Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Λόγοι

Νικόλαος Μεθώνης

Λόγος Δ΄ (Α΄ μέρος): Η εκκλησιαστική διχοστασία και η φύση του σκανδάλου

Προσφώνηση προς τον αυτοκράτορα, έκφραση οδύνης για τον διχασμό της Εκκλησίας και έλεγχος των κατηγοριών περί αντικανονικής καταλήψεως του πατριαρχικού θρόνου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 4 από 11

Τοῦ αὐτοῦ Νικολάου ἐπισκόπου Μεθώνης περὶ τῆς ἐπὶ τῇ καταστάσει τοῦ Πατριάρχου ἀντιλογίας, καὶ περὶ ἱεραρχίας. Εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει, φησὶν ὁ θεῖος καὶ θεοπάτωρ ἐν βασιλεῦσι Δαβίδ· ὦ θεόπαι βασιλεῦ καὶ θεόκλητε, εἰ καί τινα ἄλλην ἢ τότε γινομένην ἢ ὕστερον ἐσομένην ἐκτραγῳδῶν, ἀλλὰ γὰρ οὐδὲν ἧττον, οἶμαι, καὶ τὴν νῦν ἀθέσμως κωμῳδουμένην ὕβριν τε τῆς ἱερᾶς ἐκκλησίας καὶ περὶ τοῦ ταύτης προεστῶτος ἀντιλογίαν προορῶν προφητικῶς καὶ προαγορεύων, ὕβριν οὐ κρύβδην οὐδὲ ἐν παραβύστῳ που διαπραττομένην, ἀλλ’ ἀνέδην καὶ ἀνερυθριάστως παρρησιαζομένην καὶ γυμνῇ κεφαλῇ διὰ πάσης τῆς πόλεως ἐκπομπεύουσαν· μᾶλλον δὲ οὐδὲ τῇ πόλει μόνον περιορίζεται, ἀλλ’ ἐκ τῆς κατὰ ταύτην ἀρχομένη περιωπῆς καὶ κατὰ πρανοῦς λοιπὸν φερομένη, διὰ πάσης ὡς εἰκὸς φοιτᾷ τῆς ὑφ’ ἥλιον· ὡς περὶ ταύτης δοκεῖν καὶ τὸν σοφὸν προαναφωνεῖν Ἐκκλησιαστήν, Εἶδον πονηρίαν ὑπὸ τὸν ἥλιον.

Οὐκ ἔστι γάρ, ὅπου περ ἂν ἀφίκοιτό τις, οὐκ ἔστιν, οὗ μὴ ταύτην εὕροι διαθρυλλουμένην καὶ διακωμῳδουμένην τὴν τραγῳδίαν· ἀλλ’ ἐν πάσαις πόλεσι, κώμαις, χώραις, ἐν ἀγοραῖς, θεάτροις, συλλόγοις, πότοις, κρότοις καὶ πανηγύρεσιν, εἴ πού τινες εἶεν κἀν ταῖς ἐρήμοις, κοινὸν πρόκειται πᾶσι λαοῖς, πᾶσιν ἔθνεσι, παντὶ γένει καὶ τύχῃ πάσῃ καὶ ἡλικίᾳ, τοῖς μὲν παίγνιον, τοῖς δὲ θρήνου πρόφασις τὸ ἡμέτερον τοῦτο δυστύχημα· ὡς εὐκαίρως καὶ τοῦτο λέγειν ἡμᾶς, ὅτι τεθείμεθα εἰς παραβολὴν ἐν τοῖς ἔθνεσι, καὶ κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς.

Ἔμοιγ’ οὖν καὶ σχετλιάζειν ἔπεισι καὶ ἀγανακτεῖν κατὰ τὸν θεῖον Ἡσαΐαν, Πῶς γέγονεν, ἢ τό γε ἀληθέστερον εἰπεῖν συκοφαντεῖται γενέσθαι, πόρνη πόλις πιστὴ Σιών, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ; νῦν δὲ φονευταὶ τὸ ξίφος οὐχ ἧττον καθ’ ἑαυτῶν ἢ ἄλλων ὠθοῦντες· πόλις ἡ σέ, βασιλεῦ, πλουτοῦσα, διέποντα ταύτην καὶ διαθάλποντα, τὸν πλέον τοῦ αἰσθητοῦ ἡλίου, τὸν νοητὸν καὶ τῆς δικαιοσύνης ὑμνούμενον ἥλιον εἰκονίζοντα· καθ’ ὅσον μὴ μόνον τῆς αἰσθητῆς φωτοχυσίας, ἀλλὰ καὶ τῆς νοητῆς ἰδέας τούτου μετείληχας, καὶ μέγας ὄντως φωστὴρ εἰς ἀρχὰς τῆς εὐσεβείας, ταύτης δὴ τῆς νοητῆς ἡμέρας, παρ’ ἐκείνου σαφῶς προκεχείρισαι, φθάνων ἀπ’ ἄκρων εἰς ἄκρα τοῦ οὐρανοῦ ταῖς τῶν ὑπερφαῶν χαρίτων ὡς ἀκτίνων προλάμψεσιν.

