Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Λόγοι δύο κατὰ αἱρετικῶν

Νικόλαος Μεθώνης

Ανασκευή των κακοδοξιών περί καταλλαγής και υπεράσπιση του τριαδικού δόγματος

Διαχωρισμός της έννοιας της καταλλαγής από την ανταλλαγή, έλεγχος του διαχωρισμού των ενεργειών μεταξύ Πατρός και Υιού, και υπεράσπιση των δύο φύσεων του Χριστού έναντι αιρετικών παρερμηνειών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 4 από 8

Ὥσπερ οὖν ἡμῖν τῇ τῆς σαρκὸς κοινωνίᾳ κοινωνεῖν τοῦ ἁγιάζεσθαι καὶ τοῦ προσφέρεσθαι λέγεται, οὕτω πολλῷ πρότερον ἐκείνης τοῦ ἁγιάζειν καὶ τοῦ προσίεσθαι τῷ Πατρὶ καὶ τῷ Πνεύματι· καθ’ ὅσον καὶ ἡ ἕνωσις ἐν ἐκείνοις ἡ ἐπικρατεστέρα τῆς διακρίσεως. Οὐ γὰρ ὥσπερ καὶ τὸ ὅλον ἓν καὶ ἕκαστον τῶν τριῶν ἕν, ὅπερ ἐστὶν ἡ ἕνωσις, οὕτως ἀντιστρέφει καὶ ἡ διάκρισις, ἵνα καὶ τὸ ὅλον ᾖ τρία καὶ ἕκαστον τρία· αὐτὸ γάρ ἐστιν ἐκεῖνο μόνον, ὅπερ ἐστὶν ἕκαστον τῶν τριῶν, τὸ μὲν Πατήρ, τὸ δὲ Υἱός, τὸ δὲ Πνεῦμα. Καὶ εἰ τρία ταῖς ὑποστάσεσιν, ἀλλὰ τῇ φύσει Θεὸς εἷς τὰ τρία. Τούτων δὲ κατὰ τὴν μίαν φύσιν μία καὶ δύναμις καὶ ἐνέργεια, καὶ θέλημα ἕν· οὐκοῦν καὶ ὁ ἁγιασμὸς εἷς. Ἀλλ’ ὁ κοινὸς οὗτος δογματιστὴς οὐ τὸν ἁγιασμὸν μόνον, ὅς ἐστιν ἐνέργεια κοινὴ τῶν τριῶν, ἀλλὰ καὶ τὴν καταλλαγήν, ἣ θέλησίς ἐστι τῶν τριῶν, διχάζει, ταύτην αἰτίαν ἀποδιδοὺς τοῦ δεῖσθαι τὴν ἡγιασμένην καὶ τετελειωμένην σάρκα τοῦ δευτέρου ἁγιασμοῦ καὶ τῆς δι’ αὐτοῦ τελειώσεως, τὸ δεῖν, τοῦ Υἱοῦ πρότερον καταλλαγέντος ἡμῖν διὰ τῆς σαρκώσεως, καὶ τὸν Πατέρα μετὰ τοσοῦτον χρόνον, ὅσος ὁ τῆς ὅλης οἰκονομίας, λαβόντα τι παρ’ ἡμῶν καταλλαγῆναι καὶ μὴ δῶρον, ἀλλ’ ἀμοιβὴν ἡμῖν τὴν υἱοθεσίαν ἀντιχαρίσασθαι.

εἶναι δὲ τὸ λῆμμα τὸ τοῦ Υἱοῦ αἷμα· ὡς ἄρα τοῦ Πατρὸς καταλλαττομένῳ πρότερον τῷ Υἱῷ μὴ συνευδοκήσαντος μηδὲ συγκαταλλαγέντος, πρὶν ἢ καὶ αὐτόν τι, ὥσπερ τὸν Υἱὸν καὶ τὸ λῆμμα, κοινώσασθαι.

