Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Λόγοι δύο κατὰ αἱρετικῶν

Νικόλαος Μεθώνης

Η ορθόδοξη διδασκαλία περί της θυσίας του Θεανθρώπου

Ανάπτυξη της ορθοδόξου πίστεως για τη συνυποδοχή της θυσίας από ολόκληρη την Αγία Τριάδα. Αναίρεση της θεωρίας περί διπλού αγιασμού της σαρκός και αποφυγή νεστοριανικών πλανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 3 από 8

Ἀλλὰ σὺ μὲν οὕτως οὐδὲν ἀσφαλὲς οἶδας, οὐδὲ βέβαιον ἀποφαίνεσθαι, ὡς καὶ σαυτόν, ἐν οἷς τι βέβαιον παρορμᾷς εἰπεῖν, ἀνατρέπειν· ἐγὼ δὲ καὶ τὸν παντάπασιν ἀσφαλῆ λόγον ἤδη τε συνοπτικῶς ἐξεθέμην καὶ αὖ πλατύτερον διασαφήσω καὶ τὸ λαθόν, ὥς γε ἔοικε, καὶ διαφυγόν σε σφάλμα τῆς κατὰ σὲ τοῦ ἀλλοτρίου σφάλματος διορθώσεως, εἰς τὸ ἐμφανὲς παραστήσω. Ὁ Θεὸς Λόγος διὰ φιλανθρωπίαν γενόμενος ἄνθρωπος, ἵνα τὸν ἄνθρωπον, ὃν ἀπώλεσεν ἡ παράβασις καὶ ξένον Θεοῦ πεποίηκεν, ἀνασώσηται καὶ ἑαυτῷ οἰκειώσηται· αὐτὸς ὡς μὲν ἄνθρωπος καὶ θύτης γέγονεν ὁ αὐτὸς καὶ θῦμα καὶ προσφέρων καὶ προσφερόμενος, ἐφάπαξ μὲν κατὰ τὸν τοῦ πάθους καιρὸν ἑαυτὸν προσενέγκας, εἰς δὲ τὸ διηνεκὲς καθίσας ἐν τῇ δεξιᾷ τοῦ Θεοῦ, αὐτὸς ὢν ἡ δεξιὰ καὶ ὁ βραχίων ὁ ἅγιος. Οὐ γὰρ δὴ τοπικὴν ἐκεῖ καὶ σωματικὴν νοητέον τὴν δεξιάν, ἀλλ’ ὁ κατὰ τὴν οἰκονομίαν χρηματίσας ἄνθρωπος, φύσει Θεὸς ὢν ὁ αὐτὸς καὶ Υἱὸς καὶ Λόγος τοῦ Πατρός, ἐκάθισεν ἐπὶ θρόνου δόξης αὑτοῦ τε καὶ τοῦ Πατρὸς καθά φησι καὶ τὰ εὐαγγέλια πῆ μέν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὑτοῦ, πῆ δέ, ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὑτοῦ, ἀδιάφορον ὂν οὕτως ἢ οὕτως εἰπεῖν, διὰ τὸ τὴν δόξαν κοινὴν εἶναι καὶ μίαν ἀμφοῖν.

Ἐκάθισεν οὖν ὁ θεάνθρωπος Ἰησοῦς ἐν τῇ δεξιᾷ τοῦ Πατρός, τουτέστιν ἐν ἑαυτῷ· ταύτην δὲ καὶ πρόσφατον ἡμῖν καὶ ζῶσαν ὁδὸν ἐνεκαίνισεν εἰς τὰ ἅγια· πρόσφατον κατὰ τὸν χρονικὸν ἐκεῖνον τοῦ πάθους καιρόν· ζῶσαν κατὰ τὸν αἰῶνα τὸν ἀεὶ ὄντα· οὕτω δὲ καὶ αἰωνίαν ταύτην ἡμῖν εὕρατο λύτρωσιν διὰ τῆς ἐφάπαξ, ὡς εἴρηται, θυσίας αὑτοῦ, τὸ ἐμφανίζειν ἑαυτὸν ἀεὶ διὰ τῶν ἀεὶ τελουμένων παρὰ τῶν ἱερουργῶν θυσιῶν τῷ προσώπῳ τοῦ Θεοῦ, ἤγουν ἑαυτῷ. Αὐτὸς γάρ ἐστι καὶ πρόσωπον τοῦ Θεοῦ, ὁ χαρακτὴρ τῆς πατρικῆς ὑποστάσεως, ὃν ὁ ἑωρακὼς ἑώρακε τὸν Πατέρα.

