Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Λόγοι δύο κατὰ αἱρετικῶν

Νικόλαος Μεθώνης

Η θεολογική έριδα περί της θείας θυσίας και οι χριστολογικές προϋποθέσεις

Έκθεση και έλεγχος των θέσεων περί της μη προσφοράς της θυσίας στον Υιό. Αναφορά σε φιλοσοφικές και θεολογικές προϋποθέσεις περί φύσεως και υποστάσεως και ερμηνεία του Χριστού ως προσφέροντος και προσδεχομένου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 2 από 8

Τί τοίνυν, ὦ οὗτος, στρεφέσθω γὰρ λοιπὸν ὁ λόγος πρός σε, τί δεινῶς τὴν θείαν θυσίαν περιεργάζῃ; Τί τοὺς θεοκρίτους ἀνακρίνεις ἱερομύστας, τούς τε ἄλλους καὶ τὸν φερωνύμως μέγαν καὶ ὑψίνουν Βασίλειον καὶ Ἰωάννην τὸν Χρυσορρήμονα, παραχαράττων τὰ τῆς μυστικῶς ἐπᾳδομένης εὐχῆς, αὐτοῖς τε καὶ πᾶσι τοῖς κατ’ αὐτοὺς ἱεροθύταις, ἐπὶ τῇ προθέσει τῶν θείων δώρων ἀκροτελεύτια ταῦτα ῥήματα, Σὺ εἶ ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδεχόμενος Χριστὲ ὁ Θεὸς ἡμῶν; Ἢ γὰρ οὐ παραχαράττεις, ὁπότε μόνῳ φὴς τῷ Πατρὶ τὰ θεῖα δῶρα προσάγεσθαι, μὴ μέντοι καὶ αὐτῷ τῷ μονογενεῖ τῷ προσφέροντι μὲν ὡς ἀρχιερεῖ, προσφερομένῳ δὲ ὡς αὐτῷ ὄντι τὰ προσφερόμενα κατὰ τὸ ἀνθρώπινον, προσδεχομένῳ δὲ ταῦτα ὡς Θεῷ. Εἰ γὰρ μὴ καὶ αὐτῷ, πῶς ὁ αὐτὸς οὐ προσφέρων μόνον καὶ προσφερόμενος, ἀλλὰ καὶ προσδεχόμενος λέγεται; Ἢ γὰρ ἀληθῶς τό, προσδεχόμενος λέγεται, καὶ δέχου τό, καὶ αὐτῷ τὴν θυσίαν προσάγεσθαι, ἢ τοῦτο μὴ δεχόμενος, ἴσθι παραχαράττων τὸ προσδεχόμενος. Οὔ, φησιν, ἀλλὰ τὸ λέγειν τὴν προσληφθεῖσαν τῷ Λόγῳ φύσιν μὴ τῷ Πατρὶ προσενηνοχέναι μόνον, ἀλλὰ καὶ τῇ θεότητι τοῦ μονογενοῦς τὸ οἰκεῖον αἷμα, οὐ μόνον ταῖς ἡμεδαπαῖς ἀρχαῖς ἀνακόλουθον, ἀλλὰ καὶ τὴν κατὰ Νεστόριον εἰσάγει διαίρεσιν.