Πόσας ἀτοπίας ἐπὶ τὸ αὐτὸ συνάγων ὁ σοφὸς οὗτος καὶ ὀξὺ βλέπειν δοκῶν εἰς τὰ τῶν ἄλλων παρολισθήματα, ἑαυτὸν λανθάνων οὐ συνιεῖ. Ὁ δύο φυσικὰς ἐνεργείας Πατρὸς καὶ Υἱοῦ καὶ θελήματα δύο λέγων, καὶ δύο πάντως φύσεις αὐτῶν εἰπεῖν ἀναγκάζεται. Ὡς γὰρ κατὰ τὴν μίαν φύσιν μίαν καὶ τὴν ἐνέργειαν καὶ τὴν θέλησιν τῆς Τριάδος ὁμολογεῖν ὁ τῆς ὀρθοδοξίας ἀπαιτεῖ λόγος, οὕτως ἔμπαλιν τῷ διαιροῦντι τὴν μίαν ἐνέργειαν καὶ τὴν θέλησιν, τὸν ἁγιασμὸν λέγω καὶ τὴν καταλλαγήν, ἀνάγκη καὶ τὰς φύσεις συνδιαιρεῖν. Ὁ τὸν ἐκ τῆς ἑνώσεως τοῦ Λόγου καὶ τῆς σαρκὸς ἁγιασμὸν ἐνδεᾶ ποιῶν τοῦ διὰ τῆς πρὸς τὸν Πατέρα προσαγωγῆς, εἰς αὐτὸν ἄντικρυς τὸν Υἱὸν ἀναφέρει τὸ ἐνδεὲς καὶ οὕτως αὐτὸν ἐλάττονα ποιεῖ τοῦ Πατρός· ὁ τὸν Πατέρα λαβεῖν τι παρ’ ἡμῶν χρῆναι λέγων καὶ πρὶν λαβεῖν μὴ καταλλαττόμενον, οὐ δωροληψίας ἥττω μόνον, ἀλλὰ καὶ ἄλλως ἐμπαθῆ τοῦτον εἶναι νομίζει· ὁ καὶ λαβεῖν αὐτὸν τὸ τοῦ Υἱοῦ αἷμα δοξάζων καὶ τὸν Υἱὸν τὴν σάρκα καὶ οὕτω καταλλαγῆναι, καινοτέρας ἐστὶν αἱρέσεως εὑρετής· ὥσπερ τὸν Χριστὸν ἐκ δύο φύσεων θεότητος καὶ ἀνθρωπότητος, οὕτω καὶ τὸν Πατέρα συντιθεὶς ἐκ θεότητος καὶ οὗπερ εἴληφεν αἵματος· ἵνα καὶ ὅπερ εἶπεν, Ἔθος εἶναι τοῖς καταλλαττομένοις λαμβάνειν τι παρ’ ἀλλήλων, ἐπίσης ἐπ’ ἀμφοῖν φυλαχθῇ.

Ἐῶ τἄλλα, πλὴν ἀλλὰ κἀκεῖνο μὴ παροπτέον τοῦ σοφοῦ τὸ ἀγνόημα, ὅτι προθέμενος εἰπεῖν τι περὶ καταλλαγῆς τὸ τῆς ἀνταλλαγῆς ἴδιον ἐκ καταλλαγῆς ἀδιαφόρως παρέλαβεν εἰπών· Ἔθος εἶναι τοῖς καταλλαττομένοις λαμβάνειν τι παρ’ ἀλλήλων· ὅπερ οὐ τῶν καταλλαττομένων, ἀλλὰ τῶν ἀνταλλαττομένων, ὡς δηλοῖ καὶ τὸ ὄνομα. Ἐπεὶ τότε μάλιστα καθαρῶς τινες καταλλάττονται, ὅτε χωρὶς δωροληψίας εἰρήνην ἀνθαιροῦνται μάχης, οὐ κἄν τι διδόντες ἀλλήλοις, ἀλλὰ μᾶλλον συγχωροῦντες. Διὸ καὶ ὁ μεσιτεύσας ἐπὶ τῇ πρὸς ἑαυτὸν καὶ τὸν Πατέρα καταλλαγῇ, οὐκ αὐτός τι πρότερον λαβὼν παρ’ ἡμῶν, οὕτως ἡμῖν κατηλλάγη· ἢ τί ἔλαβε; τὴν σάρκα φησίν· ἀλλ’ οὐ τοῦτο τὸ τῆς καταλλαγῆς αἴτιον, ἀλλ’ ἡ καταλλαγὴ τούτου. Αἴτιον δὲ τῆς καταλλαγῆς ἡ θεία χρηστότης, ἡ φιλανθρωπία, ὁ πολὺς ἔλεος, ἡ ἄπειρος ἀγαθότης, ταῦτα τὰ τῆς καταλλαγῆς αἴτια.