Ὡς μὲν οὖν ἄνθρωπος οὕτω καὶ προσάγειν λέγεται καὶ προσάγεσθαι· ὡς δὲ καὶ Θεὸς ὁ αὐτὸς προσδέχεται τὴν παρ’ ἑαυτοῦ θυσίαν μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος. Ἀεὶ γὰρ ἀχώριστος ἡ Τριάς· καὶ πᾶν τὸ κοινῆ τοῖς τρισὶν ἀνῆκον, κἂν περὶ ἑνός ποτε τούτων λέγηται, δεῖ καὶ περὶ τῶν ἑτέρων συνεξακούεσθαι. Εἰ οὖν καὶ πᾶσα δόξα καὶ τιμὴ καὶ προσκύνησις κοινῆ τῇ ὅλῃ πρέπει Τριάδι, κατὰ τὰς πάντων τῶν ἱερέων πρὸς Θεὸν προσφωνήσεις· εἶδος δὲ τιμῆς καὶ ἡ θυσία, ὡς καὶ τῷ θεολόγῳ Γρηγορίῳ δοκεῖ, εἰς τιμὴν τοῦ Πατρὸς οἰκονομῆσαι τὸν Υἱὸν φήσαντι τὴν προσαγωγὴν τοῦ οἰκείου αἵματος· πῶς τὸ εἰς τιμὴν τοῦ Πατρὸς οἰκονομηθὲν οὐχὶ καὶ εἰς τιμὴν τοῦ Υἱοῦ ᾠκονόμηται καὶ τοῦ Πνεύματος, εἴπερ μία καὶ κοινὴ τῶν τριῶν ἡ τιμή; Εἰ δὲ τοῦτο, πῶς οὐχὶ καὶ τὰ τρία τὴν θυσίαν προσίενται; Καὶ μὴν ἄλλως. Εἰ προσφέρει μὲν ὡς ἄνθρωπος καὶ προσφέρεται κατὰ σέ, οὐκέτι δὲ καὶ προσδέχεται ὡς Θεός· ἀλλ’ ἐπὶ κεφαλὴν τοῦ αἰτίου τὸ βλάσφημον, ὅτι ψιλὸς ἄνθρωπος ὁ Χριστὸς καὶ ὁ φύσει Θεός, ὅπερ ἡ τοῦ Νεστορίου αἵρεσις βούλεται· τοῦτο δὴ τὸ τῷ ὄντι θανατῶδες ἁμάρτημα.