Εἰ γὰρ δὴ τῶν φύσεών ἐστι τὸ τὴν μὲν προσάγειν, τὴν δὲ προσίεσθαι, πᾶσα ἀνάγκη καὶ τὴν προσάγουσαν καὶ τὴν προσιεμένην ἑκατέραν λέγειν ὑπόστασιν· τοῦτο δὴ τὸ Νεστορίου θανατῶδες ἁμάρτημα. Ἀλλὰ ταῦτα μὲν ὡς ἐκ προσώπου τινός φησι, προσαγγέλλοντος ἕτερον, διαιροῦντα τὰς φύσεις Χριστοῦ, καὶ τὴν μὲν προσάγειν, τὴν δὲ προσίεσθαι λέγοντα, καὶ διὰ τοῦτο δοκοῦντα νεστοριάζειν· αὐτὸς δὲ τὴν προσαγγελίαν ὡς ἀληθεύουσαν πάντως παραλαβών, καίτοι γε μηδὲ τὸν προσαγγελέα παραστησάμενος· οὐ γὰρ εἶχεν ἴσως· ἀλλ’ οἴκοθεν ἀναπλάσας καὶ τὴν κατηγορίαν καὶ τὰ κρινόμενα πρόσωπα κατά τε τοὺς παρ’ ἡμῖν τῆς ἀδικίας κριτάς, πρὸς ψιλὸν λόγον τὸν προσαγγελθέντα σκιαμαχεῖ καὶ τοῦ μὴ παρόντος ἢ μηδὲ ὄντος ὅλως ἐρήμην καταψηφίζεται καί φησιν· ὡς δεινόν τι λέγεις εἶναι τὸ τοῦ εἰπόντος, οὐκ οἶδα εἰπεῖν εἴτε ἀγνόημα εἴτε παράπτωμα. Εἰ γὰρ οὕτω πως εἶπεν· ὡς ὁ Θεὸς Λόγος γενόμενος ἄνθρωπος αὐτὸς ὡς θύτης κατὰ τὴν πρόσληψιν προσενήνοχεν· αὐτὸς ὡς θῦμα κατὰ τὴν σάρκα προσενήνεκται· αὐτὸς ὡς Θεὸς προσήκατο τὸ δοθέν, καὶ πανταχῆ τὴν ὑπόστασιν κατὰ τὰς ἐνεργείας τῶν φύσεων παρελάμβανεν· ἦν μὲν καὶ οὗτος ὁ λόγος ὀλίγου δέον οὐκ ἀσφαλής· τὸ δὲ τὰς φύσεις διιστῶντα λέγειν καθ’ ἑαυτὰς ἐνεργεῖν, μηδαμῆ παραλαμβανομένης τῆς ὑποστάσεως, βαβαὶ κινδυνῶδες καὶ ἐπιεικῶς ἐστι χαλεπόν.

Ταῦτα ῥητῶς ὁ λόγος τοῦ ἀντιθέτου διέξεισιν. Ἀλλὰ τίς ἂν εἴη, σοφώτατε, φαμὲν ἡμεῖς, μὴ ὅτι γε τῆς ἔνδον καὶ ἡμετέρας αὐλῆς, ἀλλὰ καὶ τῶν ἔξω ταύτης, φύσεις εἰσάγων ψιλὰς καὶ ἀνυποστάτους, καὶ ταύτας ἐνεργεῖν τι καθ’ ἑαυτὰς δυναμένας, ὡς τὴν μὲν προσάγειν, τὴν δὲ προσίεσθαι λέγειν τὸ προσαγόμενον, τοῦτο δὲ καὶ αἷμα εἶναι τῆς προσαγούσης; βαβαί Σχετλιάζειν γὰρ ἐνταῦθα μᾶλλον εἰκὸς τῆς ἀνυποστάτου ἰδέας. Ἰδέας γάρ τινας ἀναπλάττει Πλάτων ὁ τῶν παρ’ Ἕλλησι σοφῶν ἐξοχώτατος, οὕτω τάχα τὰ γένη καὶ τὰ εἴδη καλῶν· ὅθεν καὶ τούτων τὰς μὲν καθολικωτέρας, τὰς δὲ μερικωτέρας ἑνάδας φησίν, ἀλλ’ οὐχὶ καὶ ἀνυποστάτους ταύτας εἰσάγει κατὰ τὴν σὴν ὑπόθεσιν, ὦ νέε σοφέ· πολλοῦ γε καὶ δεῖ· καθ’ ὅσον καὶ πρώτας εἶναι ταύτας καὶ αὐθυποστάτους οὐσίας εἴτουν φύσεις, μάλιστα τὰς καθολικωτέρας, ἐξ ὧν καὶ τὰς μερικωτέρας ὑφεστάναι διισχυρίζεται· ὡς καὶ θεοὺς ταύτας πρώτους καὶ δευτέρους ἀναγορεύειν· κἀκ τούτων αὖθις τἄλλα λέγειν ὑφίστασθαι. Ἀλλὰ ταύτην τὴν Πλάτωνος δόξαν ἀρκούντως ἀνέτρεψεν ὁ μετ’ ἐκεῖνον εὐθὺς τῷ χρόνῳ περιττὸς τὴν σοφίαν Ἀριστοτέλης, ὃς καὶ τερετίσματα τοὺς περὶ τῶν ἰδεῶν τούτων λόγους τοῦ Πλάτωνος εὐστόχως ὠνόμασεν, ὡς μηδὲν πρὸς κατάληψιν τοῦ ὄντος συντείνοντας, μηδὲ ψόφων κενῶν καὶ πρὸς ἁρμονίαν ἀσυντελῶν διαφέροντας.

