Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Λόγοι δύο κατὰ αἱρετικῶν

Νικόλαος Μεθώνης

Η διηνεκής προσφορά της θυσίας και η ολοκλήρωση του πρώτου λόγου

Η προσφορά της θυσίας του Σωτήρος στο επουράνιο θυσιαστήριο υπέρ όλης της ανθρωπότητας. Ανακεφαλαίωση της επιχειρηματολογίας, ήττα των αντιπάλων και καταληκτήριο εγκώμιο του αυτοκράτορος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 5 από 8

Ὥσπερ οὖν οὐκ ἔστι λέγειν προσάγεσθαι τὸν ἀφωσιωμένον ἤδη καὶ ἡνωμένον ἀμνόν, οὕτως οὐδὲ τὸ τοῦ Σωτῆρος αἷμα, τῆς αὐτοῦ θεότητος ἀχώριστον ὄν, ἔνεστι λέγειν τῇ κατάκρας ἡνωμένῃ προσάγεσθαι· διδάσκειν ἐπαγγειλάμενος ἐκ τῆς κατὰ τὸν τύπον θυσίας τὸ τὸν θεάνθρωπον Λόγον τὴν ἀληθινὴν θυσίαν, τὸ οἰκεῖον αἷμα, τῷ Πατρὶ μόνῳ προσενεγκεῖν, μὴ μέντοι καὶ ἑαυτῷ· τοῦτο μὲν οὐ ποιεῖς· εἶθ’ ὡς ἐπιλελησμένος τῆς ὑποσχέσεως, εἴτε μὴν ὡς τὸν ἐντεῦθεν ἀναφαινόμενον ἔλεγχον προϊδόμενος καὶ φεύγων ἐπίτηδες· πρόδηλον γὰρ ὡς οὐδὲ ἡ τυπικὴ θυσία τῷ Πατρὶ προσάγεσθαι μόνῳ νενομοθέτητο, ἀλλ’ ἁπλῶς τῷ Θεῷ τῷ τρισαγίῳ Κυρίῳ κατὰ τὴν ἐν Ἡσαΐᾳ σεραφικὴν ὑμνῳδίαν· ᾧ καὶ Δαβὶδ προσφέρειν τὰς θυσίας προτρέπεται, Ἐνέγκατε τῷ Κυρίῳ, λέγων, υἱοὶ Θεοῦ· ἐξ ἀναλογίας δὲ συνάγειν πειρᾷ, ὅτι καθάπερ οὐκ ἔστι λέγειν προσάγεσθαι τὸν ἀφωσιωμένον ἤδη καὶ ἡνωμένον, τὸν τυπικὸν ἐκεῖνον ἀμνόν, οὕτως οὐδὲ τὸ τοῦ Σωτῆρος αἷμα προσάγεσθαι λέγειν ἔνεστι τῇ κατάκρας ἡνωμένῃ θεότητι. Ἆρ’ οὖν τὸ τυθέν, εἴτουν ἀφωσιωμένον ἤδη, κατὰ σὲ φάναι, τούτῳ καὶ ἥνωτο τῷ ᾧ τέθυτο; καὶ πῶς οὐκ ἄλογον τοῦτο λέγειν ἢ καὶ διανοεῖσθαι περὶ Θεοῦ, εἴτε τοῦ Πατρὸς μόνου, εἴτε καὶ τοῦ Υἱοῦ;

