, ὁ υἱός· ἐνέργεια μία καὶ ὅλη καὶ ὑπερπλήρης καὶ αὐτὴ οὐσιώδης καὶ ἐνυπόστατος ἐκ τοῦ αὐτοῦ πατρὸς ἐκπορευτῶς προαχθεῖσα πρὸ πάντων αἰώνων, πάσης ἐνεργείας αἰτία, τὸ πνεῦμα τὸ ἅγιον. οὐχ ὅτι ὁ πατὴρ οὐσία διὰ τοῦτο ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον οὐκ οὐσία, ἀλλὰ μᾶλλον ὅτι τοιαύτης οὐσίας ὁ μὲν γέννημα, τὸ δὲ πρόβλημα, διὰ τοῦτο καὶ τούτων ἑκάτερον οὐσία ὑπερουσία καὶ ἐξ ὑπερουσίου, καὶ ὁμοούσια τῷ προάξαντι καὶ συναίτια πάσης οὐσίας.

οὐδ’ ὅτι δύναμις ὁ υἱὸς διὰ τοῦτο ἀδύναμος ἢ οὐ πάσης δυνάμεως αἴτιος ὁ πατὴρ ἢ τὸ πνεῦμα τὸ ἅγιον, ἀλλὰ μᾶλλον διότι ὁ μὲν τοιούτου πατὴρ υἱοῦ, τὸ δὲ καὶ αὐτὸ ἐκ τοῦ αὐτοῦ πατρός, διὰ τοῦτο καὶ ταῦτα παντοδύναμα καὶ ὁμοδύναμα καὶ πάσης δυνάμεως αἴτια. οὐδ’ ὅτι ἐνέργεια τὸ πνεῦμα τὸ ἅγιον διὰ τοῦτο ἢ ὁ πατὴρ ἢ ὁ υἱὸς ἀνενέργητος, ἀλλὰ μᾶλλον ὅτι συμφυὲς τούτοις τὸ πνεῦμα διὰ τοῦτο καὶ ταῦτα ἐνεργὰ καὶ πάσης ἐνεργείας αἴτια. καὶ οὕτω μία τῶν τριῶν καὶ οὐσία καὶ δύναμις καὶ ἐνέργεια καὶ τὸ ὅλον εἰπεῖν εἷς τὰ τρία θεός.

Πᾶν τὸ ἀρχόμενον καὶ λήγει· καὶ εἰ ἀφ’ ἑαυτοῦ ἄρχεται, ἀφ’ ἑαυτοῦ καὶ λήγει· λῆγον δὲ οὐκέτι ἐνεργεῖ· μὴ ἐνεργοῦν δὲ εἰς ἑαυτὸ οὐδὲ ἔσται κατὰ τὴν ὑπόθεσιν τούτου τὴν ὅτι πρῶτον καὶ εἰς ἑαυτὸν ἐνεργεῖ.

ρλβʹ. Πᾶσαι τῶν θεῶν αἱ τάξεις μεσότητι συνδέδενται ... 116,28-118,7 Βαβαί, ὅτι καὶ τάξεις πολλὰς δίδωσι τοῖς αὐτοῦ θεοῖς, ἵν’ οἱ μὲν ὦσι πρῶτοι, οἱ δὲ δεύτεροι, οἱ δὲ τρίτοι καὶ πολλοστοί· τάχα δὲ καὶ οἱ μὲν μείζους, οἱ δὲ ἐλάττους. καὶ πῶς οἱ πολλοστοὶ τῇ τάξει, ἵνα παρῶ τοὺς τρίτους καὶ τοὺς δευτέρους, ἢ πῶς οἱ ἐλάττους θεοί; πᾶν γὰρ ἔλαττον ἐνδεές, καθόσον ἠλάττωται, τὸ δὲ ἐνδεὲς οὐκ αὔταρκες, τὸ δὲ μὴ αὔταρκες οὐ θεός, ὥσπερ οὐδὲ τὸ πολλοστὸν τῇ τάξει καὶ ἀπεσχοινισμένον τῆς πρώτης αἰτίας.