Εἰ γὰρ μὴ συντιμᾶται τῷ Πατρὶ διὰ τῆς θυσίας, αὐτόθεν δῆλον, ὅτι τὸ μὴ συντιμώμενον οὐχ ὁμότιμον· τὸ δὲ μὴ ὁμότιμον οὐδὲ ὁμοούσιον, εἴπερ τὸ ὁμοούσιον καὶ ὁμότιμον· οὐδ’ ἄρα Θεὸς κατὰ τὴν τοῦ Πατρὸς φύσιν· καί τι διοίσει τῶν αὐτοῦ μὴ ἔχειν ἡμᾶς, εἰ καὶ αὐτοὶ Θεοὶ κατὰ χάριν ἐσμέν, τὴν χάριν ταύτην λαβόντες διὰ τοῦ θείου βαπτίσματος, δι’ οὗ καὶ υἱοθετήθημεν καὶ χριστοὶ καὶ αὐτοὶ κατὰ μετοχὴν αὐτοῦ γεγόναμεν· ἀλλ’ αὐτὸς οὐχ οὕτως· οὐ κατὰ χάριν Θεός· οὐ καθ’ ἡμᾶς Χριστός, ἀλλὰ παρ’ ἡμᾶς, τουτέστιν ὑπὲρ ἡμᾶς, κατὰ τὸ πρὸς αὐτὸν προφητικῶς εἰρημένον. Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Παρ’ ἡμᾶς οὖν οὗτος Χριστός, παρ’ ὅσον ἐν αὐτῷ μὲν κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος, ὡς ὁ θεῖος Παῦλός φησι, καὶ ἔστιν αὐτὸς ὁ Θεὸς ὁ φύσει ὁμοούσιος τῷ Πατρί· ἡμεῖς δὲ πάντες κατὰ τὸν ἐξαιρέτως φερωνυμούμενον θεολόγον ἐκ τοῦ πληρώματος αὐτοῦ κατὰ μετοχὴν αὐτοῦ τὴν χάριν ταύτην λαβόντες ἔχομεν, χρισθέντες τῷ πνεύματι μυστικῶς καὶ οὕτως υἱοθετηθέντες καὶ θεωθέντες.

Οὕτως ἐγὼ καὶ Θεὸν ἕνα σέβω τὴν ὑπερηνωμένην Τριάδα, τὰ πρόσωπα διαιρῶν οὐ τὴν φύσιν, καὶ μίαν τοῖς τρισὶν ἀπονέμων δόξαν καὶ τιμὴν καὶ προσκύνησιν, ἥτις τε ἄλλη καὶ διὰ τῆς ἱερᾶς θυσίας, καὶ τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν κατὰ τὴν ὑπόστασιν διπλοῦν κηρύττω ταῖς φύσεσιν, ἐνεργοῦντα κατ’ ἄμφω τὰ ἑκατέρας οἰκεῖα καὶ προσφέροντα μὲν καὶ προσφερόμενον ὡς ἄνθρωπον, προσδεχόμενον δὲ ὡς Θεόν. Σὺ δὲ πάντοθεν περιτρέπῃ, ἐκεῖθεν μὲν ἀποστερῶν τὸν Υἱόν, ὡς δὲ καὶ τὸ Πνεῦμα, τῆς κοινῆς τιμῆς, καὶ ἀπ’ ἐντεῦθεν ἀναιρῶν τὸ ὁμότιμον, ἐκ δὲ τοῦ ἀκολούθου συναναιρῶν καὶ τὸ ὁμοούσιον· ἐντεῦθεν δὲ τῇ ἀδιαφορίᾳ τῆς φύσεως καὶ τῆς ὑποστάσεως εἴς τε τὰς ἐναντιωτάτας αἱρέσεις παραφερόμενος καὶ εἰς ἐκεῖνο προφανῶς περιπίπτων τὸ ἄτοπον, ὅπερ ᾐτιῶ τὸν ἀντίθετον τῷ μὴ τῇ ὑποστάσει, ἀλλὰ ταῖς φύσεσιν ἀπονέμειν τὰς ἐνεργείας, ἐν τῷ λέγειν οὕτω ῥητῶς τὰς ἐνεργείας τῶν φύσεων, δέον ἐστί, καὶ παρέλαβες τὴν ὑπόστασιν, ταύτης λέγειν τὰς ἐνεργείας, ἀλλὰ μὴ τῶν φύσεων, αἳ μήδ’ ὑφιστᾶσι καθ’ ἑαυτάς· ἀλλὰ καὶ οὕτως ἐν ᾧ κρίματι προέθου κρῖναι τὸν ἕτερον, σεαυτὸν μᾶλλον ἔλαθες ἢ ἐκεῖνον κατακρίνας καὶ ἀνατρέψας.

