Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Λόγοι δύο κατὰ αἱρετικῶν

Νικόλαος Μεθώνης

Εισαγωγή στον πρώτο λόγο και εγκώμιο προς τον αυτοκράτορα

Προσφώνηση προς τον αυτοκράτορα Μανουήλ Κομνηνό, αναφορά στην πόλη της Μεθώνης, έπαινος της Συνόδου και εισαγωγή στον αντιαιρετικό αγώνα και την εκκλησιαστική ειρήνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 1 από 8

Νικολάου Ἐπισκόπου Μεθώνης πρὸς τὸν μέγιστον βασιλέα, τὸν ἄριστον ἀριστέα, τὸν κράτιστον Αὐτοκράτορα, τὸν Κομνηνὸν Κύριον Μανουὴλ τὸν πορφυρογέννητον· μετὰ τὴν ἐν Κωνσταντινουπόλει συγκροτηθεῖσαν κελεύσει αὐτοῦ νέαν Σύνοδον κατὰ τῆς ἀρτιφανοῦς αἱρέσεως τῶν λεγόντων τὴν σωτήριον ὑπὲρ ἡμῶν θυσίαν μὴ τῇ τρισυποστάτῳ θεότητι προσαχθῆναι, ἀλλὰ τῷ πατρὶ μόνῳ· καὶ διαιρούντων μὲν οὕτω τὴν μίαν θεότητα, μεμφομένων δὲ ὡς αἱρετικοὺς καὶ Νεστοριανοὺς ἀποκαλούντων τοὺς λέγοντας τὸν Χριστὸν καὶ ἑαυτῷ ταύτην τὴν θυσίαν προσενεγκεῖν, καὶ μετὰ τὰ ἐπὶ ταύτῃ τῇ Συνόδῳ βασιλικὰ κατὰ τὴν Ἀνατολὴν τρόπαια ἐπινίκιος· ἐν ᾧ καὶ ἀντίρρησις συνοπτικωτέρα πρὸς τὰ γραφέντα τῷ τῆς αἱρέσεως ἐξάρχῳ. Μεθώνη πόλις (ἀλλ’ ἀποκόπτει μοι τὸ συμπλήρωμα τῆς προτάσεως ἡ παντελὴς τοῦ ψεύδους παραίτησις.

Ἦν γὰρ ὅτε πόλις ἦν· νῦν δέ ἐστιν ἐρημόπολις· ἐρήμη πολιτῶν, ἐρήμη τειχῶν καὶ τῆς ἀπὸ τειχῶν ἀσφαλείας· λεγέσθω δ’ ὅμως καὶ οὕτω πόλις ἐλπίδι τοῦ πάλιν τοῦτο γενήσεσθαι διὰ τῆς ἐν Χριστῷ πάντα δυναμένης καὶ ἐνεργούσης αὐτοκρατορικῆς δεξιᾶς) πόλις τὸ σχῆμα, τρίγωνος τὴν θέσιν, τὰς περὶ τὴν κορυφαίαν γωνίαν πλευρὰς ἀμφιθάλασσος, ὡς μόνον τὴν διατείνουσαν πρὸς ἤπειρον ἐπανοίγουσα· ἤπειρον τὴν αὐτὴν καὶ νῆσον, ἥτις ἀπὸ τοῦ πρώτου οἰκήτορος Πελοπόννησος προσηγόρευται· μέρος αὕτη τῶν φερωνύμως λεγομένων κατωτικῶν τὸ κατώτερον, πρὸς δύσιν νοτιωτέρου κλίματος ἀποκλῖνον, καὶ ταύτης ἄκρον ἔσχατον ἡ Μεθώνη, ἣν ἐγὼ δυστυχῶς οἰκεῖν κατεκρίθην μετὰ τῶν προφητικῶς προηγορευμένων, εἰσελεύσεται εἰς τὰ κατώτατα τῆς γῆς.