Εἶτα καὶ τὴν ἀπόδειξιν ποιεῖται ἀπὸ τῶν ὄντων· καὶ πῶς ὑπερούσιοι, οἷς ἁρμόζει τὰ τοῖς οὖσιν ἐνθεωρούμενα; οὐ συγκρίνεται γὰρ οὐδὲ συνυπάγεται τοῖς οὖσι τὸ ὑπερούσιον. ἄμεινον οὖν μὴ πολλὰς τάξεις διδόναι τῇ θείᾳ φύσει, μᾶλλον δὲ μηδὲ πολλοὺς λέγειν θεούς, ἀλλ’ ἕνα σέβειν θεὸν ἐν τρισὶν ὑπερηνωμέναις ταῖς ὑποστάσεσιν, οὐχ ἵνα τῷ μὲν ὑποστρώσωμεν τὸ μέσον, τοῦ δὲ ἐξάρωμεν, ἀλλ’ ἵνα ἅμα τῷ αἰτίῳ καὶ τὰ ἐξ αὐτοῦ συννοήσωμεν καὶ συντάξωμεν καὶ οὕτω τρία ὑπερηνωμένα τὰ πρῶτα καὶ πάντων αἴτια τῶν ὄντων πάντων ἐξῃρημένα ὁμολογήσωμεν.

ρλγʹ. Πᾶς μὲν θεὸς ἑνάς ἐστιν ἀγαθουργὸς ἢ ἀγαθότης ἑνοποιός, καὶ ταύτην ἔχει τὴν ὕπαρξιν καθόσον ἕκαστος θεός· ἀλλ’ ὁ μὲν πρώτιστος ἁπλῶς τἀγαθὸν καὶ ἁπλῶς ἕν, τῶν δὲ μετὰ τὸν πρῶτον ἕκαστος τὶς ἀγαθότης ἐστὶ καὶ τὶς ἑνάς ... 118,8-19 Εἰ ὁ πρώτιστος θεὸς ἁπλῶς τἀγαθὸν καὶ τὸ ἕν, ὡς μόνος τὴν ὅλην ἐν ἑαυτῷ συνειληφὼς ἀγαθότητα, τί δεῖ τοὺς ἄλλους παρεισάγειν τοὺς μερικὰς ὄντας ἑνάδας καὶ μερικὰς ἀγαθότητας, οὕτω δὲ καὶ μερικοὺς θεούς; ἢ γὰρ ἐκεῖνος πᾶσαν προείληφεν ἀγαθότητα καὶ δύναται πάντα ἀγαθύνειν, τοῦτο δὲ καὶ βούλεται καὶ ἐνεργεῖ πάντως καὶ ἔστιν οὕτω παντοδύναμος καὶ παντάγαθος, καὶ περιττοὶ λοιπὸν οἱ ἄλλοι· ἢ εἰ μὴ οὗτοι περιττοὶ ἀλλὰ συντελοῦσιν ἀγαθότητάς τινας ἀφ’ ἑαυτῶν χορηγοῦντες τοῖς οὖσιν, οὐ παντοδύναμος ἐκεῖνος οὐδὲ παντάγαθος οὐδ’ ἄρα ἁπλῶς τἀγαθὸν οὐδὲ τὸ ἕν, ὅτι μὴ μόνος, οὐδὲ θεὸς πρώτιστος, ἀλλ’ εἴπερ ἄρα μερικὸς κἀκεῖνος καὶ τῶν πολλῶν εἷς. ἀλλ’ ὁ καθ’ ἡμᾶς εἷς ἐν τριάδι θεὸς οὐ τῶν πολλῶν εἷς ἀλλ’ εἷς ὁ αὐτὸς καὶ μόνος· πλὴν γὰρ αὐτοῦ οὐκ ἔστιν ἄλλος.

