Διὰ γὰρ τοῦτο καὶ ὁ Χριστός, καίτοι καθὸ Θεὸς ὑπερτέλειος ὢν καὶ ὑπερπλήρης καὶ αὐτοδύναμις καὶ αὐτοσοφία καὶ αὐτοχάρις καὶ χορηγὸς πάσης σοφίας καὶ χάριτος καὶ δυνάμεως, ὅμως οὐχ ἁρπαγμὸν ἡγήσατο, κατὰ τὸν αὐτὸν Ἀπόστολον φάναι, τὸ εἶναι ταῦτά τε καὶ ὅσα ἄλλα τὴν θείαν χαρακτηρίζει μορφήν· ἀλλ’ ὑπὲρ φιλανθρωπίας ἀνθρώπου μορφὴν ὁ δεσπότης δουλικὴν προσελάβετο, καὶ ἀκολούθως παιδίον τε ἀληθῶς προσηγόρευται καὶ αὐξάνειν εἴρηται, προκόπτειν τε καὶ πληροῦσθαι κατὰ τὰ φυσικὰ μέτρα τῆς ἀνθρωπότητος, ἅπερ ὑπέδυ, ἵνα καὶ ἡμεῖς ἐκ τῆς ἐν τοῖς φυσικοῖς αὐτοῦ κοινωνίας εἰς τὴν τῶν ὑπερφυῶν ἀγαθῶν μετουσίαν ἐπαναγώμεθα· πλὴν ὁ μὲν ὢν ἐκεῖνα γίνεται ταῦτα, κενώσας ἑαυτὸν τῆς οἰκείας δόξης ἐν τῇ προσλήψει τοῦ ἡμετέρου φυράματος· ἡμεῖς δὲ κἀν τούτοις, τοῖς φυσικοῖς λέγω τοῦ Σωτῆρος, τὰς ὑπερφυεῖς αὐτοῦ καταλαμβάνοντες ἐκλαμπούσας χάριτας· εἰ γὰρ καὶ ἐκ γυναικός, ἀλλὰ παρθένου γεγέννηται· καὶ εἰ τῇ τῆς ἡλικίας αὐξήσει καὶ τὴν σοφίαν αὐτῷ συμπροκόπτειν καὶ τὴν χάριν ἀνθρωποπρεπῶς ἐπεδείκνυτο, ἀλλ’ οὐκ ἐκ μαθήσεως τὴν σοφίαν, οὐδ’ ἐξ ἀσκήσεως τὴν χάριν ἔξωθέν ποθεν προσελάμβανεν, ἀλλ’ ἅπερ ἦν αὐτός, ταῦτα καὶ κατὰ καιρὸν ἐξεφαίνετο, τῆς ἐκφάνσεως οἰκονομικῶς ἀπὸ τοῦ ἀμυδροτέρου προβαινούσης εἰς τὸ τρανότερον· ὅμως τούτων μὲν αὐτὸν οἴδαμέν τε καὶ λέγομεν σωματικῶς ἡμῖν κοινωνήσαντα, αὐτοὶ δὲ αὐτῷ τῶν οὕτω φυσικῶν καὶ ὑπερφυῶν διὰ τῶν παρ’ αὐτοῦ παραδεδομένων ἱερῶν μυστηρίων σωματικῶς ὁμοῦ καὶ πνευματικῶς κοινωνοὶ καθιστάμενοι, οὕτω καὶ πάντων τῶν θείων αὐτοῦ πλεονεκτημάτων μέτοχοι χρηματίζειν πιστεύομεν, τῆς τελειότητος, τῆς πληρότητος, τῆς δυνάμεως, τῆς σοφίας, τῆς χάριτος.