Διὰ ταῦτα εὐδόκησεν ὁ Πατήρ, συνήργησε τὸ Πνεῦμα καὶ ὁ Υἱὸς ἐνήργησε τὴν καταλλαγήν. Ἡ δὲ καταλλαγὴ τῆς ὅλης οἰκονομίας αἰτία τοῦ παχυνθῆναι τὸν Λόγον, τοῦ κενωθῆναι τὸν ὑπερπλήρη, τοῦ τὸν ὑπερούσιον οὐσιωθῆναι, τοῦ τὸν ἀσώματον σαρκωθῆναι, τοῦ ταπεινωθῆναι μέχρι καὶ δούλου μορφῆς, μέχρι καὶ θανάτου, θανάτου δὲ σταυροῦ.

Ταῦτα οὐκ ἔστι λαβεῖν, οὐκ ἀνταλλάξαι, ἀλλὰ χαρίσασθαι καὶ ἀφεῖναι καὶ συγχωρῆσαι κατὰ τὸ βούλημα τῆς καταλλαγῆς. Ἐν τούτοις οὐδὲν μέσον τῆς τοῦ Υἱοῦ καταλλαγῆς καὶ τῆς τοῦ Πατρός· οὐ τόπος διιστῶν τούτους ἀπ’ ἀλλήλων· οὐ χρόνος ἀφορίζων ἑκατέρῳ τὸ πρότερον καὶ τὸ ὕστερον· οὐ θελημάτων, οὐκ ἐνεργημάτων διαφορά, καθ’ ἣν ἂν καὶ διαιρεθήσονται· πλὴν εἰ μὴ τὰ ἀνθρώπινα τοῦ Χριστοῦ παραβάλλειν θέλεις τοῖς θείοις ἀκαίρως.