ἀλλ’ οὐδ’ ὅτι καὶ τριὰς ὁ αὐτὸς διὰ τοῦτο τὶς ἀγαθότης ἢ τὶς ἑνάς ἐστιν ἕκαστον τῶν τριῶν καὶ οὕτω μερικὸς θεὸς καὶ τῶν πολλῶν εἷς, ἵνα καὶ τρεῖς θεοὶ λέγωνται, ἀλλὰ καὶ ἕκαστον τῶν τριῶν οὐδὲν ἧττον ἢ τὰ τρία ὁ εἷς καὶ ὅλος θεός ἐστιν· ἀμέριστος γὰρ ἡ θεότης καὶ ὅλη ἔν τε τοῖς τρισὶν ἐπ’ ἴσης καὶ ἐν ἑκάστῳ τῶν τριῶν. οὐ μὴν οὐδ’ ὅτι ἐκ τοῦ πατρὸς ὁ υἱὸς καὶ τὸ πνεῦμα διὰ τοῦτο τὸν μὲν πρῶτον καὶ μόνον τὸ ἓν εἶναι καὶ τἀγαθὸν ῥητέον, τῶν δὲ ἕκαστον κατά τι ἐνδεῖν τοῦ πρώτου, ὡς μὴ καὶ τούτων ἕκαστον τὸ ἓν καὶ τἀγαθὸν εἶναι· οὐ γὰρ ἐλαττόνων ἑαυτοῦ κατὰ τὴν οὐσίαν πατέρα τὸν πατέρα λέγειν ἡ θεοπρεπής τε καὶ εὐσεβὴς ἔννοια δίδωσιν, ἀλλ’ ὅπερ ἐστὶν ὁ πατήρ, τοῦτο καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα, πλὴν μόνης τῆς πατρικῆς ἰδιότητος.

ρλδʹ. Πᾶς θεῖος νοῦς νοεῖ μὲν ὡς νοῦς, προνοεῖ δὲ ὡς θεός ... 118,20-32 Ὁ θεός, ὥσπερ καὶ πάντα τὰ ὄντα ἐστὶν ὑπερουσίως δηλονότι καὶ κατ’ αἰτίαν, καὶ οὐδὲν τῶν ὄντων ἐστὶ κατὰ τὴν πρὸς τὰ ὄντα ὑπεροχήν, οὕτω καὶ νοῦς ἐστι καὶ οὐκ ἔστι νοῦς, ὡς ὑπέρνοος. οὕτω γοῦν καὶ προνοεῖ τῶν ὄντων τῆς προνοίας ἐν αὐτῷ μόνῳ πρὸ πάσης νοητικῆς ἐνεργείας ἱσταμένης. πᾶς δὲ νοῦς ἐξ ἐκείνου παρηγμένος, εἰ καὶ θεῖος κατὰ μετοχὴν ἐκείνου ἐστί τε καὶ λέγεται, νοεῖ μὲν τὰ ὄντα καθ’ αὑτόν, οὐ προνοεῖ δέ, ἀλλ’ εἴπερ ἄρα τῇ θείᾳ προνοίᾳ δουλοπρεπῶς ὑπηρετεῖται· δοῦλα γὰρ τὰ σύμπαντα τῷ θεῷ, ὅς ἐστι πατὴρ καὶ υἱὸς καὶ πνεῦμα τὸ ἅγιον. εἰ δέ που καὶ θεοὶ καὶ κύριοι εἶναι λέγονται οἱ θεῖοι νόες, ὡς ἐν τῷ Ἀποστόλῳ· ὥσπερ δὴ καί εἰσι θεοὶ καὶ κύριοι πολλοί, ἀλλὰ καταχρηστικῶς οὕτω καὶ οὐ κυρίως κατονομάζονται, ὡς εὐθὺς ὁ αὐτὸς ἐδήλωσε διὰ τῆς ἐπαγωγῆς ἀπόστολος εἰπών· ἀλλ’ ἡμῖν εἷς θεός, ὁ κυρίως δηλονότι καὶ ἀληθῶς καὶ ὢν θεὸς καὶ λεγόμενος.