Περὶ μὲν γὰρ δαιμόνων, μάλιστα τῶν ὑλαίων, εἰκότως ἂν λέγοιτο· χαίρειν γὰρ τούτους ταῖς ἐκ τῶν θυσιῶν κνίσαις φησὶν ὁ μέγας Βασίλειος· καθὸ καὶ τρέφεσθαι τὴν οὐσίαν αὐτῶν ἐκ τῶν ἀναδιδομένων ἐκεῖθεν ἀτμῶν καὶ ἄλλους ἄλλοις οἰκείως ἔχειν, οἷς καὶ μᾶλλον ἐφήδεσθαι· Θεῷ δὲ τῷ πάντη ἀΰλῳ καὶ ἀσωμάτῳ, τῷ ἀναυξεῖ, τῷ ἀνενδεεῖ, τῷ ἀτρέπτῳ, τῷ ἀκηράτῳ, τῷ πλήρει, μᾶλλον δὲ ὑπερπλήρει, καθὸ καὶ πάντα πληροῦν αὐτὸς λέγεται, τούτῳ πῶς ἔνεστι λέγειν ἡνωμένον τὸ τεθυμένον, εἴτουν ἀφωσιωμένον, κατὰ τὸν σὸν ἄλογον λόγον; Ἦπου καὶ πρὸ τῆς τοῦ Λόγου ἐνανθρωπήσεως σεσωματῶσθαι φὴς αὐτὸς τὸν Θεόν, καθὸ καὶ τροφῆς δεῖσθαι καὶ τὰς θυσίας αἰτεῖν;

Τίς ποτε τοιαύτην ἐρεσχελίαν ἠρεύξατο; Ἀλλὰ τοῦτο μὲν οὕτως ἄτοπον ὂν ἐάσθω. Ἴδωμεν δὲ λοιπὸν εἰ, ὡς περὶ τῆς ἐν τύπῳ θυσίας οὔκ ἐστιν εἰπεῖν τὸ καθωσιωμένον ἤδη καὶ τετελεσμένον, ὅπως ποτὲ ἔτι τελεῖσθαι, οὕτω καὶ περὶ τῆς ἀληθινῆς τοῦ αἵματος τοῦ Σωτῆρος, ὅπερ εἰ καὶ ἥνωται τῇ τούτου θεότητι κατὰ μίαν ὑπόστασιν, ὅμως οὔπω πρὸ τοῦ σταυροῦ τέθυτο, οὐκ ἔστιν εἰπεῖν τοῦτο προσάγεσθαι, εἰ μή πω προσῆκται, πῶς ἀπαγορεύεις τὴν τούτου προσαγωγήν; ἢ βούλει, κατὰ Πέτρον οὔπω τάχα συνιέντα τοῦ μυστηρίου τὴν δύναμιν, καὶ διὰ τοῦ εἰπεῖν, ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο, τὸ πάθος ἀπαγορεύσαντα, καὶ αὐτὸς ἐπιτιμηθῆναι καί, ὕπαγε ὀπίσω μου σατανᾶ, παρὰ τοῦ Σωτῆρος ἀκοῦσαι; Ὁρᾶς ὅπως ἀγνοεῖς, ἃ διδάξειν ἐπήγγελσαι; ὅπως πάντα διαπίπτει σοι τὰ προβλήματα καὶ εἰς τοὐναντίον περιτρέπεται; Μᾶλλον γάρ ἐστι μὴ μόνον λέγειν, ἀλλὰ καὶ εὐχῆς ἀξιοῦν καὶ τότε καὶ νῦν. Τότε μὲν τὴν ἐφάπαξ προσαγωγὴν τοῦ σωτηρίου αἵματος, ἥτις καὶ πρὸ καταβολῆς κόσμου προώριστο· νῦν δὲ τὸν διηνεκῆ τούτου καὶ δι’ αἰῶνος ἐμφανισμὸν εἰς τὸ ἄνω θυσιαστήριον, ἵν’ ἔχωμεν δι’ αὐτοῦ τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν.