Νῦν γὰρ οὐ περὶ ἐκείνων ὁ λόγος. ἀλλὰ περὶ τῶν θείων θελημάτων τοῦ Χριστοῦ καὶ ἐνεργημάτων, ὧν καὶ τὴν καταλλαγὴν καὶ τὸν ἁγιασμὸν ὁ λόγος ἔδειξεν. Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, φησὶν ὁ Χριστὸς πρὸ τοῦ πάθους, ὥστε τὸν υἱὸν αὐτοῦ δοῦναι. ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Εἰ πρὶν ἢ τὸ αἷμα λαβεῖν ὁ Πατὴρ οὐ κατήλλακτο,· πῶς πρὸ τῆς καταλλαγῆς τὸν κόσμον ἠγάπησε; καὶ οὕτως ἠγάπησεν, ὡς καὶ τὸν υἱὸν ὑπὲρ αὐτοῦ δοῦναι τὸν μονογενῆ, τὸν ἀγαπητόν πῶς πρὸ τοῦ λαβεῖν τὸ τῆς καταλλαγῆς αἴτιον αἷμα κατήλλακται; ἢ κατήλλακται μὲν πρῶτον, ὡς οἶδεν αὐτός, ὡς ἐδικαίωσε φιλανθρώπως ἐν ἀφέσει ἁμαρτιῶν ἡμῶν, κατὰ τὸν μέγαν εἰπεῖν Ζαχαρίαν, διὰ σπλάγχνα ἐλέους αὐτοῖ· εἶθ’ οὕτως ἀγαπήσας δέδωκεν ὑπὲρ ἡμῶν τὸν υἱόν, καὶ δι’ αὐτοῦ τὴν σωτηρίαν ἡμῶν ᾠκονόμησεν· οὔκουν τὸ σωτήριον αἷμα τῆς τοῦ Πατρὸς μεθ’ ἡμῶν καταλλαγῆς αἴτιον, ἀλλ’ ἡ καταλλαγὴ μᾶλλον αἰτία τοῦ αἵματος· τὸ δὲ λύτρον ἡμῶν τῆς αἰχμαλωσίας καὶ τῆς ἁμαρτίας καθάρσιον δέδοται· καθὰ καὶ ἡμεῖς ἀντάλλαγμα τοῦ Χριστοῦ κατὰ τὸν θεῖον Δαβίδ, Μνήσθητι Κύριε τοῦ ὀνειδισμοῦ σου, λέγοντα, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου. Μᾶλλον οὖν ἀνταλλαγῆς τὸ θεῖον αἷμα ῥητέον αἴτιον, καταλλαγῆς δὲ τὴν μεσιτείαν Χριστοῦ. αὐτὸν δὲ τὸν Χριστὸν μάλιστα συνελόντα πάντα, καὶ καταλλαγήν, ὡς εἰρήνην.

Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, φησιν ὁ Ἀπόστολος· καὶ καταλλάκτην, εἴτουν καταλλαγῆς αἴτιον, ὡς εἰρηνοποιόν· καὶ καταλλαττόμενον, ὡς ἄμφω ὄντα Θεὸν καὶ ἄνθρωπον· ταῦτα γὰρ τὰ καταλλαττόμενα· καὶ ὡς ἱερέα, προσφέροντα, καὶ ὡς αἷμα καὶ σάρκα, προσφερόμενον καὶ θυόμενον, καὶ ὡς Θεόν, προσδεχόμενον μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος τὸ προσαγόμενον ἱερεῖον, τὸ καὶ παρ’ αὐτοῦ δοθὲν τῆς ἡμῶν αἰχμαλώτου φύσεως ἀντάλλαγμα ἀξιόχρεων.

Οὗτος ὁ ἀσφαλὴς καὶ παντάπασιν ἀνεπίληπτος τῆς εὐσεβείας ὅρος καὶ λόγος. Τοῦτο τὸ μέγα τῆς ὑπὲρ ἡμῶν θείας οἰκονομίας μυστήριον, Θεὸς κόσμον ὅλον τὸν καθ’ ἡμᾶς ἑαυτῷ καταλλάττων. Ὁ δὲ καίτοι τοσούτοις ἔνοχος ὢν ἀτοπήμασι πάλιν διαπορεῖ. Πῶς οὖν, λέγων, οὐκ ἐπιεικῶς ἐστιν ἄτοπον ταύτην προσενηνέχθαι τὴν θυσίαν λέγειν τῷ Θεῷ λόγῳ; Τίνος γὰρ ἡμῖν πρὸς τοῦτον ἔδει καταλλαγῆς, ὃς ἐξ αὐτῆς ἡμῖν κατήλλακται τῆς ἑνώσεως; Πῶς δὲ οὐκ ἀνόητον λέγειν διὰ τῆς θυσίας ταύτης ἑαυτῷ καταλλάττεσθαι; Ἐρωτᾷς, ἢ ἀπορεῖς; Πῶς οὐκ ἄτοπον τὸ τὴν θυσίαν λέγειν προσενηνέχθαι τῷ Θεῷ λόγῳ; Οὕτως οὐκ ἄτοπον, ὥσπερ οὐδὲ τὸ λέγειν αὐτὴν ταύτην τὴν θυσίαν προσενηνέχθαι τῷ Θεῷ καὶ Πατρί. Εἰ γὰρ ᾗ Θεὸς καὶ οὐχ ᾗ Πατὴρ ὁ Πατὴρ ταύτην προσήκατο· οὐ γὰρ τέρπεται πατὴρ υἱοῦ αἵματι· οὐδὲ τὸν υἱὸν ἄτοπον ᾗ Θεὸν λέγειν ταύτην προσδέξασθαι· εἰ μὴ δύο βούλει λέγειν Θεούς· τάχα καὶ τὸν τρίτον τούτοις προσαριθμεῖν τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα κατὰ τὴν τῶν λεγομένων τριθεϊτῶν αἵρεσιν. καὶ ὁπότε μή τινος πρὸς τὸν Υἱὸν ἡμῖν ἔδει καταλλαγῆς, οὐδὲ πρὸς τὸν Πατέρα τηνικαῦτα, οὐδὲ πρὸς τὸ Πνεῦμα· ὅτε δὲ πρὸς ἐκεῖνα, τότε καὶ πρὸς τοῦτον· ἀμέριστος γὰρ ὁ Θεός· καὶ εἷς Θεὸς ἡ Τριάς· καὶ οὐ τὸ μὲν τοῦ ἑνὸς Θεοῦ κατηλλάχθαι, τὸ δὲ μὴ κατηλλάχθαι θέμις εἰπεῖν ποτε.

