Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Λόγοι δύο κατὰ αἱρετικῶν

Νικόλαος Μεθώνης

Η Θεία Ευχαριστία, η μεταβολή των τιμίων δώρων και η σάρκωση του Λόγου

Η παύλεια διδασκαλία περί της Θείας Ευχαριστίας, ο τρόπος μεταβολής των δώρων μέσω του Αγίου Πνεύματος, το μυστήριο της ενσαρκώσεως και η σημασία του Σώματος του Χριστού ως αντίδοτου της φθοράς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 7 από 8

Ἀλλὰ καὶ περὶ τούτων ὁ αὐτὸς διδάσκει σαφῶς Ἀπόστολος, ἐν οἷς ἐπιστέλλων τοῖς Κορινθίοις ἀποτρέπει τὸ ἐσθίειν τὰ εἰδωλόθυτα· οὐ τὸ πῶς ὁ ἄρτος σῶμα Χριστοῦ καὶ τὸ ποτήριον αἷμα γίνεται δεικνύς, ὡς μηδὲ δεόμενον ἀποδείξεως, ἀλλὰ τοῦτο λαμβάνων αὐτόθεν ὡς πᾶσιν ὁμολογούμενον, ἐντρεπτικῶς οὕτως αὐτοὺς κατὰ ἀπόφασιν ἐρωτῶν· Τὸ ποτήριον τῆς εὐλογίας, ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστιν; ὁ ἄρτος ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; εἶτα ἐπάγων εἰς ἔνδειξιν τοῦ μὴ τὴν ἀπόφασιν, ἀλλὰ τὴν κατάφασιν ἐκ τῆς τοιαύτης ἐρωτήσεως αὐτὸν δέχεσθαι, Ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν· ἐντεῦθεν κατασκευάζων, ὅτι τὸ ἐσθίειν τὰ εἰδωλόθυτα μετέχειν τραπέζης δαιμονίων ἐστί· διὸ καὶ αὖθις φησίν· Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. Προϊὼν δ’ ἔτι καὶ ὅθεν νῦν ἔλαβε τὸ λεγόμενον ὡς ὁμολογούμενον ἀριδηλότερον παριστᾷ, ὅτι ἀπὸ τοῦ Κυρίου. Ἐγὼ γάρ, φησι, παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτί, ᾗ παρεδίδετο, ἔλαβεν ἄρτον καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε, Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.

Ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ αἵματί μου· τοῦτο ποιεῖτε, ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν.

Καὶ ὅρα ὅτι τὸ ποτήριον, ὃ εὐλογοῦμεν, εἶπε προλαβὼν ὁ Ἀπόστολος, οὐχ ὃ εὐλόγησεν ὁ Κύριος, ὡς ἀδιάφορον ὂν τοῦτο ἢ ἐκεῖνο εἰπεῖν· ὡσαύτως καὶ ὁ ἄρτος, ὃν κλῶμεν, ἵνα δείξῃ τὸ παρ’ ἡμῶν χρονικῶς τελούμενον ταυτὸν ὂν τῷ ἐφάπαξ καὶ διαιωνίως παρ’ αὐτοῦ τετελεσμένῳ καὶ τελουμένῳ.

Ἀλλ’ οὐ τὸ ὅτι, φησίν, ἀλλὰ τὸ πῶς ἡμῖν ἐζητεῖτο. Ἀλλὰ τὸ πῶς, ὦ οὗτος, ζητεῖν, περὶ ὧν τὸ Πνεῦμα τὸ ἅγιον καὶ αὐτὸς Χριστὸς ἐνεργεῖ τε καὶ ἀποφαίνεται, μὴ καὶ παντάπασιν ἀπιστοῦντος εἴη, καὶ μηδὲν πλέον νομίζοντος ὑπὲρ ἡμετέραν γνῶσιν τὸν Θεὸν δύνασθαι· πλὴν ἵνα σου καὶ ταύτην τὴν ἐκ ματαίων λογισμῶν πολυπραγμοσύνην στήσω, καὶ αὐτὸς τὴν ἐξ εὐλόγων λογισμῶν θεραπείαν σοι προσάξειν οὐ κατοκνήσω. Οὐκ ἄκαιρον δ’ ἴσως τοῖς αὐτοῖς καὶ νῦν χρήσασθαι λόγοις, οἷς καὶ πρότερον ἤδη κέχρημαι, περὶ τῶν αὐτῶν αἱρετικοῖς ἀνταγωνιζόμενος. Πῶς οὖν ὁ ἄρτος σῶμα Χριστοῦ καὶ πῶς τὸ ποτήριον αἷμα γίνεται; Φαμὲν ὅτι Πνεύματος ἁγίου ἐπιφοιτήσει καὶ ἐνεργείᾳ, καθηγιασμένα δηλαδὴ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.