Ἀλλὰ τὰ μὲν σὰ μεγαλουργήματα καὶ ἀνδραγαθήματα ὅσα τε κατ’ εἰρήνην καὶ ὅσα κατὰ πολέμους οὐ τούτους δὴ μόνον τοὺς πᾶσι προδήλους καὶ αἰσθητούς, ἀλλ’ ἤδη καὶ τοὺς λανθάνοντας καὶ πάνυ ὀλίγοις τῶν περὶ σέ, τοῖς οἰκειοτάτοις δηλονότι, γνωριζομένους, ὁποῖον καὶ ὃ πρὸ μικροῦ κατὰ τῆς ἀντιθέου αἱρέσεως τῶν Βογομίλων ἀνέστησας τρόπαιον, εὐτέχνως τοὺς προμάχους ταύτης ἑλών, καὶ τῷ παρ’ αὐτῶν σεβομένῳ καὶ τὴν κακίαν ἰσχυρῷ δαίμονι μετὰ δυνάμεως ἐπιστρατεύσας ἰσχυροτέρας καὶ οὕτως αὐτοῦ διαρπάσας τὰ ὅπλα, τὰ σκεύη, τὰ πρωτόλεια τῆς αἱρέσεως, εἰς ἕτερον ἀναβεβλήσθω καιρόν, ἰδίου λόγου καὶ μακροτέρου πολλῷ ἢ κατὰ τὸν παρόντα δεόμενα, οὐχ ὥστε ἀξίως εὐφημηθῆναι· τοῦτο γὰρ οὐδ’ ἂν εἰ πλείστας ὅσας εἶχέ τις γλώσσας εἰπεῖν ἐθάρρησεν· ἀλλ’ ὥστε καὶ μετρίως ἱστορηθῆναι καὶ παραπεμφθῆναι ταῖς εἰς ἔπειτα γενεαῖς εἰς ἐκμίμησιν καὶ ἀφήγησιν, ᾗ φησιν ἡ Γραφή, πρὸς τοὺς υἱοὺς αὐτῶν· ὁ δὲ νῦν λόγος ἐπὶ τὸν προκείμενον ἐπανερχέσθω σκοπόν· ἐπειδὴ καὶ σὺ τῶν ἄλλων ἀφέμενος, καίτοι πολλῶν ὄντων καὶ μεγάλων τῶν κατεπειγόντων καὶ ἀναγκαίων, ταύτης ὅλος γίνῃ τῆς ὑποθέσεως.

Ἐμὸν τοίνυν ἐστίν, εἰ καί τινος ἄλλου, καὶ τὸ πάσχειν δεινῶς καὶ ἀλγεῖν καὶ πηγὰς δακρύων ζητεῖν κατὰ τὸν ἐκ μήτρας ἱερὸν Ἱερεμίαν, καὶ θρήνους κινεῖν ἐπὶ τῇ συντριβῇ τῆς μυστικῆς ταύτης Σιὼν καὶ πασῶν μητρὸς τῶν Ἐκκλησιῶν καὶ τῆς νέας κατ’ αὐτὴν Ἱερουσαλήμ· ὅτι περ ἧς ᾅδου πύλαι περιγενέσθαι κατὰ τὸν τοῦ Κυρίου λόγον οὐκ ἴσχυσαν, καίτοι πόσαι καὶ ποῖαι καὶ μεθ’ ὅσης τῆς βίας προσρήξασαι, ἀλλ’ ἐκκρουσθεῖσαι τῇ ταύτης στερρότητι πρὸς ἑαυτὰς ἀνεστράφησαν καὶ καθ’ ἑαυτῶν ἀνετράπησάν τε καὶ κατερράγησαν, αὕτη νῦν ὑφ’ ἑαυτῆς κατατέμνεται, καὶ ὡς οἰκία καὶ πόλις ἢ βασιλεία μεριζομένη καθ’ ἑαυτῆς εἰς πτῶσιν ὑπάγεται καὶ ἐρήμωσιν κατὰ τὴν θείαν ἀπόφασιν, καὶ πάσχει τὰ μαινομένων, τῶν μελῶν αὐτῇ κατεπανισταμένων ἀλλήλων καὶ κατατεμνόντων ἀθλίως ἄλληλα· καὶ ταῦτα τίνων;