ρλεʹ. Πᾶσα θεία ἑνὰς ὑφ’ ἑνός τινος μετέχεται τῶν ὄντων ἀμέσως, καὶ πᾶν τὸ ἐκθεούμενον εἰς μίαν ἑνάδα θείαν ἀνατείνεται· καὶ ὅσαι αἱ μετεχόμεναι ἑνάδες, τοσαῦτα καὶ τὰ μετέχοντα γένη τῶν ὄντων ... 120,1-16.

Ἡ μία καὶ μόνη ἑνὰς ἡ αὐτὴ καὶ τριάς, ἡ πάντων αἰτία καὶ πάντα ἐν ἑαυτῇ προέχουσα καὶ παράγουσα καὶ συνέχουσα καὶ πρὸς ἑαυτὴν ἐπιστρέφουσα, αὕτη καὶ διὰ πάντων χωροῦσα καὶ πάντα πληροῦσα ἑαυτῆς καὶ πᾶσι παροῦσα ἀμιγῶς ἀκράτως ἀσυνάπτως ἀσυγχύτως ἀναλλοιώτως, τὸ ὅλον εἰπεῖν ἀχράντως· τῶν γὰρ σωμάτων αἱ μίξεις, αἱ κράσεις, αἱ συναφαί, αἱ συγχύσεις, αἱ ἀλλοιώσεις, ἡ δὲ ἀσώματος. οὕτω καὶ ὑπὸ πάντων μετέχεται, καὶ οὐδὲν αὐτὴν δύναται κωλῦσαι τοῦ μὴ καὶ πᾶσιν ἀμέσως ἑνοῦσθαι· ὅπερ οὖν καὶ πεποίηκεν, ἡμῖν ἀφράστως καὶ ὑπὲρ πάντα λόγον καὶ πᾶσαν ἔννοιαν ἑνωθείσης μιᾶς τῶν ὑπεραγίων αὐτῆς ὑποστάσεων ἤγουν τοῦ υἱοῦ καὶ λόγου, τοῦ δι’ ἡμᾶς καὶ τὴν ἡμῶν σωτηρίαν ἐνανθρωπήσαντος καὶ οὕτω μὲν τὴν φύσιν ἡμῶν, ἣν προσείληφεν ἐκ τῶν παρθενικῶν αἱμάτων, θεώσαντος, ὑποσχομένου δὲ καὶ παντὶ τῷ φυλάσσοντι τὰς σωτηρίους αὐτοῦ ἐντολὰς αὖθις ὅλην παρεῖναι καὶ μονὴν παρ’ αὐτῷ ποιεῖν.

ρλϛʹ. Πᾶς θεὸς ὁλικώτερος μὲν ὑπάρχων καὶ ἐγγυτέρω τοῦ πρώτου τεταγμένος ὑπὸ ὁλικωτέρου γένους τῶν ὄντων μετέχεται, μερικώτερος δὲ καὶ πορρώτερον, ὑπὸ μερικωτέρου· καὶ ὡς τὸ ὂν πρὸς τὸ ὄν, οὕτως ἡ ἑνὰς πρὸς τὴν ἑνάδα τὴν θείαν ... 120,17-120,30 Ὢ τῶν πολλῶν θεῶν, ὢ τῶν ὁλικωτέρων, ὢ μάλιστα τῶν μερικωτέρων, ὢ τῶν ἐγγυτέρων, ὢ τῶν πορρωτέρων. καὶ ὅρα ὅπως εἰς σωματικὰς ἐννοίας ἀπολισθαίνει πανταχοῦ ὁ φιλόσοφος, ἢ τάχα τοὺς θείους ἀγγέλους λέγει θεοὺς καὶ θείας τάξεις τὰ τούτων τάγματα· ἴσως δὲ καὶ τούτοις ἁρμόζουσιν αἵ τε ὁλικότητες καὶ αἱ μερικότητες, αἵ τε ἐγγύτητες καὶ αἱ πορρότητες· εἰ γὰρ καὶ ἄυλοί εἰσι καὶ ἀσώματοι, ἀλλ’ οὔτι γε καὶ ἀπερίγραπτοι καὶ ἀνούσιοι εἴτουν ὑπερούσιοι· μόνον γὰρ τοιοῦτον τὸ θεῖον. ἀλλ’ οὐ θεοὶ οὗτοι, οὔτε τῶν ὄντων οὔτε τῶν ὁλικωτέρων οὔτε τῶν μερικωτέρων αἴτιοι, οὐ τοίνυν οὐδ’ ὑπὸ τῶν ὄντων μετέχονται, ἀλλὰ πάντες εἰσίν, ὥς φησιν ὁ θεῖος Ἀπόστολος, λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. οὕτω δὲ καὶ παραστάται τῆς θείας δόξης τυγχάνοντες καὶ κατὰ τὴν οἰκείαν ἕκαστοι τάξιν αὐτοὶ πρῶτοι μετέχοντες τῶν θείων ἐλλάμψεων ἀλλήλοις μὲν πρῶτον εἶτα καὶ ἡμῖν τὰς θείας διαπορθμεύουσι μετοχάς.