Πάλιν οἶδ’ ὅτι θέλεις τὸ πῶς ἐρωτᾶν, καὶ οὐκ ἄν ποτε τοῦ ἀπορεῖν ἀποστήσῃ, μέχρις ὅτου φυσικοὺς λόγους περὶ τῶν ὑπερφυῶν τοῦ Πνεύματος ἐνεργειῶν ἀπαιτεῖς. Ἀλλ’ εἴπερ ἦσθα τῷ ὄντι πιστὸς καὶ πνευματικός, ἠρκέσθης ἂν ἀκούσας ὅτι διὰ Πνεύματος ἁγίου, καὶ πιστεύσας ἐπέγνως, ὅτι πνευματικῶς καὶ ὑπερφυῶς κἀν τοῖς φυσικοῖς ἐνεργεῖ τὸ Πνεῦμα, χρώμενον μὲν τοῖς φυσικοῖς καὶ οἷς συνειθίσμεθα διὰ τὴν πρὸς ἡμᾶς τούτων οἰκείωσιν, ὡς ἂν καὶ ῥᾷον παραδεχώμεθα τὸ τελούμενον· δυσπαράδεκτον γὰρ τὸ ἀσύνηθες· ἐνεργοῦν δ’ ὅμως κἀν τούτοις οἰκείως ἑαυτῷ πνευματικῶς καὶ ὑπερφυῶς. Καὶ ὥσπερ ἐπὶ τοῦ βαπτίσματος, ἐπειδὴ σύνηθες τοῖς ἀνθρώποις ὕδατι λούεσθαι καὶ ἐλαίῳ χρίεσθαι, διὰ τοῦτο ταῦτα τὸ Πνεῦμα παραλαβὸν καὶ τὴν παρ’ ἑαυτοῦ χάριν ἐγκαταμίξαν, τὸ λουτρὸν ἡμῖν ἐνήργησε τῆς ἀναγεννήσεως· οὕτως, ἐπειδή περ ἄρτος ἡμῖν καὶ ὕδωρ οἴνῳ συμμιγὲς ἡ συνήθης καὶ κατὰ φύσιν τροφή, ταῦτα δὴ κἀνταῦθα παραλαμβάνον, διὰ τῆς οἰκείας ἐνεργείας σῶμα Χριστοῦ καὶ αἷμα ἀποτελεῖ, καὶ οὕτω συσσώμους ἀποφαίνει καὶ συμμετόχους Χριστοῦ τοὺς τούτων ἐν πίστει μεταλαμβάνοντας, κοινωνοῦντας αὐτῷ ὥσπερ τῆς ἀφθόρου γεννήσεως διὰ τοῦ βαπτίσματος, οὕτω καὶ τῆς κατ’ αὐτὴν τροφῆς καὶ ἀναγωγῆς διὰ τῆς μυστικῆς ταύτης συνεστιάσεως, ἀνάλογόν τε τῇ γεννήσει καὶ τὴν τροφὴν καὶ τὴν διὰ ταύτης προκοπήν, εἴτουν αὔξησιν, προσλαμβάνοντας.

Ὃ γὰρ εἴρηται περὶ τοῦ Χριστοῦ, ὅτι τὸ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ χάρις Θεοῦ ἦν ἐπ’ αὐτῷ· Καὶ πάλιν· Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι· τοῦτο δεῖ καὶ ἐφ’ ἡμῶν γίνεσθαι, ἵνα καὶ ἡμεῖς αὔξωμεν καὶ προκόπτωμεν οὐ μᾶλλον σωματικῶς ἢ πνευματικῶς· μᾶλλον δὲ ἀπὸ τῆς σωματικῆς ἀεὶ προκοπῆς ἐπὶ τὴν πνευματικὴν μεταβαίνωμεν, καὶ ταύτης ἐκείνην ποιῶμεν ὑπόθεσιν, τῶν μὲν ὄπισθεν κατὰ τὴν ἀποστολικὴν παρεγγύησιν ἐπιλανθανόμενοι, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενοι, καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ διατιθέμενοι, καὶ εἰς δύναμιν ἐκ δυνάμεως, καὶ εἰς δόξαν ἀπὸ δόξης προβαίνοντες, μέχρις οὗ καταντήσωμεν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.