Ὅμως τὸ μὲν ταῖς φύσεσι διδόναι τὰς ἐνεργείας, ὡς αὐτόθεν ἄτοπον χαίρειν ἐᾷς· αὐτὸς δὲ λοιπὸν τὸν ἀσφαλῆ σοι δόξαντα λόγον ἑξῆς ὑποθέμενος, τὸ μὴ τὴν προσληφθεῖσαν φύσιν, ἀλλ’ αὐτὸν τὸν θεάνθρωπον σωτῆρα Χριστὸν τὴν κατ’ αὐτὸν θυσίαν προσενεγκεῖν σκέψεως ἀξιοῖς, εἰ καὶ τῇ αὐτοῦ θεότητι προσήνεκται τὸ τυθέν, θεάνθρωπον τὸν Χριστὸν, πῶς ἰδίᾳ χωρίζεις αὐτοῦ τὴν θεότητα καὶ σκεπτέον λέγεις, εἰ καὶ ταύτῃ προσήνεκται τὸ τυθέν; Ταύτης γὰρ ἰδίᾳ χωριζομένης οὐκέτι λοιπὸν μένει θεάνθρωπος ὁ Χριστός, ἀλλ’ ἢ μόνον ἄνθρωπος, καθὸ καὶ τὴν θυσίαν προσάγει· λείπεται δὲ καὶ τὴν προσιεμένην τὸ θῦμα φύσιν, κατὰ τὴν σὴν κρίσιν, λέγειν ὑπόστασιν. Οὔκουν ἔδει ταῦθ’ οὕτως σκέπτεσθαι τὸν μὴ τὰ τοῦ Νεστορίου φρονοῦντα.

Ἐκείνου γὰρ τὸ καὶ τὸν Χριστὸν λέγειν ψιλὸν ἄνθρωπον καὶ πρόσωπον παρ’ αὐτὸν τὸν μονογενῆ Λόγον δογματίζειν· ἀνθ’ οὗ σὺ τὴν αὐτοῦ θεότητα παραλαμβάνεις διχῶς σφάλλων, ἔν τε τῷ μερίζειν καὶ διαιρεῖν τὸν ἕνα Χριστὸν καὶ ἐν τῷ τὴν φύσιν ἀντὶ τῆς ὑποστάσεως παραδέχεσθαι.

Εἰ γὰρ μὴ οὕτως ἐφρόνεις, οὐδ’ ἂν ἐσκέπτου, εἰ τῇ θεότητι τοῦ μονογενοῦς τὸ θῦμα προσήνεκται, ἀλλ’ εἴπερ αὐτῷ τῷ Πατρί· οὕτω γὰρ ἂν καὶ τὴν μίαν ἐτήρεις ὑπόστασιν καὶ τὴν ἄλλην μέμψιν διέφευγες. Εἶτα τί ὑπερτίθῃ μὲν καὶ ταύτην τὴν σκέψιν, ἐρωτᾷς δὲ τίς καὶ πόθεν ἡ τοῦ λόγου τῷ ἀντιθέτῳ κατασκευή, καί, μαθὼν παρὰ τοῦ προσδιαλεγομένου δῆθεν λέγειν ἐκεῖνον· ὡς, ἐπεὶ πᾶσαν θυσίαν ὁ Θεὸς Λόγος ἁγιάζει καὶ τελειοῖ, πάντως καὶ τὴν τῆς οἰκείας σαρκὸς θυσίαν αὐτὸς ἡγίακέ τε καὶ τετελείωκε τῇ ἑαυτοῦ προσενεχθεῖσαν θεότητι· καὶ πρὸς τοῦτον τὸν λόγον, εἰ καλῶς ἔχει, ἐρωτηθείς, οὐκ, ὦ ’γαθέ, ἀποκρίνῃ; δόξειε γὰρ ἂν τοῦτον οὐκ ἀληθῆ· καὶ πάλιν τὸν οἰκεῖον λόγον ἐκτίθῃ, δι’ οὗ διττὸν εἶναι τὸν ἁγιασμὸν ἀποφαίνῃ· τὸν μὲν ἐκ τῆς πρὸς τὸν Λόγον ἑνώσεως τῆς σαρκὸς ἀποτελεσθέντα, ὡς μηκέτι δεῖσθαι ταύτην ἁγιάζεσθαι τῇ πρὸς τὴν αὐτοῦ θεότητα προσαγωγῇ· δεύτερον δὲ τὸν διὰ τῆς πρὸς τὸν Πατέρα προσαγωγῆς, οὗ καὶ μόνου λοιπὸν δεῖσθαι τὴν σάρκα; Ἀλλὰ πῶς, ὦ ’γαθέ, ἵνα κἀγὼ προσείπω σε κατὰ σέ, ἡ ἐξ αὐτῆς τῆς πρὸς τὸν Λόγον ἑνώσεως ἁγιασθεῖσα σὰρξ καὶ τελειωθεῖσα ἐνδεὴς ἔτι καὶ ἀτελής, ὡς ἁγιασμοῦ δεῖσθαι δευτέρου, τοῦ διὰ τῆς πρὸς τὸν Πατέρα προσαγωγῆς;