Ἐκ δὴ ταύτης τῆς ἄκρας ἐσχατιᾶς ἥκω σοι πάλιν, ὦ θειότατε βασιλεῦ, γέρων μέν, ἀλλὰ νεάζων τῇ προθυμίᾳ· καὶ ταλαίπωρος μὲν καὶ κατεψυγμένος, ἀλλὰ γενναῖος καὶ ἀνδρικὸς καὶ θερμὸς τῷ ζήλῳ τῆς πίστεως· καὶ πενέστατος μέν, εἰ καί τις ἄλλος, ἀλλὰ καὶ δωροφόρος ὑπ’ εὐγνωμοσύνης φιλοτιμότατος, δῶρον φέρων τὸ πάντων τῶν ἐκ Θεοῦ δεδομένων ἡμῖν κάλλιστόν τε καὶ μέγιστον, λόγον, τρίτον ἤδη τοῦτον· ὡς ἄν σοι διὰ τριῶν οἵων δή τινων λίθων Δαυϊτικῶν τὰ κατὰ τῆς ἐκκλησίας ἐπανιστάμενα ἀλλόφυλα δόγματα σφενδονίζοιντο· σὸν καὶ τοῦτο θαῦμα τὸ καὶ γέροντας ἀνανεοῦν, καὶ ἀσθενεῖς ἐνισχύειν, καὶ πένητας ἀποφαίνειν ὀλβιοδώρους, καὶ ἁπαξαπλῶς τοὺς ὁπωσοῦν κεκακωμένους ἀντιπεριάγειν ἐπὶ τὸ βέλτιον· τῶν μὲν οἰκείων ἐπιλανθανομένους κακῶν, πρὸς δὲ τὸ μέγεθος τῶν ὑπερφυῶν σου κατορθωμάτων ἐπιστρεφομένους καὶ τούτοις συνεπαίρεσθαι φιλοτιμουμένους· οὕτως ἐγὼ τὸν ἐσμὸν τῶν ἐμῶν κακῶν κατανωτισάμενος, ἐφ’ οἷς στυγνάζειν καὶ σκυθρωπάζειν καὶ πενθεῖν ὤφειλον, ὑπὸ τῶν σῶν μεταλλουργημάτων εἰς τὸ ταῦτα θαυμάζειν ἀνθέλκομαι καὶ συμμίσγω τοῖς ἑορτάζουσι καὶ ὅλος ὑφ’ ἡδονῆς ἔνθους γίνομαι.

Ἥκω τοιγαροῦν οὐ πολέμου καὶ μάχης ὑστερίζειν χρῆναι νομίζων κατὰ τὸν ἐν Γοργίᾳ τοῦ Πλάτωνος Πῶλον, ἀλλ’ εἰ καὶ πολὺ τοῦ καιροῦ καὶ τῆς κατ’ ἐκεῖνον χρείας, ἀλλ’ οὐχὶ καὶ τῆς ἐπινικίου ἑορτῆς καὶ τῶν κατ’ αὐτὴν ἱερῶν χορῶν καὶ ᾀσμάτων πάμπαν κατόπιν.