ρλζʹ. Πᾶσα ἑνὰς συνυφίστησι τῷ ἑνὶ τὸ μετέχον αὐτῆς ὄν ... 120,31-122,6 Ἡ μία καὶ μόνη ἑνὰς ἐκείνη ἐστὶ καὶ τὸ ἕν, ἐκείνη καὶ πάντων ὑποστάτις οὖσα τῶν ὄντων, πάντα ἑνίζει καθ’ ἑαυτὴν καὶ ὑπὸ πάντων οὕτω μετέχεται. ἐκείνη καὶ ἕν ἐστι καὶ οὐχ ἕν, τὸ μὲν ὡς πάντα ἑνίζουσα καὶ μόνη πάντων ἐν τῇ καθ’ αὑτὴν ὑπεριδρυμένῃ ἁπλότητι, τὸ δὲ ὡς ὑπὲρ πᾶν ἕν, ἔτι δὲ καὶ ὅτι τρία, ἀλλὰ δὴ καὶ τρία καὶ οὐ τρία, τὸ μὲν ὅτι πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, τὸ δὲ ὡς ὑπὲρ ἀριθμὸν πάντα, καὶ ὅτι ἕν τε καὶ πρὸ παντὸς ἑνός.

ρληʹ. Πάντων τῶν μετεχόντων τῆς θείας ἰδιότητος καὶ ἐκθεουμένων πρώτιστόν ἐστι καὶ ἀκρότατον τὸ ὄν ... 122,7-20 Ἡ αὐτὴ καὶ τὸ πρώτιστόν ἐστι καὶ ἀκρότατον ὄν, ὡς ὅλον ἐν ἑαυτῇ συλλαβοῦσα τὸ εἶναι καὶ μηδὲν τούτου ὑπερόριον ἀπολείπουσα, καὶ πάλιν οὐκ ὄν ἐστιν, ὡς ὑπερόντως οὖσα· οὔκουν αὐτὸ τὸ πρώτιστον ὄν, ὅπερ οὐδὲν ἄλλο ἢ ὁ θεός ἐστιν, ἐκθεοῦται. ὥσπερ γὰρ τὸ ἕν, οὕτω καὶ τὸ ὂν ὁ θεός· καὶ ταῦτα αὐτὸς ἑαυτὸν ὁ θεὸς ὠνόμασε, ἐγώ εἰμι, λέγων, ὁ ὤν, κύριος ὁ θεός σου κύριος εἷς ἐστι, καὶ ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν ἄλλος. θεοῦνται δὲ πάντως κατὰ μετοχὴν ἐκείνου οἱ καὶ τὸ εἶναι ἐξ αὐτοῦ ἔχοντες καὶ τὸ νοεῖν καὶ τὸ ζῆν καὶ ἀπὸ τῆς πολυσχιδοῦς οὐσίας ἢ ζωῆς ἢ νοήσεως πρὸς αὐτὸν δι’ ἀναλόγου τῆς ἁπλότητος ἐπιστρέφοντες εἴτουν ἑνιζόμενοι.