τῶν καιριωτέρων, τῶν πρώτων, καὶ ὧν εὖ μὲν ἐχόντων οὐ πάνυ τι ῥᾴδιον, εἰ μὴ καὶ δυσχερὲς ὅτι μάλιστα καὶ προμηθείας θείας ὄντως δεόμενον, τὸ καὶ τἄλλα συνευεκτεῖν· κακῶς δὲ διακειμένων τὸ μὴ κἀκεῖνα συγκακουχεῖσθαι, ὡς γίνεσθαι τὴν πληγὴν ὁλοσώματον, εἰσάπαν ἀμήχανον διὰ τὸ τῆς ἐμῆς ἀσθενείας ἰδιοῦμαι γὰρ τὸ κοινόν, ὅτι καὶ ἐμόν πρὸς μὲν κακίαν εὐόλισθον, πρὸς δὲ τὴν ἀρετὴν δυσανάγωγον· τῶν λόγον ζωῆς, φωτός, ἅλατος ἐπέχειν πρὸς τοὺς ἄλλους προβεβλημένων, ὡς δι’ αὐτῶν ἐκείνοις τὸ ζῆν, τὸ φωτίζεσθαι, τὸ ἀρτύεσθαι περιγίνεσθαι, τῶν βραβευτῶν τῆς εἰρήνης, ὡς πρωτοδότως ταύτης ἐκ τῆς πρώτης μεταληχότων εἰρηναρχίας, καὶ πρῶτον ἐν ἑαυτοῖς εἰρηνεύειν, οὕτω δὲ καὶ ἐν πᾶσιν ἀκολούθως ἐντεταλμένων, τούτων ὥσπερ πρὸς ἅπαν τοὐναντίον τῆς ἐντολῆς ἐκ πλείονος παρεσκευασμένων, ἀντὶ τοῦ μετὰ τῶν μισούντων τὴν εἰρήνην, αὐτοὺς εἶναι εἰρηνικοὺς κατὰ τῶν εἰρηνευόντων, πολλοῦ γὰρ δέον εἰπεῖν μηδὲν ἀδικούντων ἀδελφῶν, καὶ τοῦ κοινοῦ πατρός, ἵνα μὴ λέγω καὶ διὰ τὸν πατέρα, κατὰ τῶν ὁμοσώμων μελῶν, αὐτῆς τῆς κεφαλῆς, πάντως δὲ καὶ καθ’ ἑαυτῶν, πρὸς μάχην ἄσπονδον καὶ πόλεμον ἀκήρυκτον ἐξοπλιζομένων.

Ταύτης τῆς συμφορᾶς τίς γένοιτ’ ἂν ἐλεεινοτέρα; Ταύτης τῆς μανίας τίς δεινοτέρα; Ταύτης τῆς νόσου τίς χαλεπωτέρα τε καὶ ἀλγεινοτέρα; ὡς ἔγωγε, καί περ ἐλάχιστόν τι τοῦ παντὸς σώματος μόριον ὤν, ὅσον εἰ καὶ μόνος εἶχον εἰς ἐμαυτὸν συμφορήσας ὅλην τὴν νόσον καὶ μόνος τὴν τοῦ παντὸς ὀδύνην ὑπέφερον, καὶ τάχα τοῦτο λέγων οὐ μακρὰν ἀποτρέχω τῆς ἀληθείας.