Διὰ γὰρ τοῦτο καὶ ὁ Χριστός, καίτοι καθὸ Θεὸς ὑπερτέλειος ὢν καὶ ὑπερπλήρης καὶ αὐτοδύναμις καὶ αὐτοσοφία καὶ αὐτοχάρις καὶ χορηγὸς πάσης σοφίας καὶ χάριτος καὶ δυνάμεως, ὅμως οὐχ ἁρπαγμὸν ἡγήσατο, κατὰ τὸν αὐτὸν Ἀπόστολον φάναι, τὸ εἶναι ταῦτά τε καὶ ὅσα ἄλλα τὴν θείαν χαρακτηρίζει μορφήν· ἀλλ’ ὑπὲρ φιλανθρωπίας ἀνθρώπου μορφὴν ὁ δεσπότης δουλικὴν προσελάβετο, καὶ ἀκολούθως παιδίον τε ἀληθῶς προσηγόρευται καὶ αὐξάνειν εἴρηται, προκόπτειν τε καὶ πληροῦσθαι κατὰ τὰ φυσικὰ μέτρα τῆς ἀνθρωπότητος, ἅπερ ὑπέδυ, ἵνα καὶ ἡμεῖς ἐκ τῆς ἐν τοῖς φυσικοῖς αὐτοῦ κοινωνίας εἰς τὴν τῶν ὑπερφυῶν ἀγαθῶν μετουσίαν ἐπαναγώμεθα· πλὴν ὁ μὲν ὢν ἐκεῖνα γίνεται ταῦτα, κενώσας ἑαυτὸν τῆς οἰκείας δόξης ἐν τῇ προσλήψει τοῦ ἡμετέρου φυράματος· ἡμεῖς δὲ κἀν τούτοις, τοῖς φυσικοῖς λέγω τοῦ Σωτῆρος, τὰς ὑπερφυεῖς αὐτοῦ καταλαμβάνοντες ἐκλαμπούσας χάριτας· εἰ γὰρ καὶ ἐκ γυναικός, ἀλλὰ παρθένου γεγέννηται· καὶ εἰ τῇ τῆς ἡλικίας αὐξήσει καὶ τὴν σοφίαν αὐτῷ συμπροκόπτειν καὶ τὴν χάριν ἀνθρωποπρεπῶς ἐπεδείκνυτο, ἀλλ’ οὐκ ἐκ μαθήσεως τὴν σοφίαν, οὐδ’ ἐξ ἀσκήσεως τὴν χάριν ἔξωθέν ποθεν προσελάμβανεν, ἀλλ’ ἅπερ ἦν αὐτός, ταῦτα καὶ κατὰ καιρὸν ἐξεφαίνετο, τῆς ἐκφάνσεως οἰκονομικῶς ἀπὸ τοῦ ἀμυδροτέρου προβαινούσης εἰς τὸ τρανότερον· ὅμως τούτων μὲν αὐτὸν οἴδαμέν τε καὶ λέγομεν σωματικῶς ἡμῖν κοινωνήσαντα, αὐτοὶ δὲ αὐτῷ τῶν οὕτω φυσικῶν καὶ ὑπερφυῶν διὰ τῶν παρ’ αὐτοῦ παραδεδομένων ἱερῶν μυστηρίων σωματικῶς ὁμοῦ καὶ πνευματικῶς κοινωνοὶ καθιστάμενοι, οὕτω καὶ πάντων τῶν θείων αὐτοῦ πλεονεκτημάτων μέτοχοι χρηματίζειν πιστεύομεν, τῆς τελειότητος, τῆς πληρότητος, τῆς δυνάμεως, τῆς σοφίας, τῆς χάριτος.

