Τί τοίνυν, ὦ οὗτος, στρεφέσθω γὰρ λοιπὸν ὁ λόγος πρός σε, τί δεινῶς τὴν θείαν θυσίαν περιεργάζῃ; Τί τοὺς θεοκρίτους ἀνακρίνεις ἱερομύστας, τούς τε ἄλλους καὶ τὸν φερωνύμως μέγαν καὶ ὑψίνουν Βασίλειον καὶ Ἰωάννην τὸν Χρυσορρήμονα, παραχαράττων τὰ τῆς μυστικῶς ἐπᾳδομένης εὐχῆς, αὐτοῖς τε καὶ πᾶσι τοῖς κατ’ αὐτοὺς ἱεροθύταις, ἐπὶ τῇ προθέσει τῶν θείων δώρων ἀκροτελεύτια ταῦτα ῥήματα, Σὺ εἶ ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδεχόμενος Χριστὲ ὁ Θεὸς ἡμῶν; Ἢ γὰρ οὐ παραχαράττεις, ὁπότε μόνῳ φὴς τῷ Πατρὶ τὰ θεῖα δῶρα προσάγεσθαι, μὴ μέντοι καὶ αὐτῷ τῷ μονογενεῖ τῷ προσφέροντι μὲν ὡς ἀρχιερεῖ, προσφερομένῳ δὲ ὡς αὐτῷ ὄντι τὰ προσφερόμενα κατὰ τὸ ἀνθρώπινον, προσδεχομένῳ δὲ ταῦτα ὡς Θεῷ. Εἰ γὰρ μὴ καὶ αὐτῷ, πῶς ὁ αὐτὸς οὐ προσφέρων μόνον καὶ προσφερόμενος, ἀλλὰ καὶ προσδεχόμενος λέγεται; Ἢ γὰρ ἀληθῶς τό, προσδεχόμενος λέγεται, καὶ δέχου τό, καὶ αὐτῷ τὴν θυσίαν προσάγεσθαι, ἢ τοῦτο μὴ δεχόμενος, ἴσθι παραχαράττων τὸ προσδεχόμενος. Οὔ, φησιν, ἀλλὰ τὸ λέγειν τὴν προσληφθεῖσαν τῷ Λόγῳ φύσιν μὴ τῷ Πατρὶ προσενηνοχέναι μόνον, ἀλλὰ καὶ τῇ θεότητι τοῦ μονογενοῦς τὸ οἰκεῖον αἷμα, οὐ μόνον ταῖς ἡμεδαπαῖς ἀρχαῖς ἀνακόλουθον, ἀλλὰ καὶ τὴν κατὰ Νεστόριον εἰσάγει διαίρεσιν.