Ἔδει γὰρ ἔδει τοὺς φιλοθέους ἀγωνιστάς, τοὺς ὑπερμάχους τῆς εὐσεβείας, τοὺς πρὸ μικροῦ συνεληλυθότας κατὰ συνέλευσιν· θαρρούντως δὲ λέγω καὶ θείαν, ὅτι καὶ Θεὸς ὁ ἀεὶ τὴν σὴν καρδίαν ἐν χειρὶ φέρων τῇ ἑαυτοῦ καὶ δὴ τότε πρὸς τοῦτο κινήσας σε· τοὺς καὶ τὴν αὐτίκα κινηθεῖσαν καινοτομίαν κατὰ τῆς ὀρθῆς πίστεως καταστρέψαντας, μὴ μόνον αὐτοὺς ζηλώσαντας ἐζηλωκέναι Κυρίῳ, καὶ μόνους αὐτοὺς τὸν κατ’ ἐκείνης τῆς δυσφημίας ἀγῶνα διαγωνίσασθαι, ἀλλὰ καὶ ἄλλους προτρέψασθαι· μηδὲ μόνον πρὸς τὸ παρὸν ἀπιδεῖν, ἀλλὰ καὶ τοῦ μέλλοντος προνοήσασθαι, ἵν’ ἔχοιεν οἱ μετ’ ἔπειτα διηγεῖσθαι πρὸς ζῆλον ἔνθεον ἔργον, ὃ εἰργάσατο Κύριος ἐν ἡμέραις ταύταις ταῖς πρὸς ἐκείνους ἀρχαίαις· προτροπὴ δὲ τοῦ καλοῦ καὶ τοῦ μέλλοντος πρόνοια καὶ ἀσφάλεια οἱ τῶν κατορθούντων ἔπαινοί τε καὶ στέφανοι· ὧν γὰρ τοὺς ἐπαίνους, τούτων εἶναι καὶ τὰς ἐπιδόσεις φησὶν ὁ θεολόγος Γρηγόριος· ὥσπερ ἄρα καὶ τοὐναντίον ἀποτροπὴ τοῦ κακοῦ οἱ τῶν σφαλλόντων ψόγοι καὶ ἔλεγχοι· ἅπερ ἄμφω τῶν ἄλλων πάντων ἐμέλησε, τῷ πάντων ἐν πᾶσι προέχοντι βίῳ τε καὶ λόγῳ καὶ ἀξιώματι· ὃν πρὸ τοῦδε τὸ κενὸν δοξάριον φεύγοντα καὶ διὰ τοῦτο λανθάνειν σπεύδοντα καὶ οὕτω κρυπτόμενον, Θεῷ δὲ μόνῳ τῷ τὰ κρυπτὰ βλέποντι φανερούμενον, αὐτὸς ἐξήτασάς τε θεοκινήτως καὶ εὗρες θεοδηγήτως καὶ εὑρὼν οὐκέτι κρύπτεσθαι παρεχώρησας ὑπὸ μόδιον, ἀλλ’ ἐπὶ τὴν οἰκουμενικὴν λυχνίαν, τὴν ὑπερκαθημένην ἁπασῶν ἐκκλησίαν ἀναγαγὼν τέθεικας, ἵνα τὸ ἐν αὐτῷ καιόμενον φῶς τηλαυγῶς πᾶσι διαλάμπῃ τοῖς ἐν τῇ οἰκίᾳ, τῷ παντὶ κόσμῳ.