Οὔκουν οὐδὲ τὸν Υἱὸν μόνον ἰδίως, οὐδ’ ᾗ Υἱόν, ἀλλ’ ᾗ Θεὸν καὶ κοινῶς μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος τὴν παρ’ ἑαυτοῦ θυσίαν προσδέχεσθαι λέγομεν, καὶ οὕτως ἡμῖν ἐν ἑαυτῷ καταλλάττεσθαι, τὸ παρ’ ἑαυτοῦ προστιθέντες, ὡς τοῦ αὐτοῦ καὶ Υἱοῦ καὶ ἀνθρώπου λοιπὸν χρηματίζοντος.

Ὅθεν οὐχ ἡμῶν τὸ ἀνόητον, ἀλλὰ σοῦ μᾶλλον κατηγορεῖν δίκαιον· ὅτι μὴ διαστέλλων τὰς τοῦ ἑνὸς Υἱοῦ φύσεις, καθάπερ ἡμεῖς καὶ πρὸ ἡμῶν ἡ μεγάλη τετάρτη Σύνδος, αὐτὸν ἑαυτῷ κατ’ ἄλλο καὶ ἄλλο φὴς καὶ αὐτὸν καταλλάττεσθαι.

Ἢ οὐδὲ σύ γε αὐτὸς ἑαυτῷ φαίης ἄν ποτε μάχεσθαι, ὅταν σοι τὸν τῆς σαρκὸς νόμον τῷ νόμῳ τοῦ πνεύματος ὁρᾷς ἀντιστρεφόμενον καὶ τὸ φρόνημα ἐναντιούμενον τῷ φρονήματι. Ἐπειδὰν δὲ ταῦτα συμβιβάσαι νουνεχῶς δυνηθῇς, καὶ ὑποτάσσεσθαι πείσῃς τὸ χεῖρον τῷ κρείττονι, τηνικαῦτα καὶ σὺ σαυτὸν ἑαυτῷ ἐρεῖς καταλλάττεσθαι· ὄντως ἂν ἀνόητος εἴης μὴ οὕτω τὰ κατὰ σεαυτὸν κρίνων.