Ἔτι ζητεῖς τὸ πῶς; ἔτι ἀπορεῖς; ὡς μακρὰν ἀπέχεις τοῦ εἶναι πιστός οὔπω τάχα κατηχήθης τῆς πίστεως τὸ μυστήριον· ἢ φράσον αὐτός, πῶς ἡ παρθένος ἐγέννησε; πῶς ὁ λόγος ἐγένετο σάρξ; φυσικῶς τὸ ὅλον; οὐκ ἔχεις εἰπεῖν· οὐ γὰρ οἶδε τόκον ἡ φύσις ἄνευ σπορᾶς, οὐδὲ Θεὸν παχυνόμενον· ἀλλὰ τὸ ὅλον ὑπερφυῶς; οὐδὲ τοῦτο· συνέλαβε γὰρ ἡ παρθένος ἀληθῶς ἐν γαστρὶ κατὰ τὴν τοῦ Ἀγγέλου φωνὴν καὶ τέτοκε νόμῳ φύσεως· ἐπλήσθη γὰρ ὁ χρόνος, ὡς εἴρηται, τοῦ τεκεῖν αὐτήν, καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς, τὸν ἐν ἀρχῇ ὄντα Λόγον καὶ Θεὸν ὄντα κατὰ τὴν Ἰωάννου θεολογίαν, ἐκ τῶν αὐτῆς αἱμάτων σάρκα γενόμενον.

Ἠρώτησε κἀκείνη τότε τὸ πῶς, πρὸς τὴν φύσιν μόνον ἀποσκοπήσασα· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; ἀλλ’ ἀκούσασα παρὰ τοῦ Ἀγγέλου, ὅτι Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ τὸ τῇ φύσει ἀδύνατον τῷ ἁγίῳ Πνεύματι δυνατὸν εἶναι πιστεύσασα, συγκατέθετό τε τῷ ἀγγελικῷ διαγγέλματι, καὶ οὕτως φυσικῶς αὐτὴ τῷ ὑπερφυῶς ἐνεργουμένῳ παρὰ τοῦ Πνεύματος ὑπηρέτησε.

Τοιαύτη τῆς σωτηρίας ἡμῶν ἡ πρώτη καταβολή. Τοιοῦτος ὁ τῆς περὶ ἡμᾶς θείας προμηθείας θεμέλιος. Οὗτος ὁ τρόπος τῆς ὅλης οἰκονομίας, ἐν τοῖς φυσικοῖς ἡμῶν ἐνεργουμένης ὑπερφυῶς, ἐν τοῖς κατ’ οὐσίαν ὑπερουσίως, ἐν πᾶσι τοῖς ἡμετέροις ὑπὲρ ἡμᾶς. Ἄρτος μὲν οὖν στηρίζει καὶ οἶνος εὐφραίνει, κατὰ τὸν ψαλμῳδόν, καρδίαν ἀνθρώπου. Καθάπαξ γὰρ ἡ τοῦ σώματος ἡμῶν φύσις τῆς ἀφθάρτου καὶ ἀθανάτου διὰ τὴν ἁμαρτίαν ἀποπεσοῦσα ζωῆς καὶ μηκέτι καθ’ ἑαυτὴν μένειν καὶ ὑφίστασθαι δυναμένη, ἀλλὰ διηνεκῶς ὑπορρέουσα, δεῖταί τινος ἔξωθεν ἐπεισρεούσης δυνάμεως, τὸν τοῦ κενουμένου τόπον ἀναπληρούσης καὶ τὴν παντελῆ διακοπτούσης ἀπόρρευσιν· καὶ τροφὴ μὲν ἡ δύναμις αὕτη λέγεται, τῆς δὲ εἰς βρῶσιν καὶ πόσιν διαιρουμένης, ἄρτος μὲν ἡ προηγουμένη καὶ ἀναγκαιοτάτη βρῶσίς ἐστιν, οἶνος δὲ ὕδατι συμμιγὴς ἡ πόσις· ὁ μὲν εἰς τὴν τῆς στερεωτέρας ἐν ἡμῖν οὐσίας διαμονὴν καὶ συντήρησιν, ὅπερ ἐστὶ τὸ στηρίζειν, τὰ δὲ εἰς τὴν τῆς ὑγροτέρας παραλαμβανόμενα μετὰ τοῦ καὶ συμμαχεῖν τῷ θερμῷ καὶ ἡδύνειν τὸν οἶνον δύνασθαι. Τούτων δὲ σαφῶς καὶ ἀναμφιλέκτως οὕτως ἐχόντων, εὔδηλον ὡς αὐτὰ ταῦτα, τὰ τὴν σωματικὴν οὐσίαν ἡμῶν δι’ ἑαυτῶν τρέφοντα καὶ οὕτω στηρίζοντα καὶ συνέχοντα, καὶ πρὶν ἐν ἡμῖν γενέσθαι, δυνάμει σῶμα καὶ αἷμά ἐστιν ἡμέτερον· ἐν ἐμοὶ γὰρ ταῦτα γενόμενα σῶμα καὶ αἷμα ἐμὸν διὰ τῆς ἀλλοιωτικῆς δυνάμεως γίνεται.

