Πᾶς θεός, ἀφ’ ἧς ἂν ἄρξηται τάξεως ἐκφαίνειν ἑαυτόν, πρόεισι διὰ πάντων τῶν δευτέρων, ἀεὶ μὲν πληθύνων τὰς ἑαυτοῦ μεταδόσεις καὶ μερίζων, φυλάττων δὲ τὴν ἰδιότητα τῆς οἰκείας ὑποστάσεως ... (110,29-112,13) Ὁ θεὸς ἀεὶ ὤν, μᾶλλον δὲ προών, κατὰ τὴν ἄρρητον αὐτοῦ καὶ κρυφίαν καὶ ἀκατάληπτον οὐσίαν τε καὶ δύναμιν καὶ ἐνέργειαν ἐκφαίνειν ἑαυτὸν ἄρχεται, ἐπειδὰν βουλήσει παράγοι τὰ ὄντα, οὐκ ἀπὸ τῆς δέ τινος τῆς τάξεως ἀρχόμενος, ἀλλ’ αὐτὸς ἐν τῷ παράγειν ἕκαστα καὶ τὴν οἰκείαν καὶ προσήκουσαν ἑκάστῳ τάξιν ἀφορίζων, ὡς εἶναι τῶν παραγομένων τὰ μὲν πρῶτα, τὰ δὲ δεύτερα, τὰ δὲ τρίτα, καὶ πολλοστά, καὶ οὕτω διὰ πάντων προϊὼν καὶ τὰ πάντα πληρῶν ἀμιγῶς ἀχράντως ἀπεριγράπτως ταῖς ἑαυτοῦ μεταδόσεσι, καὶ πληθύνων μὲν καὶ μερίζων τὰς μεταδόσεις, αὐτὸς δὲ μένων ἀπλήθυντος καὶ ἀμέριστος καὶ τὸ ὅλον εἰπεῖν εἷς καὶ ὅλος κατὰ τὴν ἰδιότητα τῆς οἰκείας φύσεως, καὶ οὐχ αἱ πρόοδοι πληθύνουσιν αὐτόν, αἱ γινόμεναι τὸν προόντα, καθὼς ὁ σοφὸς οὗτος βούλεται, ἀλλ’ αὐτὸς τὰς προόδους ποιούμενος, αὐτὸς καὶ ταύτας καὶ τὰ κατὰ ταύτας παραγόμενα πληθύνει διὰ περιουσίαν δυνάμεως καὶ ἀγαθότητος, ἀπὸ τῶν πρώτων ἀρχόμενος καὶ προϊὼν καθ’ ὑπόβασιν μέχρι καὶ τῶν ἐσχάτων, καθόσον πρόεισιν ἐν ταῖς ὑποβάσεσι κατὰ τοσοῦτον μᾶλλον πληθύνων τὰ παραγόμενα, ὡς καὶ κοινωνεῖν ἀλλήλοις ταῦτα καὶ διαφέρειν ἀλλήλων, τὸ μὲν ταὐτότητι, τὸ δὲ ἑτερότητι, ταὐτιζομένων μὲν τῶν ὑποβεβηκότων τοῖς πρὸ αὐτῶν οὐ διὰ τὴν συνέχειαν μᾶλλον ἢ τὴν τοῦ παράγοντος ἑνότητα καὶ ταὐτότητα, διαφερομένων δὲ πρὸς ἐκεῖνα διὰ τὴν ὕφεσιν καὶ τὴν ἄνωθεν ἐκ τῆς πρώτης ἀρχῆς ἐνδιδομένην τοῖς πᾶσι διάκρισιν, ἵνα μὴ συγχέηται.