εἰ μὴ καὶ τὸν πρῶτον ἁγιασμὸν δίδως εἶναι, καὶ τὸν ἐκεῖνον τελέσαντα διὰ τῆς ἑνώσεως Λόγον, τοῦ Πατρὸς ἐλάττω, τοῦ τὸ ἐνδέον τῷ πρώτῳ ἁγιασμῷ διὰ τοῦ δευτέρου ἀναπληρώσαντος· καίτοι γε πλέον εἶναί τι δοκεῖ τῆς προσαγωγῆς ἡ ἕνωσις. Οὐ γὰρ πάντως ἑνοῦται τῷ προσιεμένῳ τὸ προσαγόμενον, ἀλλ’ εἴπερ ἄρα οἰκειοῦταί πως, πολὺ δὲ λείπεται τῆς ἑνώσεως ἡ οἰκείωσις. Οὐκ ἂν δὲ ἡ τοῦ πλείονος δόσις ἐδεῖτο τῆς τοῦ ἐλάττονος, ἡ ἕνωσις τῆς προσαγωγῆς. εἰ μὴ καὶ ὁ διὰ τοῦ πλείονος τὸ ἧττον διδοὺς πολύ τι τοῦ διὰ τοῦ ἥττονος τὸ πλεῖον διδόντος ἠλάττωτο, ἀλλ’ οὐκ ἔστι ταῦτα οὐκ ἔστιν· οὐκ ἔγω γε δύο φαίην ἂν τοὺς ἁγιασμοὺς τῆς σαρκὸς ὡς δεῖσθαι θατέρου τὸ ἕτερον, ἀλλὰ καὶ ὁ ἁγιάζων εἷς, ὁ Κύριος Ἰησοῦς Χριστός, καὶ ὁ παρ’ αὐτοῦ ἐνεργούμενος ἁγιασμός, εἰ καὶ πολλάκις καὶ πολυτρόπως, εἷς. Ἐνεργεῖ γὰρ ἁγιασμὸν τῆς ἐμῆς φύσεως ὁ Σωτήρ, τὸ μὲν πρῶτον διὰ τῆς πρὸς τὴν σάρκα ἑνώσεως, εἶτα διὰ τῆς ὀκταημέρου περιτομῆς, πρὸς δὲ καὶ τῆς τεσσαρακονθημέρου πρὸς τὸν ναὸν προσαγωγῆς καὶ τῆς τηνικαῦτα νομικῆς θυσίας, ἔπειτα διὰ τῆς τελειοτέρας καὶ ἀχειροποιήτου περιτομῆς τοῦ βαπτίσματος, καὶ τελευταῖον διὰ τοῦ πάθους καὶ τοῦ θανάτου.