Τὸ γὰρ πρὸς ἡμᾶς ἐφάπαξ γεγενημένον οὐ θέμις οὕτω χρονικῶς λέγειν καὶ τῷ Θεῷ ἐμφανισθῆναι, ὡς ἤδη γεγενημένον καὶ πεπαυμένον τοῦ ἐνεργεῖσθαί τε καὶ ἐνεργεῖν τὸ οἰκεῖον. Οὐδὲ γὰρ τὸ μὲν παρῆλθεν ἐκεῖ, καὶ οὐκέτι ἐστί· τὸ δὲ μέλλει, καὶ οὔπω ἐστί· τὸ δὲ ἐν τῷ νῦν γίνεσθαι παραρρέον ἔχει τὸ εἶναι· καὶ οὐδὲν μᾶλλόν ἐστιν ἢ οὐκ ἔστιν, ἀλλ’ ὁ αἰὼν ἀθρόα πάντα συλλαβὼν ἔχει. Εἰ καὶ προσῆχθαι τοίνυν ἐφάπαξ πρὸς αἴσθησιν λέγεται τὸ ὑπὲρ ἡμῶν θεῖον σφάγιον, ἀλλὰ καὶ διαιωνίως νοοῖτ’ ἂν εἰκότως καὶ λέγοιτο προσάγεσθαι τῷ Θεῷ ἐπὶ τὸ ἄνω θυσιαστήριον, καὶ οὕτως ἡμῖν καὶ τὴν αἰωνίαν βραβεύειν λύτρωσιν.

Τί ἔτι; Οὐ τῇ φύσει φησὶ τοῦ Πατρός, τῇ δὲ ὑποστάσει τὸ θῦμα προσάγεσθαι, ὡς καὶ τὸν προσάγοντα προσάγειν ὑποστατικῶς, καὶ τὸν δεχόμενον ὑποστατικῶς ὑποδέχεσθαι· διό σοι καὶ διχῶς ἁμαρτάνειν δοκεῖν τὸν ἀντίδοξον, μερίζοντα μέν, τό γε εἰς αὐτὸν ἧκον, καὶ τὴν ἀμέριστον φύσιν, παρέχοντα δὲ καὶ ταῖς φύσεσι τὰ τῶν ὑποστάσεων ἰδιώματα. Καὶ μὴν αὐτὸς ἀπελήλεγξαι τὰ δύο ταυτὶ πλημμελῶν ἁμαρτήματα, τήν τε φύσιν ἀδιαφόρως ἀντὶ τῆς ὑποστάσεως λαμβάνων, καὶ τὴν ἀμέριστον φύσιν Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος μερίζων καὶ ἀποτέμνων ἐν τῷ λέγειν μὴ τῷ Θεῷ, ἀλλὰ τῷ Πατρὶ μόνῳ τὸ θῦμα προσάγεσθαι, καὶ ἀποστερεῖν οὕτω τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τῆς ὡς Θεῷ ὀφειλομένης ἑκατέρῳ τιμῆς· οὐ μὴν οὐδὲ ὑποστατικῶς ἢ ὁ προσάγων προσάγει ἢ ὁ δεχόμενος ὑποδέχεται. Εἰ γὰρ καὶ πρόσωπον ἓν ὁ τὴν θυσίαν προσάγων Χριστός, ἀλλ’ οὐχὶ καὶ ὑπὲρ ἑνὸς προσώπου, ἀλλ’ ὑπὲρ ὅλης καὶ ὡς ἐξ ὅλης προσάγει τῆς ἀνθρωπότητος, ἣν καὶ ὅλην προσειληφέναι πιστεύεται, ἵνα καὶ ὅλην σώσῃ· οὔτε μὴν ἑνὶ τῆς Τριάδος προσώπῳ, ἀλλ’ ὅλῃ τῇ τριαδικῇ προσάγει θεότητι καὶ δέχεται ταύτην καὶ αὐτὸς μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος. Εἰπὲ γὰρ πρὸς αὐτοῦ τοῦ Θεοῦ· τίνι προσεκρούσαμεν ἁμαρτήσαντες;