ρλθʹ. Πάντα τὰ μετέχοντα τῶν θείων ἑνάδων, ἀρχόμενα ἀπὸ τοῦ ὄντος, εἰς τὴν σωματικὴν τελευτᾷ φύσιν· τὸ γὰρ πρῶτόν ἐστι τῶν μετεχόντων τὸ ὄν, ἔσχατον δὲ τὸ σῶμα καὶ γὰρ σώματα θεῖα εἶναί φαμεν ... 122,21-33 Πάντα τῆς μιᾶς καὶ μόνης ἑνάδος μετέχει ἀπὸ τοῦ ὄντος ἀρχόμενα καὶ εἰς τὴν σωματικὴν τελευτῶντα φύσιν, καὶ οὐκ ἀνάγκη τοῖς πολλοῖς οὖσι καὶ τοῖς πολλοῖς νοῖς καὶ ταῖς πολλαῖς ψυχαῖς καὶ τοῖς πολλοῖς σώμασι πολλὰς καὶ τὰς μετεχομένας ὑπ’ αὐτῶν ἑνάδας καὶ διαφόρους συνυφιστᾶν. μερίζεται γὰρ ἀμερίστως ἡ μία ἑνὰς καὶ μετέχεται ἀμεθέκτως ὑπὸ τῶν πολλῶν ἑνιαίως καὶ ὑπὸ τῶν διαφόρων ἀδιαφόρως, ταῦτα μὲν κατὰ τὴν οἰκείαν φύσιν, ἐκεῖνα δὲ κατὰ τὰς τῶν μετεχόντων. τὸ μὲν οὖν πρώτιστον καὶ ὑπερόντως ὂν καὶ πάντων αἴτιον τῶν ὄντων οὐδὲν ἄλλο ἀλλ’ ἢ αὐτή ἐστιν ἡ πρώτη καὶ μόνη ἑνάς, ὡσαύτως δὲ καὶ ὁ πρώτιστος καὶ ὑπέρνοος καὶ πάντων νόων αἴτιος νοῦς· ψυχὴ δὲ λογική τε καὶ νοερὰ καὶ ὄντως θεία, πρὸς δὲ καὶ σῶμα κατὰ ταύτην ἐμψυχωμένον καὶ αὐτὸ θεῖον ὡσαύτως μόνον ἂν εἴη καὶ λέγοιτο κυριώτατον τὸ ἐξ ὅλης τῆς ἡμῶν φύσεως προσληφθὲν τῷ θεῷ λόγῳ φύραμα καὶ ὑποστὰν ἐν αὐτῷ καὶ θεωθὲν ἐξ αὐτῆς τῆς προσλήψεως εἴτουν τῆς καθ’ ὑπόστασιν ἑνώσεως ἀσυγχύτως ἀτρέπτως ἀναλλοιώτως, ὅπερ ἐστὶ σὰρξ ἐμψυχωμένη, ψυχὴ λογική τε καὶ νοερὰ ἤγουν φύσις ἀνθρωπίνη τελεία ἀφράστως ἑνωθεῖσα τῇ θείᾳ φύσει.

ταύτης δὲ τῇ κοινωνίᾳ τῆς φύσεως γίνονταί τε καὶ λέγονται θεῖαι κατὰ χάριν αἱ τῶν ἁγίων ψυχαὶ καὶ θεῖα ὡσαύτως τὰ σώματα. τῶν ἄλλων δὲ ψυχῶν καὶ σωμάτων οὐδ’ αὐτῶν γε τῶν οὐρανίων οὐδὲν οὔτε πρώτως καὶ κυρίως θεῖον, ὡς τὸ ἐξ ἡμῶν πρόσλημμα τοῦ λόγου, οὔτε δευτέρως καὶ κατὰ χάριν, ὡς οἱ ἅγιοι, οὔτε γίνονται οὔτε λέγονται.