Ὅθεν καὶ οἱ τὸν περίπατον Ἀριστοτέλους διαδεξάμενοι, αὐτὰς δὴ ταύτας τὰς ἰδέας ἐν ἐπινοίαις ψιλαῖς κεῖσθαι ἀπεφῄναντο. Ἀλλ’ οἱ μὲν ἔξω σοφοὶ ἔξω λοιπὸν καὶ τοῦ παρόντος ἀφείσθωσαν λόγου· τὸν δὲ τὰς φύσεις Χριστοῦ διαιροῦντα, τὴν προσληφθεῖσαν, ἤτοι τὴν ἀνθρωπότητα, καὶ τὴν θεότητα, πῶς, ὦ κατήγορε σύ, ὅστις ποτὲ εἶ, τὴν τοῦ Νεστορίου φὴς εἰσάγειν διαίρεσιν; ἢ καὶ ὁ κρίνων πῶς ἀποφαίνῃ δεινὸν εἶναί τι μετ’ ἐπιστάσεως, τὸ τοῦ εἰπόντος, ὃ μήδ’ εἰπεῖν οἶδας, εἴτ’ ἀγνόημα εἴτε παράπτωμα; Οὐ γὰρ ὅτι τὰς φύσεις διῄρει Νεστόριος, ἀλλ’ ὅτι δύο ὑποστάσεις ἔλεγε τὸν Χριστόν, ἄλλην μὲν τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα Λόγον, ἄλλην δὲ τὸν ἐκ τῆς Παρθένου, διὰ τὴν τοιαύτην διαίρεσιν ἐγκαλεῖται τὴν αἵρεσιν. Ἐπεί, εἰ τὸν τὰς φύσεις Χριστοῦ διαιροῦντα Νεστοριανὸν ἐθέλεις καλεῖν, ὅρα σοι καὶ τὴν τετάρτην ὅλην ἐκείνην τὴν μεγάλην Σύνοδον ἀθετεῖν, καὶ τοῖς περὶ Διόσκορον Εὐτυχέα τε καὶ Σευῆρον αἱρετικοῖς ἑαυτὸν συντάττειν· τὸ δὲ καὶ τὴν μὲν τῶν φύσεων προσάγειν, τὴν δὲ προσίεσθαι μή ποτε οὐκ ἔχεις εἰπεῖν τὸν εἰπόντα, ἀλλὰ σὴ τοῦθ’ ὅλον ὑπόθεσίς ἐστιν· ἢ καὶ τὸ ἄλλως εἰρημένον ἄλλως ἀπαγγέλλεις, καὶ πλάττεις συκοφαντίαν, ἵνα κρίνῃς ἀδικίαν ἀπεναντίας τῆς προφητικῆς ἐκείνης παρεγγυήσεως.

Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνετε υἱοὶ τῶν ἀνθρώπων. Σὺ μὲν οὖν οὕτως εἰσαγαγὼν τὴν ὑπόθεσιν, οὕτω καὶ τὴν κρίσιν ἐξάγεις. Εἰ γὰρ δὴ τῶν φύσεών ἐστι λέγειν. τὸ τὴν μὲν προσάγειν, τὴν δὲ προσίεσθαι, πᾶσα ἀνάγκη καὶ τὴν προσάγουσαν ὡς ἀρχιερέα καὶ θύτην λέγειν ὑπόστασιν, καὶ τὴν προσιεμένην τὰ περὶ τὴν θυσίαν ὡς Θεὸν ὁμοίως ὑπόστασιν· ὁ δ’ εὐθύς τε καὶ ἀληθὴς καὶ δίκαιος κριτὴς φαίη ἂν οὕτως. Εἰ δύο φύσεις Θεὸς καὶ ἄνθρωπος, μία δ’ ὑπόστασις ὁ Χριστός, ἀνάγκη τὸν ἕνα Χριστὸν καθ’ ἑκατέραν τῶν φύσεων ὡς μὲν ἄνθρωπον καὶ ἀρχιερέα καὶ θύτην τὸ θῦμα, τουτέστι τὸ οἰκεῖον αἷμα προσφέρουσιν, κατὰ τοῦτο δὲ καὶ προσφέρεσθαι· ὡς δὲ Θεὸν τοῦτο προσδέχεσθαι, ἵνα ὁ αὐτὸς ᾖ κατὰ τοὺς ἁγίους Πατέρας καὶ πᾶσαν τὴν καθολικὴν ἐκκλησίαν καὶ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος, ὅπερ οἶμαι καὶ τὸν παρὰ σοῦ κατηγορούμενον λέγειν. Εἰ δὲ τοῦτον δύο εἰσάγειν πρόσωπα φής, τὸ μὲν διὰ τὸ προσφέρειν, τὸ δὲ διὰ τὸ προσίεσθαι, καὶ διὰ τοῦτο νεστοριάζειν, τί μὴ καὶ τρίτον προστιθῇς πρόσωπον διὰ τὸ προσφέρεσθαι, ἵνα καὶ θανατωδέστερον τοῦ κατὰ Νεστόριον εἴπῃς τὸ κατὰ τοῦτον ἁμάρτημα Ὃν γὰρ τρόπον ὁ προσιέμενος τοῦ προσάγοντος, τὸν αὐτὸν καὶ ἄμφω τοῦ προσαγομένου διαιρεῖσθαι δύνανται. Ὡς γὰρ οὐ ταυτὸν ἱερεὺς καὶ Θεός, οὕτως οὐ ταυτὸν ἱερεὺς καὶ θῦμα, ἢ Θεὸς καὶ θῦμα.