Πότερον τῷ Πατρὶ μόνῳ ἢ ἁπλῶς τῷ Θεῷ; Τίνος παρέβημεν ἐντολήν; οὐχὶ τοῦ Θεοῦ; Τούτῳ τοίνυν καὶ τὴν ἀναιρέτιν τῆς ἁμαρτίας θυσίαν ὀφείλομεν· τοῦτον τιμῆσαι· τοῦτον δοξάσαι, ὃν διὰ τῆς παραβάσεως τῆς ἐντολῆς ἠτιμάσαμεν, τὸν ἐν Τριάδι ἕνα Θεόν. Τοῦτο γέγονε διὰ τῆς ὑπὲρ ἡμῶν προσαχθείσης θυσίας τοῦ ἀμνοῦ τοῦ Θεοῦ, κατὰ τὴν τοῦ Λόγου φωνήν, τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου· διὸ καὶ πρὸς τὸ πάθος ἐρχόμενος ὁ Κύριος ἔλεγε· Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ· ὡς ἂν εἰ ἔλεγε, νῦν περιαιρεῖται τὸ τῆς ἁμαρτίας κατάκριμα· νῦν ἡ ἐκ τῆς παραβάσεως ἀτιμία εἰς δόξαν τῷ Θεῷ ἀντιστρέφεται· νῦν ἄνθρωπος, τοῦτο γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἡ διὰ τῆς παραβάσεως τὸν Θεὸν ἀτιμάσασα φύσις, κἀντεῦθεν αὐτὴ μᾶλλον ἀτιμασθεῖσα, τῆς ἀτιμίας ἀναιρουμένης, διὰ τῆς νῦν τελουμένης θυσίας δοξάζεται· ὁ δ’ αὐτὸς υἱὸς τοῦ ἀνθρώπου καὶ Θεὸς ὢν δοξάζεται ἐν αὐτῷ, ὡς Θεὸς τὴν θυσίαν δεχόμενος οὐ μόνος, ἀλλὰ μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος· οὐ γὰρ εἶπεν ὁ υἱὸς τοῦ Θεοῦ, οὐδέ, κατὰ σέ, ὁ πατήρ μου μόνος, ἀλλ’ ἁπλῶς ὁ Θεός. Τούτοις συνῳδὰ καὶ τὰ ἐπαγόμενα.

Εἰ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ αὐτὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ· ὡς δηλοῦσθαι διὰ πάντων ἕνα μὲν εἶναι κατὰ τὴν ὑπόστασιν τὸν δοξάζοντά τε καὶ δοξαζόμενον, διπλοῦν δὲ κατὰ τὰς φύσεις, ὅλον τὸν καθ’ αὑτὸν ἄνθρωπον ὅλῳ προσάγοντα τῷ Θεῷ· ἐπεὶ καὶ πᾶσα θυσία κατὰ τὸν νόμον οὐ τῷδε τινὶ τῶν προσώπων, ἀλλ’ ἁπλῶς τῷ Θεῷ προσάγεσθαι νενομοθέτητο.