Καὶ οὗτος μὲν οὖν ὁ καθηγητής, οὐχ ἥκιστα δὲ καὶ οἱ τούτου σύμφρονες ὀπαδοί, ἀξιέπαινοι καὶ ἀξιογέραστοι πάντες, ὅσοι τὴν εἰρημένην Σύνοδον συνεκρότησαν ὡς καλοὶ τῷ ὄντι ποιμένες καὶ τοῦ ἀρχιποίμενος Χριστοῦ μιμηταί, ὡς τῆς θείας μάνδρας τῆς ἐκκλησίας καὶ τῶν ἐν αὐτῇ λογικῶν θρεμμάτων ἄγρυπνοι φύλακες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτός, τῆς τὴν νοητὴν ἡμέραν διακοπτούσης, ἣν ὁ τῆς δικαιοσύνης ἥλιος αἰθριάζει, τῆς σκοτεινῆς καὶ ἀθέου κακοπιστίας, εἴτουν αἱρετικῆς ἐρεσχελίας καὶ δυσφημίας καὶ τῆς ἄλλης κακίας· καὶ ἐν ταῖς τοιαύταις αὐτῶν φυλακαῖς ἀγραυλοῦντες μέλος εὐσεβείας τὸ παναρμόνιον, ὅπερ ἡ ἐκ τῶν ἑπτὰ διὰ πασῶν, μουσικῶς εἰπεῖν, συγκεκροτημένη θεόφθογγος λύρα, τῶν ἑπτὰ δηλαδὴ μεγάλων Συνόδων ἡ σύμφωνος ὁμολογία τῆς πίστεως ἡμῶν, ὑπηχεῖ· οὓς οὕτως ἀγρυπνοῦντας, οὕτω φυλάσσοντας οὐκ ἔλαθεν ὁ μὴ διὰ τῆς θύρας, ἀλλ’ ἄλλοθεν εἰσπηδῶν καὶ ἀναβαίνων εἰς τὴν αὐλὴν τῶν προβάτων κλέπτης ἢ λῃστὴς ἢ λύκος, ἵνα πάντως κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ, ἀλλὰ φωραθεὶς ἀπεβουκολήθη καὶ ἀπηλάθη καὶ ἀπεκηρύχθη, καθὼς ἦν ἄξιον· σὺ δὲ πόσων ἂν εἴης ἐπαίνων, πόσων στεφάνων καὶ τῶν ἐπὶ τούτοις θεάτρων καὶ πανηγύρεων ἄξιος καὶ συγκροτήσας τὸν λογικὸν τοῦτον πόλεμον καὶ καθοπλίσας τοὺς μαχητὰς καὶ συμμαχήσας καὶ ὑπὲρ πάντας ἀριστεύσας καὶ μετὰ Χριστοῦ νικήσας, τοῦ τὸν κόσμον ἀεὶ νικῶντος, καὶ τὴν νίκην κυρώσας καὶ βεβαιώσας, πάντως μὲν καὶ βασιλικοῖς γράμμασιν, ὅπερ ἔθος ἐπὶ ταῖς Συνόδοις ἐκράτησε, βεβαιότερον δὲ τοῖς πράγμασιν, οἷς αὐτὸν παριστὰς τὸν σὸν ἀγωνοθέτην τε καὶ βραβειοδότην, τῆς συμμαχίας καὶ νίκης ἐκείνης ἐπάξια τὰ παρόντα σοι γέρα βραβεύοντα, τὰς ἀνδραγαθίας, τὰς ἀριστείας, τὰς νίκας, τὰ τρόπαια, ὧν καὶ μόνον ἓν ἀξίως εἰπεῖν ἐργωδέστατον, ἔγω γε οἶμαι.

κἂν εἰς ταυτὸ πᾶσαι γλῶσσαι ῥητόρων συνέλθοιεν· ἐφ’ οἷς καὶ ἡμεῖς ἑορτάζειν τὰ ἐπινίκια βουλόμεθα μέν, πάντη δὲ τῆς ἀξίας λειπόμενοι παραιτούμεθα.