Εἰ δὲ τὸν αὐτὸν θύτην τε δέχῃ καὶ θῦμα, τὸν αὐτὸν καὶ Θεὸν ὁμολόγει· εἰ δὲ μή, σαφῶς καὶ νεστοριάζεις καὶ ἀρειανίζεις· Θεὸν δὲ ὁμολογῶν δέχου καὶ προσιέμενον. Οὐ γὰρ ἄλλος οὗτος Θεὸς παρὰ τὸν Πατέρα, ἀλλ’ ἐγώ φησι καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Ἐκεῖνο δὲ πῶς οὐ κατηγορεῖς τοῦ, καθὰ φής, τῷ Πατρὶ τὴν θεότητα τοῦ μονογενοῦς ἀντιδιαστέλλοντος ἐν τῷ λέγειν, μὴ τῷ Πατρὶ μόνον, ἀλλὰ καὶ τῇ θεότητι τοῦ μονογενοῦς προσενηνέχθαι τὸ θῦμα; ὡς ἢ τὴν τῶν προσώπων διαίρεσιν Πατρὸς καὶ Υἱοῦ εἰς διαίρεσιν φύσεων μεταλαμβάνοντος κατὰ Ἄρειον, ἢ τὰς ὑποστάσεις Πατρὸς καὶ Υἱοῦ συγχέοντος κατὰ Σαβέλλιον διὰ τὴν τῆς φύσεως ἕνωσιν. Οὐδὲ γὰρ δεῖ φύσιν πρὸς ὑπόστασιν ἀντιδιαιρεῖν τόν γε εἰδότα διαφορὰν φύσεως καὶ ὑποστάσεως· οὐδὲ πρὸς φύσιν ὑπόστασιν, ἀλλ’ ἢ φύσιν πρὸς φύσιν ὡς ἐπὶ τοῦ Χριστοῦ, ἢ ὑπόστασιν πρὸς ὑπόστασιν ὡς ἐπὶ τῆς τρισυποστάτου θεότητος· ὡς ἥ γε τούτων ἀδιάφορος ἐναλλὰξ παράθεσις τὰς ἐναντίας οἶδεν αἱρέσεις ἀποτελεῖν. Ἀλλὰ τοῦτο μέν, καίτοι τοσοῦτον ὄν, καὶ πρὸ τῶν ὀμμάτων σοι κείμενον, παρορᾷς, πρὸς δὲ τὸ ἀφανὲς ἢ καὶ μηδόλως ὂν ὀξὺ βλέπειν σχηματίζῃ.

Καὶ ὃ κατηγορῶν οὐκ εἶπας εἰπεῖν τὸν κατηγορούμενον, τὸ δύο τὸν Χριστὸν ὑποστάσεις εἶναι, τοῦτο συλλογιστικῶς ἐκ ψευδοῦς ὑποθέσεως συμπεραίνειν πειρᾷ· εἶτα καὶ διορθοῦσθαι τὸ ἐκείνου ἀγνόημα ἢ παράπτωμα θρασυνόμενος, αὐτὸς αὐτίκα πτῶμα πίπτων ἐξαίσιον· ἅμα δὲ καὶ σαυτὸν περιτρέπων ἀγνοεῖς· ἐπανορθωτικὸν γάρ τι τοῦ παραπτώματος εἴτουν ἀγνοήματος ἐκείνου εἰπεῖν προθέμενος· τοῦτο γάρ σοι πάντως ἐβούλετο τό, Εἰ γὰρ οὕτω πως εἶπεν, ὡς ὁ Θεὸς Λόγος γενόμενος ἄνθρωπος καὶ τὰ ἑξῆς, ὅσα παραλαβὼν αὐτὸς τῇ ὑποστάσει ταύτῃ δεδωκέναι καὶ τὸ ἐνεργῆσαι καὶ τὸ παθεῖν καὶ τὸ προσδέξασθαι τὴν θυσίαν ἔδοξας, ἀντὶ τοῦ στηρίξαι καὶ βεβαιῶσαι καὶ ἀσφαλῆ καταστῆσαι τὴν τοιαύτην διόρθωσιν· σὺ δὲ καὶ τοῦτον αὐτὸν τὸν σὸν λόγον ὡς οὐκ ἀσφαλῆ διαχλευάζεις, ὥσπερ ἄρα πρὸς πάντα λόγον μάχεσθαι παρασκευασάμενος κατ’ ἐκείνους τοὺς λεγομένους ἐφεκτικοὺς Σέξτον καὶ Πύρρωνα· καὶ πῶς, ὦ οὗτος, ὁ λόγος οὗτος οὐκ ἀσφαλής, ὁ πανταχῆ τὴν ὑπόστασιν ἐν ταῖς κατὰ τὰς φύσεις ἐνεργείαις παραλαμβάνων; Καὶ εἰ μήδ’ οὗτος, τίς ἄλλος ὁ ἀσφαλής; Καὶ τί μὴ ἐκεῖνον ἐκτίθης, τὸ μικροῦ δέον ἀναπληρῶν;