Οἷος δέ σοι καὶ ὁ λοιπὸς καὶ τελευταῖος παραλογισμὸς διαπλέκεται· ὡς γὰρ δή τινος μὴ τὸν Λόγον, ἀλλὰ τὴν τοῦ Λόγου θεότητα σεσαρκῶσθαι λέγοντος· ἢ μή ποτε καὶ ταύτην αὐτὸς οἴκοθεν λαμβάνεις τὴν πρότασιν καί, ταύτῃ τὴν ὀρθῶς προφερομένην συνάπτων, ὅτι ἡ αὐτὴ θεότης κοινή ἐστι καὶ τῷ Πατρὶ καὶ τῷ Πνεύματι, ἐκ τούτων συμπεραίνεις ἀδύνατον, τὸ ἀνάγκη καὶ τὸν Πατέρα καὶ τὸ Πνεῦμα σεσαρκῶσθαι λέγειν. Ὅτι μὲν οὖν ἡ θεότης μία καὶ ἡ αὐτὴ Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος, οὐδεὶς τῶν ὀρθοδόξων ἀντιδοξεῖ· ὅτι δὲ καὶ ἡ θεότης τοῦ Λόγου σεσάρκωται, νῦν πρώτως ἀκούω σου λέγοντος. Ἐγὼ δ’ οὐ συντίθημι, εἴτε σὸς οὗτος ὁ λόγος, εἴθ’ ἑτέρου τινός, τὸν Λόγον σάρκα γενέσθαι παρὰ τοῦ θεολόγου μαθών, καὶ Θεὸν εἶναι τὸν Λόγον, οὐχὶ θεότητα, διαφέρειν δὲ Θεὸν εἰπεῖν ἢ θεότητα, καὶ παρὰ τῆς κοινῆς ἐννοίας δεδιδαγμένος· τὴν μὲν γὰρ εἶναι φύσιν εἴτουν ὕπαρξιν Θεοῦ τὴν θεότητα, Θεὸν δὲ φυσικὸν ὄνομα κοινὸν τῶν αἷς ἡ φύσις ἐνθεωρεῖται προσωπικῶν ὑποστάσεων· καὶ τὴν μὲν μίαν καὶ ἀδιαίρετον, τὸν δὲ κατὰ τὴν φύσιν μὲν ἀδιαίρετον, διαιρετὸν δὲ κατὰ τὰ πρόσωπα.

Εἰ τοίνυν οὐ σὸς ὁ λόγος τὸ σεσαρκῶσθαι τὴν τοῦ Λόγου θεότητα, τοῦτό σοι καὶ μόνον τὴν ἀρχὴν ἀναστείλαντι· τὸ τὸν Λόγον ἄλλο τι εἶναι παρὰ τὴν θεότητα τὴν ἐνθεωρουμένην αὐτῷ· καὶ τοῦτον εἰ πάντη καὶ σαρκωθῆναι καὶ σταυρωθῆναι κατὰ τὴν ἄνωθεν ἡμῶν πατροπαράδοτον ὁμολογίαν τῆς πίστεως, καὶ τἄλλα παθεῖν καὶ ἀποθανεῖν τῇ τῆς σαρκὸς φύσει, καὶ οὕτως αὐτὸν ὡς ἄνθρωπον παρ’ ἑαυτοῦ ὡς ἀρχιερέως τῷ Θεῷ τυθῆναι, τῷ Πατρὶ καὶ ἑαυτῷ καὶ τῷ Πνεύματι, καὶ τῇ θεϊκῇ δυνάμει τριήμερον ἀναστῆναι καὶ ἀρχηγὸν τῆς ἡμῶν ἀναστάσεως καὶ παλινζωΐας γενέσθαι· ἤρκει πᾶσαν περιελεῖν ἀντιλογίαν τῷ, εἴ πού τις ἦν, ἀντιδοξοῦντι· καὶ οὕτως οὔτ’ ἂν αὐτὸς εἶχες, οὔθ’ ἡμῖν παρεῖχες πράγματα καὶ πολυλογίας ἀφορμάς, ἀφ’ ἧς οὐκ ἔστιν ἁμαρτίαν ἐκφεύξεσθαι τὸν μὴ πάντη θεόθεν φρουρούμενον.

Τὰ μὲν δὴ τῆς ἀγωνίας ὧδε πεπαύσθω. Ὁρῶ γὰρ καὶ τὸν ἀνταγωνιστὴν πεπαυμένον ἤδη καὶ χαμαὶ κείμενον καὶ βοῦν ἐπὶ γλώττης, ὃ λέγεται, φέροντα, εἴθ’ ἑκόντα τὴν ἧτταν ὁμολογοῦντα εἴτε καὶ ἄκοντα, ὡς τῇ μεγαλοφωνίᾳ τῶν εὐαγγελικῶν τε καὶ ἀποστολικῶν καὶ πατρικῶν ἀντιρρήσεων οὐδὲν γὰρ τῶν εἰρημένων ἡμέτερον καταβροντηθέντα καὶ μετὰ τῆς ὅλης αἰσθήσεως καὶ τὸ λέγειν ἀφαιρεθέντα.