Ὁπότε τοίνυν καὶ ὁ ἀγαθὸς καὶ πανάγαθος καὶ ὑπεράγαθος Κύριος, Θεὸς ὢν τέλειος, καὶ ἄνθρωπος διὰ φιλανθρωπίαν τέλειος γέγονεν, οὐκ ἄλλην τινὰ παρακαινοτομήσας ἑαυτῷ φύσιν σώματος, ἀλλ’ αὐτὸ τὸ ἡμέτερον προσλαβόμενος φύραμα, καὶ διὰ τῶν ἡμῖν συνήθων καὶ ἀναγκαίων τὴν διαμονὴν τούτῳ δοὺς καὶ συντήρησιν, τοῦ ἄρτου βρώματος, καὶ τοῦ κεκραμμένου οἴνῳ καὶ ὕδατι πόματος, ἀκόλουθον ἂν εἴη καὶ τοῦ Κυρίου σῶμα καὶ αἷμα τὸν ἄρτον καὶ τὸ εἰρημένον ποτήριον κατὰ τὰ αὐτὰ λέγειν γίνεσθαι, ὅτε μὲν ἔτι τοῖς ἀνθρώποις συνανεστρέφετο τῇ κατὰ φύσιν ἀλλοιωτικῇ δυνάμει, νῦν δὲ τῇ πνευματικῇ καὶ θείᾳ μεταποιούμενα πρὸς εὐεργεσίαν καὶ σωτηρίαν τῶν μετεχόντων.

Καθάπερ γὰρ οἱ δηλητήριον ἐξ ἐπιβουλῆς λαβόντες ἄλλῳ φαρμάκῳ τὴν ἐκεῖθεν ἀποτρέπονται βλάβην, καθ’ ὁμοιότητα τοῦ δηλητηρίου καὶ τὸ ἀλεξητήριον εἰσδεχόμενοι, ὡς ἂν δι’ ὧν ἐκεῖνο, διὰ τῶν αὐτῶν καὶ τοῦτο χωρῆσαν τὴν φθοροποιὸν πανταχόθεν δύναμιν ἀποκρούσηται διὰ τῆς οἰκείας ἀντιπαθείας· οὕτω δὴ καὶ ἡμεῖς διὰ τῆς κατὰ παράβασιν βρώσεως φθορᾶς καὶ θανάτου γενόμενοι μέτοχοι, ἀναγκαίως ἀντιδότου φαρμάκου προσεδεήθημεν, ἵνα διὰ τῆς αὐτοῦ βρώσεως τὴν ἐγγενομένην ἡμῖν φθορὰν καὶ τὸν θάνατον ἐκκρουσώμεθα, καὶ πρὸς ζωὴν οὕτω καὶ σωτηρίαν ἐπαναδράμωμεν· τὸ δὲ ἦν αὐτὸ τὸ ζωηρὸν σῶμα τοῦ σωτῆρος Χριστοῦ, ὃ διὰ τῆς μέχρι θανάτου ὑπακοῆς αὐτοῦ, θανάτου κρεῖττον ἀποφανθέν, καὶ ἡμῖν τῆς ζωῆς προκατήρξατο. Καὶ καθάπερ μικρὰ ζύμη, τοῦτο δὴ τὸ παρὰ τοῦ Ἀποστόλου ῥηθέν, ὅλον τὸ φύραμα ζυμοῖ· οὕτω καὶ τὸ ἀθανατισθὲν τοῦτο σῶμα, ταυτὸν δὲ εἰπεῖν ὁ τοῦτο διὰ τῆς ἐνεργείας τοῦ Πνεύματος ἀποτελούμενος ἄρτος, εἰς μικρὰ κλώμενον καὶ διαδιδόμενον· οὕτω δὲ καὶ τὸ ἀπορρεῦσαν τοῦ θείου τούτου σώματος αἷμα, ὅπερ ἐστὶ τὸ ποτήριον, διαμεριζόμενον, ἑκάτερον διὰ τῆς οἰκείας μερίδος ἐν ἑκάστῳ ἡμῶν γινόμενον, ὅλον ἕκαστον ἐξομοιοῖ ἑαυτῷ καὶ ζωηρὸν ὅλον, οἷον αὐτό ἐστιν, ἐκτελεῖ.