Σὺ μὲν οὖν ἀρίθμει τὸν χρόνον καὶ συναρίθμει τούτοις τοὺς καθ’ ἕκαστον ἁγιασμοὺς καὶ μηκέτι δύο, ἀλλὰ πλείους σύναγε τούτους· ἐγὼ δὲ πρὸς τὸν ἕνα πάντων σκοπὸν ἀφορῶν καὶ τὸ πολλαχόθεν συναγόμενον ἀποτέλεσμα, ἕνα καὶ τὸν ἁγιασμὸν ἀποφαίνομαι, οὐ νῦν ἄλλον καὶ ἄλλον ἄλλοτε, ἀλλὰ τὸν αὐτὸν πολλάκις καὶ πολλαχῶς· ἐπεὶ καὶ τὸ ὑποκείμενον ἕν, ἡ ἐμὴ φύσις καὶ ὁ σκοπὸς εἷς, τὸ τὴν φύσιν ἁγιασθῆναι καὶ θεωθῆναι τῇ χάριτι εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συνεργείᾳ τοῦ θείου Πνεύματος. Οὕτω καὶ ὁ θεσπέσιος Παῦλος, ὁ ἁγιάζων, λέγει, καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες Τίς οὗτος ὁ ἁγιάζων ἢ δῆλον ὅτι ὁ Χριστός, ὃς καὶ τοὺς ἁγιαζομένους ἡμᾶς οὐκ ἐπαισχύνεται καλεῖν ἀδελφούς, ὡς ἐξ ἑνὸς τοῦ κατὰ φύσιν Πατρὸς αὑτοῦ γεγεννημένους καὶ υἱοὺς τῇ χάριτι χρηματίζοντας; Ἔτι δὲ σαφέστερον αὐτὸς ὁ Χριστὸς εἰς τὸ πάθος ἐρχόμενος, αὐτὸ δὴ τὸ διὰ πάσης τῆς οἰκονομίας ἐνεργούμενον τοῦ ἁγιασμοῦ τέλος, Ἐγώ, φησιν, ἁγιάζω ἐμαυτόν· ὅπερ οὐκ οἶδα πῶς σὺ παρέλαβες ὡς συντελοῦν σοι πρὸς τὴν ἀπόδειξιν τῆς πρὸς τὸν Πατέρα προσαγωγῆς τοῦ σωτηρίου καλλιερήματος· ὡς ἔγω γε μᾶλλον ἐντεῦθεν ὁρμῶμαι πρὸς κατανόησιν τῶν ἐν ἑνὶ τῷ αὐτῷ Χριστῷ συνελθουσῶν δύο φύσεων καὶ τοῦ αὐτὸν εἶναι τὸν ἁγιάζοντα τὴν θυσίαν ἐν τῷ προσδέχεσθαι, ὡς καὶ Θεὸν ὄντα.

Οὐ γάρ, ὡς ἂν σὺ παρεξηγήσῃ, καὶ τὸ ἁγιάζειν καὶ τὸ ἁγιάζεσθαι κατὰ τὴν μίαν φύσιν ἤτοι τὴν ἀνθρωπότητα τὸν Χριστὸν λέγειν, καὶ ὁ ἀληθὴς ἐξηγητὴς φήσειεν· ἀλλ’ Ἐγὼ μὲν εἰπὼν ἔδειξε τὴν μίαν ὑπόστασιν· ἵνα δὲ καὶ τὰς δύο φύσεις αὑτοῦ γνωρίσῃ, ἐπήγαγεν, Ἁγιάζω ἐμαυτόν· ὡς μὲν Θεὸς ἁγιάζω· ἐγὼ γὰρ καὶ τοῦτο· ἐμαυτὸν δὲ ὡς ἄνθρωπον. Εἰ δὲ σὺ καὶ τὸ ἁγιάζειν βιάζεις ἐφαρμόζειν τῷ Χριστῷ κατὰ τὸ ἀνθρώπινον, εἶναι παρ’ αὐτοῦ καὶ τοῦτο ἅγιον ἕτω κατὰ τό, ἅγιος ὁ ναός σου· ὡς λέγειν τὸν Χριστὸν τὸ ἁγιάζω ἐμαυτὸν τὸ μὲν ὡς ἱερέα, τὸ δὲ ὡς ἱερεῖον· ἀλλὰ καὶ τὸ ἱερεῖον κατὰ τοῦτον τὸν λόγον ἅγιον· καὶ πῶς τὸ ἅγιον ἁγιάζεσθαι λέγεται, εἰ μὴ δευτέρου πάλιν ἁγιασμοῦ δεῖσθαι αὐτὸ δοίημεν ὅπερ ἱκανῶς ἤδη φθάσας ὁ λόγος ἀνέτρεψε μετὰ τοῦ καὶ ἕνα δεῖξαι τὸν ἁγιασμὸν ὄντα· ἢ τῷ Χριστῷ μᾶλλον αὐτῷ πιστέον;