Λοιπὸν δ’ ἂν εἴη πρὸς νόμον ἑορτῆς Θεῷ μὲν τῷ πάντων ἀγαθῶν καὶ δὴ τῆσδε τῆς ὑπὲρ εὐσεβείας νίκης δοτῆρι καὶ βραβευτῇ θύειν τὰ χαριστήρια, θυσίαν, προφητικῶς εἰπεῖν, αἰνέσεως καὶ ἀλαλαγμοῦ· θυσίαν ἀναίμακτον, λογικήν, ζῶσαν, ἁγίαν, εὐάρεστον, ἣν ὡς δρόσον Ἀερμὼν τὴν καταβαίνουσαν ἐπὶ τὰ ὄρη Σιὼν ἐνετείλατο Κύριος εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος, ἣν ἐν τῷ ὑπερώῳ πρῶτος ὁ μεθ’ ἡμῶν Θεὸς αὐτὸς ἑαυτῷ κατηρτίσατο, παρέδωκε δὲ καὶ τοῖς ἱεροῖς αὑτοῦ μύσταις εἰς τὸ διηνεκὲς ποιεῖν εἰς ἀνάμνησιν αὐτοῦ, περὶ ἧς καὶ ὁ παρὼν λόγος, ὡς ἐξόν, ἠγωνίσατο· τοὺς δὲ προηγωνισμένους συνοδικῶς καὶ νῦν ἤδη τὰ συνόδια ἑορτάσαντας εὐφημητηρίοις στέμμασι καταδήσασθαι, τοὺς ἱεροὺς προστάτας τῆς ἐκκλησίας, τοὺς ἑστῶτας ἐν οἴκῳ Κυρίου δούλους Κυρίου καὶ εὐλογοῦντας τὸν Κύριον, τοὺς ἐν ἀσφαλεῖ τῇ πίστει τοὺς πόδας ἐρείδοντας καὶ μὴ ῥᾳδίως ἐνδιδόντας σαλεύεσθαι, τοὺς ἀγραυλοῦντας ἐπιστημόνως ποιμένας καὶ μελῳδοῦντας ἐναρμονίως τῆς πίστεως τὸ μυστήριον καὶ ἀσφαλῶς, ὡς εἴρηται, νυκτοφυλακοῦντας καὶ τὸν λύκον, τὸν κλέπτην, τὸν ἐπιθέτην, τὸν ἀφανῶς ἀεὶ τῇ ἐκκλησίᾳ ἐπιβουλεύοντα καὶ νυκτὸς τῷ θείῳ σπόρῳ τὰ παρ’ ἑαυτοῦ ζιζάνια ἐπισπείροντα μετὰ τῶν φανερῶν ἀκολούθων αὑτοῦ καὶ ὑπασπιστῶν, γενναίως ἀποσοβοῦντας καὶ ἐκδιώκοντας· καὶ ὑπὲρ πάντας τὸν θεόθεν πᾶσιν ἡμῖν δεδομένον ἀνύστακτον φύλακα καὶ θεόστεπτον καὶ κράτιστον Αὐτοκράτορα, τὸν