Ἵνα γὰρ ἐν τῷ παρόντι παρῶ τὰ πάλαι πανταχόσε κατορθωμένα σοι· ἔδει γὰρ πάντα σε τὸν κύκλον τῆς οἰκουμένης ἐν τούτοις περιλαβεῖν, τὰ πρὸς ἕω, πρὸς βορράν, πρὸς δύσιν, πρὸς θάλασσαν· οἷον γὰρ καὶ τὸ καθ’ αὐτὴν τὴν θάλασσαν· Χριστοῦ μὲν μόνου πάντως τὸ ταύτην ἐπιτιμᾶν ἀγριαίνουσαν, καὶ σιώπα, πεφίμωσο λέγειν καὶ ἔχειν εὐήκοον· νῦν δὲ καὶ τοῦτο σόν· ταύτην γὰρ πρὸ τοῦδε δεινῶς ἐπεγειρομένην, καὶ μικρὸν ὅσον καταποντίζειν ὡς πλοῖον τὴν καθ’ ἡμᾶς νῆσον αὔτανδρον ἀπειλοῦσα, ὡς πάλαι τὸ φέρον τοὺς μαθητάς, οἰκονομικῶς ὑπνοῦντος τοῦ τὸ σώζειν ἔχοντος κυβερνήτου καὶ διδασκάλου, καὶ αὐτὸς θεομιμήτως ὡς ἐνῆν κατεστόρεσας, τὴν ἐν ἄλλοις πολλοῖς οὖσι κἀκείνοις καὶ σφόδρα κατεπείγουσιν ἀσχολίαν, πρὸς δὲ πρόνοιαν τῆς θαλάσσης, ὡς εἰκός, δοκοῦσαν ἀργίαν ὥσπερ ὕπνον ἐκτειναξάμενος καὶ ἠρεμίαν ἐγκελευσάμενος ταύτῃ τε καὶ τῷ ταύτην ἡμῖν ἐκταράσσοντι τυφωνικῷ πνεύματι, καὶ εἰς γαληναίαν αὔραν μεταστησάμενος· καὶ τοῦτο δ’ οὖν ὅμως, καίτοι τοιοῦτον ὄν, ἐάσθω· ἀλλὰ τὰ χθές που καὶ πρότριτα πρὸς ἀνίσχοντα πάλιν ἥλιον, ὅπερ, ἀθρόον ἐπιφανεὶς ὡς ἄλλος τις ἥλιος, νῦν μὲν Κίλιξι, νῦν δὲ τοῖς κατ’ Ἀντιόχειαν Σύροις, τὸ τηνικαῦτα κρατοῦν ἐν ἑκατέροις νυκτῶδες σκότος τῆς τυραννίδος ἀπήλασας τῇ ἐπιλάμψει τῶν ἡμεροφαῶν καὶ θεολαμπῶν ἀκτίνων σου· ἤδη δὲ καὶ τῶν Περσικῶν ὁρίων ἱκανὴν μοίραν ἐπιπολεύσας κατηύγασας· ἔτι δὲ καὶ τὰ νῦν αὖθις πρὸς ἕω κατειργασμένα σοι κατὰ τῶν δυσσεβεστάτων Ἰσμαηλιτῶν, τῶν τέως μὲν ὑποσπόνδων τῷ κράτει σου, ἐπὶ κακῷ δὲ τῆς ἑαυτῶν κεφαλῆς πτέρναν ἀράντων καὶ παρασπονδησάντων καὶ τὴν σὴν πρὸς ἡμᾶς ἀνάζευξιν ἐπιτηρησάντων· οὕτω τε λάθρα τῇ οὐραγίᾳ τοῦ περιλειφθέντος ἐκεῖ στρατεύματος ἐπιστρατευσάντων· τὴν εὐβουλίαν, καθ’ ἣν ἀδοκήτως αὐτοῖς ἐπέστης, τὴν εὐτολμίαν, τὴν ἀνδρίαν, καθ’ ἃς μόνος αὐτὸς προεκδραμὼν τοῦ στρατεύματος, εἷς ἐδίωξας χιλίους κατὰ τὸ λόγιον, καὶ συρραγεὶς τοῖς τοσούτοις τοὺς μὲν ἀνεῖλες, τοὺς δὲ συνέσχες, τοὺς δὲ φυγάδας ἢ καὶ τραυματίας ἀφῆκας οἴχεσθαι· τά τε τῆς ὅλης τηνικαῦτα στρατιᾶς, ὅσα καὶ μόνον ἀπαριθμῆσαι μακροτέρου δέοιτ’ ἂν λόγου· καὶ ὡς οὐ μόνον ὑποσπόνδους ἐντεῦθεν ἔσχες τοὺς ἁπανταχῆ τῆς ἑῴας ἡγεμονεύοντας, ἀλλὰ καὶ πάντα δουλείας ζυγὸν τυραννικὸν καὶ ἀλλότριον εἰς τέλος συνέτριψας, καὶ πᾶσαν ἐν βραχεῖ τὴν ἀρχαίαν Ῥωμαίων ἀρχὴν ἐπὶ πλεῖστον ὅσον διασκεδασθεῖσαν καὶ μερισθεῖσαν ὑφ’ ἓν συνῆψας καὶ ἀνεκτήσω.