Ὅρα γοῦν ὅτι καὶ οὗτος ἀναποδείκτως τὸ ἐν ἀρχῇ αἰτηθὲν λαμβάνει· καὶ γάρ φησι· σώματα θεῖα εἶναί φαμεν ἀπὸ τοῦ ὄντος. ἄρχεσθαι δὲ ἀεὶ τὰ μετέχοντα τῆς μιᾶς καὶ μόνης ἑνάδος καὶ ἡμεῖς φαμεν, οὐκ ἄλλο τι τὸ ὂν νοοῦντες παρὰ τοὺς θείους νόας, ἀλλ’ αὐτὰς ἐκείνας εἶναι τοῦτο τὰς νοερὰς οὐσίας, ὡς ἀπὸ τοῦ ὑπερόντος ὄντος μετὰ τὸ ὑπ’ ἐκείνου παραχθῆναι τὸ ὄντως εἶναι λαχούσας καὶ μηκέτι τοῦ εἶναι ἀποπιπτούσας, αἳ δὴ καὶ μάλιστα μετέχουσι τῆς θειότητος, ὡς καὶ οὖσαι καὶ ζῶσαι καὶ νοοῦσαι, ἐπεὶ τὸ ἁπλῶς ὂν καὶ μήτε νοοῦν μήτε ζῶν οὐκ ἂν πρῶτον λέγοιτο τῶν μετεχόντων ἀλλὰ μᾶλλον ἔσχατον, ὡς κατὰ μόνον τὸ εἶναι μετέχον.

ρμʹ. Πᾶσαι τῶν θεῶν αἱ δυνάμεις ἄνωθεν ἀρχόμεναι καὶ διὰ τῶν οἰκείων προϊοῦσαι μεσοτήτων μέχρι τῶν ἐσχάτων καθήκουσι καὶ τῶν περὶ γῆν τόπων ... 124,1-18 Ἡ πανταίτιος καὶ παντοδύναμος καὶ δυναμοποιὸς μία τε καὶ θεία δύναμις ἄνωθεν ἀρχομένη καὶ διὰ τῶν ἐν μέσῳ πάντων προϊοῦσα μέχρι καὶ τῶν ἐσχάτων καὶ αὐτῶν τῶν ἐπιγείων καθήκει πᾶσιν ἀεὶ παροῦσα, πάντα δυναμοῦσα καὶ πληροῦσα ἑαυτῆς καὶ συνέχουσα ἐν ἑαυτῇ καὶ ὑπὸ πάντων μετεχομένη, καθόσον ἕκαστον μετέχειν αὐτῆς δύναταί τε καὶ τέτακται.

ρμαʹ. Πᾶσα πρόνοια θείων ἡ μὲν ἐξῃρημένη τῶν προνοουμένων ἐστίν, ἡ δὲ συντεταγμένη ... 124,19-26 Τῷ πλήθει τῶν οὐκ ὄντων θεῶν καὶ ἡ κατ’ αὐτοὺς πρόνοια συμπληθύνεται καὶ εἰς ἅπαν σκεδαννυμένη εἰς τὸ μηδόλως εἶναι συμπροχωρεῖ. ἡμῖν δὲ ἡ τοῦ ἑνὸς θεοῦ μία πρόνοια ἑνιαίως πᾶσι τοῖς οὖσιν ἐπιστατεῖ, ὅλην ἑαυτὴν ἑκάστῳ παρέχουσα κατὰ τὴν ἑκάστῳ νενεμημένην ὕπαρξιν καὶ τὴν τῆς τάξεως ἰδιότητα καὶ πάντων ὡσαύτως ὑπερεξῃρημένη καὶ ὑπερηπλωμένη κατὰ μίαν τὴν πρὸς πάντα ἴσην ὑπεροχήν.