ἐν τῷ κρατεῖν πρώτως ἑαυτοῦ καὶ τὴν ὀρθὴν πίστιν κρατύνειν ὡς μάλιστα, οὕτως καὶ τὴν κοσμικὴν αὐτοκρατορίαν εὐσεβοφρόνως ἰθύνοντα, τὸν οὐδὲν ἧττον τῆς εὐσεβείας ἢ τῆς βασιλείας προεστῶτα καὶ προασπίζοντα· ὃς τῷ συντόνῳ τῆς ἐγρηγόρσεως τῶν ἀκοιμήτων μὲν ἀστέρων οὐδὲν ἀποδεῖ, ἁμιλλᾶσθαι δὲ καὶ τοῖς ἀσωμάτοις νόοις φιλονεικεῖ, νύκτας ὅλας ἴσα ταῖς ἡμέραις διατελῶν ἄγρυπνος ἐν τῷ τοῦ κοινοῦ φροντίζειν συμφέροντος· ὅς, οὕτως ἀεὶ διαγρηγορῶν, ἐπειδὴ καὶ τῆς ἤδη δεδηλωμένης κατὰ τῆς ἐκκλησίας ἐπιβουλῆς ᾔσθετο, καίτοι πλείσταις ὅσαις τρικυμίαις κοσμικῶν πραγμάτων περιαντλούμενος, πάσαις ἀγρίαις, μανικὸν οἷον ἐπαφριζούσαις καὶ δεινὸν ἅπαν ἀπειλούσαις, πάντοθεν ἐπανισταμέναις, ἐκ θαλάσσης, ἐκ γῆς, ἐγγύθεν, πόρρωθεν, ἐξ οἰκείων, ἐξ ἀλλοτρίων, ἐκ περάτων ἄκρων, ἀνατολῆς, δύσεως, τῶν πέριξ· σὰ ταῦτα, δημιουργὲ πάσης κακίας διάβολε, ὄφι πονηρέ, σκολιέ, διάστροφε πρὸς πᾶσαν εὐθύτητα, πανουργεύματα, ὅπως ἄν, τούτοις ἐπικλιθεὶς ὁ ἀκλόνητος στύλος τῆς εὐσεβείας, ἐάσῃ ταύτην, οὕτως ἀπὸ σοῦ κλονουμένην, ἀστήρικτον· ὁ δὲ ἀκλινὴς ἑστώς, βεβηκώς, ὄρθιος, πάσας μὲν ἐκείνας τὰς κυματώδεις ἐπαναστάσεις σου, οἷά τις οἰακοστρόφος ἐμπειρότατος, περιδεξίως, ὡς ἐνῆν, διεκρούσατο καὶ τὴν κοσμικὴν ὁλκάδα τῷ τέως ἀκύμαντον διεσώσατο· αὐτὸς δ’ ἑαυτὸν τῇ ἐκκλησίᾳ φέρων ἐφίστησι καὶ προηγουμένης σπουδῆς ἀξιοῖ τὸ ταύτης τὴν ζάλην εἰς γαλήνην μεταγαγεῖν.