Ταῦτα τίνος ἄν τις ἄλλης εἰ μὴ θείας θείη δυνάμεως ἔργα, γέρα σοι τῆς περὶ αὐτὴν εὐσεβείας ἀποδιδούσης ἀντάξια; ὅτι τοι πολλῶν ὄντων καὶ ἀναγκαίων πάντων, ἃ τηνικαῦτα κατήπειγον καὶ τὴν βασίλειον ἀντέσπων πρὸς ἑαυτὰ πρόνοιαν· ὁπηνίκα καὶ τοῦ τῆς ἐκκλησίας μέρος τι διασπασθὲν τῆς ὁλότητος πρὸς τὸ λοιπὸν ἐστασίαζεν· αὐτός, τἄλλα πάντα δευτέρας φροντίδος ἄξια κρίνας, προηγουμένης σπουδῆς ἠξίωσας τὴν τῆς ἐκκλησίας κατάστασιν, καὶ τοῖς ὑγιαίνουσι ταύτης προσθέμενος μέλεσι, τὸ σεσηπὸς ἤδη καὶ κακοπιστίας ἀπόζον αἱρετικῆς καὶ τὴν αὐτοῦ θεραπείαν ἀπαγορεῦον, ὡς σοφὸς ἰατρὸς ἀπέκοψας καὶ ἀπέρριψας, προμηθείᾳ τοῦ μὴ φθάσαι τὴν σῆψιν ἐπινεμηθῆναί τι καὶ τοῦ ὑγιαίνοντος· ταύτην αὐτὸς ὑποβάθραν τῆς ὅλης ἀνδραγαθίας ὑποστησάμενος, ταύτῃ καὶ τοὺς χρυσοῦς ἐκείνους κίονας τῶν τροπαίων ἐπέστησας, ἐφ’ ὧν τὴν ἀρχὴν τῆς ὅλης ἑῴας ὠρόφωσας· ἣν ὁ Θεὸς ἀμοιβήν σοι τῆς πρὸς αὐτὸν εὐσεβείας, ὡς ἔφην, ἐβράβευσε καὶ ἔτι βραβεύσειε, θαρρούντως προλέγω, τὴν περὶ τῶν μελλόντων πίστιν ἐκ τῶν προλαβόντων ἀσφαλῶς βεβαιούμενος, τὴν τῆς ὅλης οἰκουμένης κατάσχεσιν· ἐπειδὰν καὶ τὴν λείπουσαν ἔτι καὶ παρὰ σοῦ συστηθῆναι προορισθεῖσαν οἰκουμενικὴν Σύνοδον ἀθροίσῃς καὶ τὴν μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν εἰς πολλὰς ἄρτι κατατομὰς μερισθεῖσαν πρὸς ἑαυτὴν ἐπαναγάγῃς καὶ μίαν ὄντως αὖθις ἀποτελέσῃς.

Ὅσον γὰρ ἡ διάστασις κακόν, τοσοῦτον ἡ ἕνωσις ἀγαθόν.

Ἡ μὲν γάρ ἐστι σκεδασμὸς καὶ εἰς τὸ μὴ ὂν ἀναχώρησις, ἡ δὲ σωτηρία καὶ πρὸς τὸ οἰκεῖον εἶναι ἐπάνοδος· καὶ δεῖ τὸν προεστῶτα τῶν ὅλων ὡς μάλιστα προνοεῖσθαι τῆς τῶν ὅλων ἑνώσεως· εἴ γε μέλον αὐτῷ κραταιοτάτην ἀποφαίνειν τῇ μοναρχίᾳ τὴν προστασίαν, καὶ πρῶτόν γε τῆς κατὰ τὴν ὀρθὴν πίστιν ἑνώσεως, ἥτις ἐστὶ βασιλεία Θεοῦ, ᾗ καὶ τὰ χρηστὰ πάντα προστίθενται κατὰ τὴν θείαν ὑπόσχεσιν· Ζητεῖτε γάρ, φησι, πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· ἀλλὰ ταῦτα μὲν ὕστερον· καὶ βεβαιούτω μοι τὸν λόγον ἡ πίστις, ἣ πάντα δύναται.