ἐν οἷς τὸν περὶ τῆς σαρκὸς ἐκίνησε λόγον καὶ τὸν τρώγοντα ταύτην ζωὴν αἰώνιον ἔχειν ἀπεφήνατο, καὶ ἐπειδὴ πολλοὶ καὶ τῶν αὑτοῦ μαθητῶν πρὸς τοῦτον τὸν λόγον ἐσκανδαλίσθησαν, ὡς ἀδύνατον ὂν βρωθῆναι καὶ τὸν φαγόντα ζῆν δι’ αὐτήν, περιαιροῦντι τούτοις τὸ σκάνδαλον, δι’ ὧν ἐπήγαγεν ἑρμηνεύων τό, πᾶς ὁ τρώγων ἤτοι τὴν ἑαυτοῦ σάρκα ζήσεται δι’ αὐτόν, τὸ πνεῦμά ἐστιν, εἰπών, τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· καίτοι καὶ ὁ ναὸς ὅλος ἅγιος καὶ ἡ σὰρξ ἁγία καὶ παναγία καὶ ζωοποιὸς ἐξ αὐτῆς τῆς πρὸς τὸν Λόγον ἑνώσεως, καὶ πῶς ἡ ἁγία οὐκ ὠφελεῖ οὐδέν; ἢ καθὸ σὰρξ οὔτε ζωή ἐστιν, οὔτε τὸ ζῆν αὐτὴ δίδωσι τοῖς ἄλλοις, ὅπερ ἐστὶ τὸ μηδὲν αὐτὴν ὠφελεῖν, ἀλλὰ τὸ πνεῦμά ἐστι τὸ καὶ ταύτην ζωοποιοῦν, καὶ δι’ αὐτῆς παρέχον τὸ ζῆν τοῖς ταύτην τρώγουσι. Τί δὲ τὸ πνεῦμά ἐστιν; αὐτὸς ὁ λέγων, Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· δῆλον ὅτι καθὸ Θεός· πνεῦμα γὰρ ὁ Θεός· καὶ πνεῦμα προσώπου ἡμῶν Χριστὸς Κύριος. Καὶ τίς ἡ παρ’ αὐτοῦ διδομένη ζωή; Τὰ ῥήματά, φησι, ἃ ἐγὼ λαλῶ, πνεῦμά ἐστι καὶ ζωή ἐστι· καὶ ὅλος μὲν οὖν ἐστιν ἁγιάζων κατὰ τὴν μίαν ὑπόστασιν καὶ ὅλος ἁγιαζόμενος, ἀλλ’ ἑαυτὸν ἑκάτερον· ἀλλὰ τὸ μὲν καθὸ Θεός, τὸ δὲ καθὸ ἄνθρωπος· ὅλος μὲν διὰ τὸν τρόπον τῆς ἀντιδόσεως, οὐ καθ’ ὅλον δὲ διὰ τὰς τῶν φύσεων ἰδιότητας.