Λοιπὸν δ’ ἂν εἴη πρὸς νόμον ἑορτῆς Θεῷ μὲν τῷ πάντων ἀγαθῶν καὶ δὴ τῆσδε τῆς ὑπὲρ εὐσεβείας νίκης δοτῆρι καὶ βραβευτῇ θύειν τὰ χαριστήρια, θυσίαν, προφητικῶς εἰπεῖν, αἰνέσεως καὶ ἀλαλαγμοῦ· θυσίαν ἀναίμακτον, λογικήν, ζῶσαν, ἁγίαν, εὐάρεστον, ἣν ὡς δρόσον Ἀερμὼν τὴν καταβαίνουσαν ἐπὶ τὰ ὄρη Σιὼν ἐνετείλατο Κύριος εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος, ἣν ἐν τῷ ὑπερώῳ πρῶτος ὁ μεθ’ ἡμῶν Θεὸς αὐτὸς ἑαυτῷ κατηρτίσατο, παρέδωκε δὲ καὶ τοῖς ἱεροῖς αὑτοῦ μύσταις εἰς τὸ διηνεκὲς ποιεῖν εἰς ἀνάμνησιν αὐτοῦ, περὶ ἧς καὶ ὁ παρὼν λόγος, ὡς ἐξόν, ἠγωνίσατο· τοὺς δὲ προηγωνισμένους συνοδικῶς καὶ νῦν ἤδη τὰ συνόδια ἑορτάσαντας εὐφημητηρίοις στέμμασι καταδήσασθαι, τοὺς ἱεροὺς προστάτας τῆς ἐκκλησίας, τοὺς ἑστῶτας ἐν οἴκῳ Κυρίου δούλους Κυρίου καὶ εὐλογοῦντας τὸν Κύριον, τοὺς ἐν ἀσφαλεῖ τῇ πίστει τοὺς πόδας ἐρείδοντας καὶ μὴ ῥᾳδίως ἐνδιδόντας σαλεύεσθαι, τοὺς ἀγραυλοῦντας ἐπιστημόνως ποιμένας καὶ μελῳδοῦντας ἐναρμονίως τῆς πίστεως τὸ μυστήριον καὶ ἀσφαλῶς, ὡς εἴρηται, νυκτοφυλακοῦντας καὶ τὸν λύκον, τὸν κλέπτην, τὸν ἐπιθέτην, τὸν ἀφανῶς ἀεὶ τῇ ἐκκλησίᾳ ἐπιβουλεύοντα καὶ νυκτὸς τῷ θείῳ σπόρῳ τὰ παρ’ ἑαυτοῦ ζιζάνια ἐπισπείροντα μετὰ τῶν φανερῶν ἀκολούθων αὑτοῦ καὶ ὑπασπιστῶν, γενναίως ἀποσοβοῦντας καὶ ἐκδιώκοντας· καὶ ὑπὲρ πάντας τὸν θεόθεν πᾶσιν ἡμῖν δεδομένον ἀνύστακτον φύλακα καὶ θεόστεπτον καὶ κράτιστον Αὐτοκράτορα, τὸν ἐν τῷ κρατεῖν πρώτως ἑαυτοῦ καὶ τὴν ὀρθὴν πίστιν κρατύνειν ὡς μάλιστα, οὕτως καὶ τὴν κοσμικὴν αὐτοκρατορίαν εὐσεβοφρόνως ἰθύνοντα, τὸν οὐδὲν ἧττον τῆς εὐσεβείας ἢ τῆς βασιλείας προεστῶτα καὶ προασπίζοντα· ὃς τῷ συντόνῳ τῆς ἐγρηγόρσεως τῶν ἀκοιμήτων μὲν ἀστέρων οὐδὲν ἀποδεῖ, ἁμιλλᾶσθαι δὲ καὶ τοῖς ἀσωμάτοις νόοις φιλονεικεῖ, νύκτας ὅλας ἴσα ταῖς ἡμέραις διατελῶν ἄγρυπνος ἐν τῷ τοῦ κοινοῦ φροντίζειν συμφέροντος· ὅς, οὕτως ἀεὶ διαγρηγορῶν, ἐπειδὴ καὶ τῆς ἤδη δεδηλωμένης κατὰ τῆς ἐκκλησίας ἐπιβουλῆς ᾔσθετο, καίτοι πλείσταις ὅσαις τρικυμίαις κοσμικῶν πραγμάτων περιαντλούμενος, πάσαις ἀγρίαις, μανικὸν οἷον ἐπαφριζούσαις καὶ δεινὸν ἅπαν ἀπειλούσαις, πάντοθεν ἐπανισταμέναις, ἐκ θαλάσσης, ἐκ γῆς, ἐγγύθεν, πόρρωθεν, ἐξ οἰκείων, ἐξ ἀλλοτρίων, ἐκ περάτων ἄκρων, ἀνατολῆς, δύσεως, τῶν πέριξ· σὰ ταῦτα, δημιουργὲ πάσης κακίας διάβολε, ὄφι πονηρέ, σκολιέ, διάστροφε πρὸς πᾶσαν εὐθύτητα, πανουργεύματα, ὅπως ἄν, τούτοις ἐπικλιθεὶς ὁ ἀκλόνητος στύλος τῆς εὐσεβείας, ἐάσῃ ταύτην, οὕτως ἀπὸ σοῦ κλονουμένην, ἀστήρικτον· ὁ δὲ ἀκλινὴς ἑστώς, βεβηκώς, ὄρθιος, πάσας μὲν ἐκείνας τὰς κυματώδεις ἐπαναστάσεις σου, οἷά τις οἰακοστρόφος ἐμπειρότατος, περιδεξίως, ὡς ἐνῆν, διεκρούσατο καὶ τὴν κοσμικὴν ὁλκάδα τῷ τέως ἀκύμαντον διεσώσατο· αὐτὸς δ’ ἑαυτὸν τῇ ἐκκλησίᾳ φέρων ἐφίστησι καὶ προηγουμένης σπουδῆς ἀξιοῖ τὸ ταύτης τὴν ζάλην εἰς γαλήνην μεταγαγεῖν.