ρπεʹ. Πᾶσαι μὲν αἱ θεῖαι ψυχαὶ θεοί εἰσι ψυχικῶς, πᾶσαι δὲ αἱ τοῦ νοεροῦ μετέχουσαι νοῦ θεῶν ὁπαδοὶ ἀεί, πᾶσαι δὲ αἱ μεταβολῆς δεκτικαὶ θεῶν ὁπαδοὶ ποτέ ... 162,1-12 Ὅτι μὲν οὐδένα περὶ τῆς ἀλόγου ψυχῆς ποιεῖται λόγον, διὰ τῶν εἰρημένων ἡμῖν δῆλον· τὸ δὲ τὴν λογικὴν ψυχήν, ταὐτὸν δὲ εἰπεῖν τὴν ἀνθρωπίνην, οὕτω διαιρεῖν, ὡς τὰς μὲν λέγειν θείας εἴτουν θεοὺς ψυχικῶς εἶναι, τὰς δὲ νοερὰς εἴτουν θεῶν ὁπαδοὺς ἀεί, τὰς δὲ μεταβαλλούσας ἐπὶ τὸ χεῖρον, τί ἂν ἄλλο εἴη ἢ τὰς μὲν ἀποκληρωτικῶς φύσει τοιάσδε, τὰς δὲ τοιάσδε λέγειν εἶναι· καὶ τὸ ψυχικῶς γὰρ τοῦτο πάντως δηλοῦν βούλεται, τὸ κατὰ τὴν τῆς ψυχῆς φύσιν. τούτου δὲ δοθέντος οὔτ’ ἂν ἡ θεία δοξασθείη δικαίως, ὅτι ὅπερ ἦν φύσει, τοῦτο οὖσα διαμεμένηκεν, οὐθ’ ἡ λαχοῦσα τὴν ἐπὶ τὸ χεῖρον μεταβολὴν κολασθείη, ὅτι μετέβαλεν· ἑκατέρα γὰρ τὸ οἰκεῖον κατὰ φύσιν τετήρηκεν, ὡς ἀναιρεῖσθαι μὲν ἐντεῦθεν τὸ τῆς ψυχῆς αὐτεξούσιον, συναναιρεῖσθαι δὲ καὶ τὴν θείαν κρίσιν, καὶ τὴν αἰτίαν δὲ τῆς μεταβολῆς τῶν φύσει ταύτην ὑφισταμένων ἐπὶ τὸν αἴτιον τῆς φύσεως ἀναφέρεσθαι. εἰ δὲ ταῦτα ἄτοπα, καὶ ἡ ψυχὴ αὐτεξούσιος εἶναι ἀνωμολόγηται, ἥ γε λογική, καθ’ ὃ μάλιστα καὶ αὐτοκίνητος, εἴρηται· οὔτε ἄρα φύσει τὶς θεία καὶ καθ’ αὑτὴν θεὸς οὔτε φύσει μεταβλητὴ τίς, ἀλλ’ αὐτοπροαίρετος πᾶσα.