Ἵνα γὰρ ἐν τῷ παρόντι παρῶ τὰ πάλαι πανταχόσε κατορθωμένα σοι· ἔδει γὰρ πάντα σε τὸν κύκλον τῆς οἰκουμένης ἐν τούτοις περιλαβεῖν, τὰ πρὸς ἕω, πρὸς βορράν, πρὸς δύσιν, πρὸς θάλασσαν· οἷον γὰρ καὶ τὸ καθ’ αὐτὴν τὴν θάλασσαν· Χριστοῦ μὲν μόνου πάντως τὸ ταύτην ἐπιτιμᾶν ἀγριαίνουσαν, καὶ σιώπα, πεφίμωσο λέγειν καὶ ἔχειν εὐήκοον· νῦν δὲ καὶ τοῦτο σόν· ταύτην γὰρ πρὸ τοῦδε δεινῶς ἐπεγειρομένην, καὶ μικρὸν ὅσον καταποντίζειν ὡς πλοῖον τὴν καθ’ ἡμᾶς νῆσον αὔτανδρον ἀπειλοῦσα, ὡς πάλαι τὸ φέρον τοὺς μαθητάς, οἰκονομικῶς ὑπνοῦντος τοῦ τὸ σώζειν ἔχοντος κυβερνήτου καὶ διδασκάλου, καὶ αὐτὸς θεομιμήτως ὡς ἐνῆν κατεστόρεσας, τὴν ἐν ἄλλοις πολλοῖς οὖσι κἀκείνοις καὶ σφόδρα κατεπείγουσιν ἀσχολίαν, πρὸς δὲ πρόνοιαν τῆς θαλάσσης, ὡς εἰκός, δοκοῦσαν ἀργίαν ὥσπερ ὕπνον ἐκτειναξάμενος καὶ ἠρεμίαν ἐγκελευσάμενος ταύτῃ τε καὶ τῷ ταύτην ἡμῖν ἐκταράσσοντι τυφωνικῷ πνεύματι, καὶ εἰς γαληναίαν αὔραν μεταστησάμενος· καὶ τοῦτο δ’ οὖν ὅμως, καίτοι τοιοῦτον ὄν, ἐάσθω· ἀλλὰ τὰ χθές που καὶ πρότριτα πρὸς ἀνίσχοντα πάλιν ἥλιον, ὅπερ, ἀθρόον ἐπιφανεὶς ὡς ἄλλος τις ἥλιος, νῦν μὲν Κίλιξι, νῦν δὲ τοῖς κατ’ Ἀντιόχειαν Σύροις, τὸ τηνικαῦτα κρατοῦν ἐν ἑκατέροις νυκτῶδες σκότος τῆς τυραννίδος ἀπήλασας τῇ ἐπιλάμψει τῶν ἡμεροφαῶν καὶ θεολαμπῶν ἀκτίνων σου· ἤδη δὲ καὶ τῶν Περσικῶν ὁρίων ἱκανὴν μοίραν ἐπιπολεύσας κατηύγασας· ἔτι δὲ καὶ τὰ νῦν αὖθις πρὸς ἕω κατειργασμένα σοι κατὰ τῶν δυσσεβεστάτων Ἰσμαηλιτῶν, τῶν τέως μὲν ὑποσπόνδων τῷ κράτει σου, ἐπὶ κακῷ δὲ τῆς ἑαυτῶν κεφαλῆς πτέρναν ἀράντων καὶ παρασπονδησάντων καὶ τὴν σὴν πρὸς ἡμᾶς ἀνάζευξιν ἐπιτηρησάντων· οὕτω τε λάθρα τῇ οὐραγίᾳ τοῦ περιλειφθέντος ἐκεῖ στρατεύματος ἐπιστρατευσάντων· τὴν εὐβουλίαν, καθ’ ἣν ἀδοκήτως αὐτοῖς ἐπέστης, τὴν εὐτολμίαν, τὴν ἀνδρίαν, καθ’ ἃς μόνος αὐτὸς προεκδραμὼν τοῦ στρατεύματος, εἷς ἐδίωξας χιλίους κατὰ τὸ λόγιον, καὶ συρραγεὶς τοῖς τοσούτοις τοὺς μὲν ἀνεῖλες, τοὺς δὲ συνέσχες, τοὺς δὲ φυγάδας ἢ καὶ τραυματίας ἀφῆκας οἴχεσθαι· τά τε τῆς ὅλης τηνικαῦτα στρατιᾶς, ὅσα καὶ μόνον ἀπαριθμῆσαι μακροτέρου δέοιτ’ ἂν λόγου· καὶ ὡς οὐ μόνον ὑποσπόνδους ἐντεῦθεν ἔσχες τοὺς ἁπανταχῆ τῆς ἑῴας ἡγεμονεύοντας, ἀλλὰ καὶ πάντα δουλείας ζυγὸν τυραννικὸν καὶ ἀλλότριον εἰς τέλος συνέτριψας, καὶ πᾶσαν ἐν βραχεῖ τὴν ἀρχαίαν Ῥωμαίων ἀρχὴν ἐπὶ πλεῖστον ὅσον διασκεδασθεῖσαν καὶ μερισθεῖσαν ὑφ’ ἓν συνῆψας καὶ ἀνεκτήσω.