Ἔνθεντοι καὶ στρατὸν ἀξιόμαχον ἀθροίσας ἀνδρῶν ἱερῶν, οὓς ὁ λόγος φθάσας ἐδήλωσε, σὺν τούτοις τὸν πρὸς σὲ καὶ τοὺς σοὺς ὑπασπιστὰς συνίστησι πόλεμον καὶ καταστρέφει πᾶν τὸ ἀντίδοξον καὶ τὴν εὐσέβειαν κρατύνει καὶ τὴν ἐκκλησίαν στηρίζει καὶ τὴν νίκην ταύτῃ χαρίζεται καὶ στεφηφορεῖ κἀντεῦθεν ἀξίως ὁ τρισαριστεὺς τῆς ὀρθῆς πίστεως πρόμαχος καὶ τροπαιοῦχος ἀκαταμάχητος.

Ἐντεῦθεν, εὖ οἶδα, καὶ θαρρῶν προλέγω, εἴ τί μοι καὶ προφητικοῦ μέτεστι πνεύματος, ὡς καὶ τὸν κύκλω συνεπιτεθειμένον κοσμικὸν πόλεμον κατὰ κράτος νικήσει καὶ πᾶν ὕψωμα βαρβαρικὸν καὶ θρασύστομον καὶ μέχρι καὶ νῦν ἐπηρμένον καταβαλεῖ καὶ καταποντώσει καὶ ἀφανίσει, καὶ σὲ τὸν τούτων συσκευαστὴν τελείως ἐκνευρίσει καὶ καταστρέψει, καὶ ἡμῖν δώσει λαμπρότερον καὶ τρανότερον ᾆσαι τὸν ἐπινίκιον. Ναί, Χριστὲ βασιλεῦ Ἐμμανουήλ, τῷ χριστῷ σου βασιλεῖ ἤδη δὲ καὶ τὸ τρίτον πλὴν τῆς πρώτης συλλαβῆς ὁμωνύμῳ σοι· καὶ τοῦτο πρὸς ἔνδειξιν τάχα τοῦ σὲ μόνον πάντων προέχειν ἐν αὑτῷ τὰς ἀρχὰς ταῦθ’ οὕτω γένοιτο. Ταύτην ἐγὼ τὴν συνεισφορὰν ἑορταζούσῃ τῇ Συνόδῳ χαρίζομαι. Ἐν τούτοις ὑμνῶ τὸν τῆς νίκης πάροχον καὶ θριαμβεύω τὸν ἐναντίον.

Οὕτω μεγαλύνω τὸν τὴν Σύνοδον συγκροτήσαντα βασιλέα καὶ συνασπίσαντα τῇ πίστει καὶ νικήσαντα καὶ τὰ τῆς νίκης ἔπαθλα παρὰ τοῦ νικοποιοῦ Θεοῦ κομισάμενον. Ἀλλὰ σύ, θειότατε βασιλεῦ, καὶ ἄλλως προφθάνεις ἔργῳ τὸν λόγον ἐπισφραγίζων μοι· ἵνα γὰρ δείξῃς, εἰδὼς ἀκριβῶς, ὡς ἐκ Θεοῦ σοι πάντοτε καὶ πανταχοῦ βραβεύεται τὸ νικᾶν, καὶ ταύτην αὐτῷ τὴν χάριν ἀντιχαρίζῃ, τὴν ὄντως βασιλικὴν δωρεάν, τὴν ἀτέλειαν τοῖς ἱεροθύταις αὐτοῦ δωρησάμενος. Ὢ τῆς μεγαλοψυχίας Ὢ τῆς ἀπλήστου φιλοτιμίας καθ’ ἣν καὶ Θεὸν προφθάνειν φιλονεικεῖς ἐν τῷ εὐεργετεῖν ἁμιλλώμενος· Καί μοι μὴ ἐνδοίης τῆς καλῆς ταύτης φιλονικίας. Οὐ φθονεῖ τὸ θεῖον. Οὐκ ἀποστρέφεται τὸν προφθάσαντα τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. Προφθάνεται μέν, ἀλλὰ καὶ Θεὸς μέγας Κύριός ἐστι καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, δυνατὸς πολλαπλασίως ἀμείβεσθαι τοὺς προφθάνοντας· τί μὲν ἄν τις καὶ δοίη προφθάσας, ὃ μὴ παρ’ αὐτοῦ ἔχει; καὶ ὅμως τὰ παρ’ ἑαυτοῦ λαμβάνων ἀντιδίδωσιν ἑκατονταπλασίονα, προστιθεὶς καὶ ζωὴν τὴν αἰώνιον. Προστίθει τοι γάρ τοι καὶ σὺ τὰ λείποντα καὶ τέλειον τὸ θῦμά σου πρόσφερε καὶ πῖον τὸ ὁλοκαύτωμα, καὶ θαρρῶν λέγω, καὶ προφητικῶς ἐπεύχομαί τε καὶ ἀποφαίνομαι, προσθείη Κύριος ἐπὶ σέ, ἐπὶ σὲ καὶ ἐπὶ τοὺς υἱούς σου, καθὰ καὶ ἐπὶ τὰς θυγατέρας σου.

Ταῦτά μοι προλέγειν δίδωσι τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν, ὃς καὶ τὸ κράτος τῆς βασιλείας ὑμῶν φυλάξειε πολυχρόνιον.