ρμβʹ. Πᾶσι μὲν οἱ θεοὶ πάρεισιν ὡσαύτως· οὐ πάντα δὲ ὡσαύτως τοῖς θεοῖς πάρεστιν, ἀλλ’ ἕκαστα κατὰ τὴν αὐτῶν τάξιν τε καὶ δύναμιν μεταλαγχάνει τῆς ἐκείνων παρουσίας, τὰ μὲν ἑνοειδῶς, τὰ δὲ πεπληθυσμένως, καὶ τὰ μὲν ἀϊδίως, τὰ δὲ κατὰ χρόνον, καὶ τὰ μὲν ἀσωμάτως, τὰ δὲ σωματικῶς ... 124,27-126,7 Ὁ μὲν εἷς θεὸς εὐλόγως ἂν λέγοιτο πᾶσι παρεῖναι ὡσαύτως, ἐπεὶ καὶ εἷς καὶ ὁ αὐτός ἐστιν, ἀπαράλλακτος πάντῃ μένων καὶ ἀναλλοίωτος, αὐτός τε πρὸς ἑαυτὸν ἀδιάφορος, κἂν ὑπὸ πλειόνων καὶ διαφόρων μετέχηται καὶ ἐν πᾶσι οὕτω παρῇ· οἱ δὲ πολλοὶ καὶ διαφέροντες ἀλλήλων κατὰ τὰς ἐνεργείας, ὡς ὁ σοφὸς οὗτος ἐν τῷ ρλαʹ κεφαλαίῳ ἀπέδειξεν ἑκάστῳ τῶν θεῶν οἰκείαν ἐνέργειαν ἀποδούς, ἀκολούθως δὲ πάντως καὶ κατὰ τὰς δυνάμεις καὶ κατὰ τὰς οὐσίας ὧν γὰρ ἡ ἐνέργεια οὐ μία τούτων οὐδ’ ἡ δύναμις μία οὐδ’ ἡ οὐσία, ἔτι δὲ καὶ κατὰ τὰς τῶν τάξεων ἰδιότητας καὶ τὰς πρὸς τὸ ἓν ἐγγύτητας καὶ πορρότητας καὶ τὸ τοὺς μὲν ὁλικωτέρους εἶναι, τοὺς δὲ μερικωτέρους, οἱ τοιοῦτοι καὶ τοσαύταις ἀλλήλων διαφοραῖς διαφέροντες, πῶς ἂν ὡσαύτως πᾶσι παρεῖεν, καὶ οὐχὶ ὁ μὲν οὕτως, ὁ δὲ οὕτως κατὰ τὴν οἰκείαν ἕκαστος διαφοράν τε καὶ ἰδιότητα;

ἡμῖν δὲ ἡ τριὰς οὐ τρεῖς θεοὶ οὐδὲ διάφοροι πρὸς ἀλλήλους, ἀλλ’ εἷς τὰ τρία θεός, καθότι καὶ μία τῶν τριῶν οὐσία τε καὶ δύναμις καὶ ἐνέργεια καὶ σύνταξις μία, καὶ οὐ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον, οὐδὲ τὸ μὲν ὁλικώτερον, τὸ δὲ μερικώτερον, οὐδὲ τόδε τοῦδε πρὸς τὴν ἀρχὴν ἐγγύτερον ἢ πορρώτερον, ἀλλ’ ἅμα τὰ τρία ὑπερηνωμένα ὅλα δι’ ὅλων ἀσυγχύτως, τούτῳ μόνῳ διαφέροντα ἀλλήλων τῷ τὸ μὲν ἀρχὴν εἶναι, τὰ δὲ ἀπὸ τῆς ἀρχῆς, τὸ μὲν γεννητῶς, τὸ δὲ ἐκπορευτῶς, καθὰ καὶ ὁ μὲν πατήρ, ὁ δὲ υἱός, τὸ δὲ πνεῦμα ὀνομάζονται, ὡς ἅμα τῇ ἑνώσει συνθεωρεῖσθαι καὶ τὴν διάκρισιν.

Ὁ μὲν θεός, καθὸ εἷς καὶ ὁ αὐτός, πᾶσι τοῖς οὖσι ὡσαύτως πάρεστιν, οὐ πάντα δὲ ὡσαύτως μεταλαγχάνει τῆς τοῦ θεοῦ παρουσίας ἀλλ’ ἕκαστα κατὰ τὴν ἑαυτῶν τάξιν τε καὶ δύναμιν, μετρουμένης τῆς ἑκάστων ἐν τῷ θεῷ παρουσίας τῇ κατὰ δύναμιν ἑκάστου μεθέξει, καθ’ ἣν καὶ παρεῖναι τῷ θεῷ λέγεται.