Σκόπει δέ σου καὶ τὸ καθ’ ἑξῆς ἐπενθύμημα. Αἰτιασάμενος γὰρ ὡς ἀνόητον τὸ τὸν Υἱὸν λέγειν αὐτὸν ἑαυτῷ διὰ τῆς θυσίας καταλλάττεσθαι, προστίθης καὶ ταῦτα τῷ αἰτιάματι. Ἢ τὴν μὲν προσληφθεῖσαν ἐξ ἡμῶν φύσιν ἔχειν πρὸς ἡμᾶς οἰκείως, τὴν δὲ ἑνωθεῖσαν αὐτῇ θεότητα δεῖσθαι τῆς πρὸς ἡμᾶς διὰ θυσίας καταλλαγῆς· ἢ κατὰ Παῦλον εἰπεῖν, μεμέρισται ὁ Χριστός, ὡς εἶναι τὸ μὲν αὐτῷ φίλον, τὸ δὲ ἀντίθετον; Σύνες τί λέγεις σοφώτατε. Τί ἀποφαίνῃ κατὰ σαυτοῦ; Τὸ μὴ διαιρεῖν τὰς δύο τοῦ Χριστοῦ φύσεις, ὡς τῇ μὲν νέμειν τὰ θεοπρεπῆ προτερήματα, τῇ δὲ τὰ καθ’ αὑτὴν ἐλαττώματα, ἀλλὰ τοὺς οὕτω διαιροῦντας, καὶ τὸν Χριστὸν συνδιαιρεῖν ἀποφαίνεσθαι, τῶν συγχυτικῶν ἢ καὶ φαντασιαστῶν ἐστιν αἵρεσις, οἳ τὴν τετάρτην οἰκουμενικὴν ἀθετοῦσι Σύνοδον καὶ τὰς μετ’ αὐτὴν ἀκολούθους αὐτῇ. Σεβῆροι τὴν ἀπόνοιαν ταύτην νοσοῦσι καὶ Εὐτυχεῖς καὶ Διόσκοροι καὶ ὅσος σὺν αὐτοῖς αἱρετικὸς ἐσμὸς παρὰ τῶν ἱερῶν Συνόδων ὑπεβλήθη τῷ ἀναθέματι.

Οὔμενουν οὐδὲ τὸ μεμέρισται ὁ Χριστὸς κατὰ τῶν τὰς φύσεις τοῦ Χριστοῦ διαιρούντων τῷ Ἀποστόλῳ προφέρεται κατὰ τὴν σὴν παρανόησιν καὶ παράχρησιν, ἀλλὰ κατὰ τῶν ἀπ’ ἀλλήλων διασχιζόντων καὶ τοὺς ἕνα Χριστὸν κηρύσσοντας Ἀποστόλους καὶ διδασκάλους αὐτῶν ἄλλων ἄλλους ἰδιουμένων, ἐν τῷ λέγειν, Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ, ἐγὼ δὲ Κηφᾶ· καὶ οὕτω, τό γε εἰς αὐτοὺς ἧκον, διαιρούντων τὸ Χριστοῦ κήρυγμα καὶ Χριστὸν αὐτὸν μεριζόντων καὶ τεμνόντων. Σὺ δὲ πῶς τοῦτο προφέρεις κατὰ τῶν ἕνα καὶ τὸν αὐτὸν Χριστὸν τηρούντων ἐν δυσὶ ταῖς συνελθούσαις εἰς μίαν ὑπόστασιν φύσεσι, καὶ τῇ μὲν προσφέρειν τε καὶ προσφέρεσθαι, τῇ δὲ προσδέχεσθαι λεγόντων; οὕτω δὲ καὶ καταλλάττεσθαι αὐτὸν ἑαυτῷ, εἰ μὴ προφανῶς τὰς δύο φύσεις ἀρνῇ· καὶ ἢ συγχεῖς ταύτας μετὰ τὴν ἕνωσιν ἢ τὴν μίαν τελείως ἐκβάλλεις, φαντασίαν νομίζων τὴν ἀληθινὴν ἐνανθρώπησιν.