Πάντα γάρ φησι δυνατὰ τῷ πιστεύοντι. Τὸ δὲ νῦν ἐπειδὴ καὶ μεθέορτα πανηγυρίζειν ὁ καθ’ ἡμᾶς νόμος δίδωσι, καὶ ὁ λόγος, εἰ καὶ τοῦ καιροῦ δεύτερος, ἀπαντᾷ πρὸς τὴν Σύνοδον, ἀλλ’ οὔ τί γε καὶ τῆς ἑορτῆς ἀπολείπεσθαι πάμπαν ἀνέχεται· ἀλλ’ ἥκει πόρρωθεν παρεσκευασμένος συγχορεῦσαι τοῖς τὰ συνόδια ἑορτάζουσι καὶ ὑμνῆσαι τὰ ἐπινίκια. Δεῖ δὲ πρὸ τῶν ἐπινικίων τὴν νίκην καὶ πρὸ τῆς νίκης τοὺς ἀγῶνας ὑπομνησθῆναι· τοῦτο γὰρ ἑορτή, τῶν ἑορταζομένων ὑπόμνησις· φέρε δή, φέρε καὶ νῦν ὁ λόγος τῶν τῇ Συνόδῳ πεπραγμένων ὡς ἔνι συνοπτικῶς ὑπομνησθήτω.

Εἰ δέ γε δοκεῖ διὰ τὸ εὐσύνοπτον, καὶ τὸ τοῦ ὀρθοδόξου πρόσωπον ὑποδὺς καὶ καθεὶς ἑαυτὸν εἰς τὸ στάδιον, ἀγωνιστικώτερον ἀντεπεξίτω τῷ λόγῳ τοῦ ἀντιθέτου· ἐπεὶ καὶ λογογραφῆσαι καὶ στηλιτεῦσαι τὴν ἑαυτοῦ πλάνην, ὅς τίς ποτε οὗτος, κατατετόλμηκε, καὶ δεῖ δὴ κἀνταῦθα λόγῳ λόγον ἀντιμαχέσασθαι· καὶ ὁ μὲν ἀγὼν θεατριζέσθω, σὺ δὲ προκαθέζου βασιλικῶς σὺν παρέδρῳ τῇ ἀληθείᾳ, τὸ λογικὸν τοῦτο θέατρον συγκροτῶν, καὶ ἀρρεπῶς ἀγωνοθέτει κατὰ τὸ σύνηθες· καὶ ἄθρει τὸν πολιὸν μὲν τὴν τρίχα καὶ γηραιὸν τὸν χρόνον ἐμέ, μικρὸν δὲ τὴν ἡλικίαν ἐν τοῖς ἀδελφοῖς μου τοῖς ἐπισκόποις, καὶ πάντων εὐτελέστατον καὶ ἐλάχιστον, τῷ μεγαλαύχῳ καὶ σοβαρῷ καὶ ὑψηλῷ τόν τε θρόνον ἐπίσης καὶ τὸ φρόνημα συμπλεκόμενον· ὅπως ὁ τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος Κύριος, ταπεινοῖς δὲ χάριν διδούς, ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, τὰ δὲ μωρὰ τοῦ κόσμου καὶ τὰ ἀσθενῆ ἐκλεγόμενος καὶ διὰ τούτων καταισχύνων καὶ καταβάλλων τὸν πρῶτον ἰσχυρὸν ἐν κακίᾳ καὶ ὑπερήφανον κοσμοκράτορα καὶ τοὺς αὐτοῦ ζηλωτάς, αὐτὸς καὶ τὴν ἐμὴν ἀσθένειαν ῥώσειε καὶ παραθαρρυνοῖ ἐξελθεῖν εἰς συνάντησιν τῷ τὴν ἀλλόφυλον δόξαν παραδοξάσαντι· κἀγὼ παρ’ αὐτοῦ σπασάμενος μάχαιραν, ἣν μόνος ἔχειν αὐχεῖ λόγου δύναμιν, ἀλλὰ φείδομαι τὸ ἑξῆς εἰπεῖν ὡς ἀπότομον, πλὴν ὅτι πάντως ἡ θεία χάρις περιγενήσεται καὶ καταβαλεῖ τὸν ὑψαύχενα.