Εὐκαιρότερον δ’ ἂν ῥηθείη πρός σε, μεμέρισται ἡ ἐν Πατρὶ καὶ Υἱῷ πρὸς δὲ καὶ Πνεύματι μία θεότης, ὡς εἶναι τὸ μὲν αὐτῆς φίλον ἡμῖν, τὸ δὲ ἀντίθετον; Ὡς γὰρ μία ὑπόστασις ὁ Χριστός, οὕτως εἷς Θεὸς ἡ Τριάς, εἰ καὶ ἔμπαλιν ὁ μὲν ταῖς φύσεσιν, ἡ δὲ ταῖς ὑποστάσεσι διαιρεῖται.

Οὕτω δὲ πανταχόθεν αὐτὸς τὰ τῶν αἱρετικῶν φρονεῖν ἁλισκόμενος, καὶ πάλιν πρὸς τὴν συνήθη σοι καταφεύγεις συκοφαντίαν καὶ λέγειν φὴς τὸν ἀντίθετον, ὡς Εἴπερ τὸ τῷ Πατρὶ προσαγόμενον διὰ τοῦ Θεοῦ Λόγου προσάγεται, Οὐδείς, γάρ φησιν, ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ· πῶς ἐνῆν προσενηνέχθαι τὴν θυσίαν ταύτην, μὴ πρότερον τῇ τοῦ μονογενοῦς προσενεχθεῖσαν θεότητι;

Εἶθ’ ὡς πρὸς σαθρὰν ἐπίτηδες οὕτω σοι πλασθεῖσαν ἀντίθεσιν, ἵνα δόξῃς γενναιότερον κειμένῳ τῷ ἀντιπάλῳ ἐπιπηδῶν, ἀντεπάγεις. Οὐχ ἡ τοῦ Λόγου θεότης, ὦ οὗτος, ἐν ταῖς πρὸς τὸν Πατέρα προσαγωγαῖς ἐμεσίτευσεν, ἀλλ’ αὐτὸς ὁ θεάνθρωπος Λόγος, χρηματίσας κατὰ τὴν προσληφθεῖσαν φύσιν ἀρχιερεύς, καὶ τότε τὸ οἰκεῖον αἷμα προσαγαγών, καὶ νῦν τοὺς σωζομένους δι’ αὐτοῦ τῷ Πατρὶ προσάγων, ἵνα θεώσῃ τῇ χάριτι. Ἐν τούτοις τὸ μὲν μὴ τὴν τοῦ Λόγου θεότητα μεσιτεύειν ἐν ταῖς πρὸς τὸν Πατέρα προσαγωγαῖς, ἀλλ’ αὐτὸν τὸν θεάνθρωπον Λόγον, ὀρθῶς ἀποφαίνῃ· τὸν δὲ μεταξὺ χρόνον τῆς τε πρὸς τὸν Υἱὸν πρότερον καὶ τῆς μετὰ ταύτην πρὸς τὸν Πατέρα προσαγωγῆς πῶς παρατρέχεις; ἢ δῆλον ὅτι σὺ προΐστωρ τούτου τοῦ δόγματος, τοῦ χρόνον μέσον τοῦ Πατρὸς παρεισάγειν καὶ τοῦ Υἱοῦ, ὅπερ οὐκ ἄν τις ὀρθὰ φρονῶν παραδέξαιτο. Εἶτα δὲ καὶ διδάσκειν θέλεις, ἃ οὐκ ἐπίστασαι, τέσσαρά τινα περὶ τὴν ἐν τύπῳ θυσίαν θεωρούμενα καταλέγων, προσαγωγήν, καθιέρωσιν, ἀναγωγήν, ἀφοσίωσιν, ἅπερ ὀνόματα μέν εἰσι τέσσαρα, ἓν δέ τί ἐστι πάντως τὸ παρ’ αὐτῶν σημαινόμενον, ἡ τοῦ προσαγομένου θυσία· ἀνήγετο γὰρ τοῦτο καθιερούμενον αὐτόθεν εἰς τὸ θυσιαστήριον καὶ ἃ μὲν ἀφωσιοῦτο· καὶ περιττὴ μὲν οὕτως ἡ περιττολογία τῶν ὀνομάτων. Εἶτα ἐπάγεις·