Πλὴν γὰρ σοῦ, θειότατε βασιλεῦ καὶ φιλανθρωπότατε, καὶ πάνυ τινῶν ὀλίγων τῶν περὶ σὲ καὶ τῶν ὅσοι μετὰ τῆς ἐκκλησίας τὸν πόλεμον ὑφιστάμεθα, τοὺς ἄλλους πάντας ὁρῶ πρὸς τὴν νόσον ἀναισθητοῦντας· ἢ τοῦτο μὲν καὶ τῶν μετριώτερον ἐχόντων εἶναι τὸ πάθος φαίη τις ἄν, καὶ τῶν ὅσοι τοῦ ὑγιαίνειν ἐγγύς εἰσιν, οἳ μόνον ζητοῦντες τὸ ἑαυτῶν ἥκιστα τὰ τῶν ἑτέρων περιεργάζονται, τῶν δ’ ἄλλων οἱ μὲν ταῖς τῶν πραγμάτων καινοτομίαις οὐχ ἧττον ἢ τοῖς ἱππικοῖς θεάτροις ἐπιτερπόμενοι καὶ πλέον τι τῶν πρὶν Ἀθηναίων εὐκαιροῦντες· οὐ γὰρ λέγειν μόνον καὶ ἀκούειν, ἀλλὰ καὶ βλέπειν παρὸν καὶ προσδοκᾶν ἐσόμενόν τι καινότερον· ἐντεῦθεν καὶ πρὸς τὴν παροῦσαν τῆς ἐκκλησίας κατάστασιν δυσχεραίνουσι, καὶ ἤδη πρὸς τὴν μεταβολὴν ἐκκρεμεῖς ὅλοι προκύπτουσι, καὶ τοὺς ἡνιόχους ταύτης βοαῖς ἀσήμοις καὶ ἀτάκτοις ἀλαλαγμοῖς ἐποτρύνουσι, καὶ συσπεύδουσι, καὶ συντρέχουσι, καὶ συννικῶσιν, ὡς δοκοῦσι, τὴν κακὴν νίκην, καὶ τὰς χεῖρας ἐπαίρουσι, καὶ τοῦ χιτωνίου τὸ περιχειρίδιον κράσπεδον ἐπισείουσιν, ἀγνοοῦντες οἷ κρημνῶν φέρονται καὶ συμφέρονται· οἱ δὲ καί περ εἰδότες κακὸν ὂν καὶ μέγιστον κακὸν τὸ γινόμενον, χαιρέκακοί τινες οὗτοι καὶ φιλοπόλεμοι, ἐπεγγελῶσιν ὡς ἀλλοτρίῳ τῷ πάθει καὶ μέγα ἐπικαγχάζουσι, καὶ ὅπερ ἄν τινι πάσχοντι ἐπιχαρείη ἐχθρός, τοῦτ’ αὐτοὶ πάσχοντες ἀγνοοῦσιν.

Ὢ τῆς ἀναλγησίας ὢ τῆς ἀνοίας καὶ τοῖς ὅλως πάσχουσι δέον συμπάσχειν καὶ συνοδύρεσθαι κατὰ τὴν κλαίειν μετὰ κλαιόντων κελεύουσαν ἐντολήν, οἱ δὲ τὴν συμφορὰν τῶν φίλων, τῶν ἀδελφῶν, τῶν ἄλλως οἰκείων, τῶν εἰς ἓν σῶμα καὶ πνεῦμα διὰ τῆς μιᾶς πίστεως ἡνωμένων, οἰκεῖον ἐπίχαρμα τίθενται. Τί χρὴ περὶ τῆς λοιπῆς λέγειν μοίρας, τῆς τῶν τοσούτων καὶ τηλικούτων αἰτίας κακῶν, οἳ τὸ δεινὸν τοῦτο καὶ δύστηνον θέατρον συστησάμενοι τὴν ἑαυτῶν ὕβριν πρὸ τῆς τῶν νομιζομένων ἐχθρῶν θεατρίζουσιν; οἳ οὐχὶ τοὺς ἐχθροὺς ἀγαπᾶν, οὐδὲ τοῖς μισοῦσιν, ἀδελφοὶ ἡμῶν ἐστε, λέγειν ἔμαθον;

ἀλλ’ εἰ μὴ πάντα τις αὐτοῖς χαρίζοιτο καὶ καλοῦσιν ἕτοιμος ἕποιτο εἰς κοινωνίαν ἀκοινωνησίας, ὡς ἀπέχεσθαι μὲν τοῦ ζωοῦντος καὶ σώζοντος καὶ ὑπὲρ ἡμῶν ἐκχυθέντος τιμίου αἵματος, κοινωνεῖν δὲ τοῦ νεκροῦντος καὶ ἀπολλύοντος· ἴσως μὲν καὶ τὸν ἐπιβουλευόμενον, πάντως δὲ τοὺς μετέχοντας, καὶ κρύψιν κατὰ τοῦ δικαίου ἀνδρὸς καὶ κοινοῦ πατρὸς τὸ δεινότατον καὶ κατάσχεσιν τῆς κληρονομίας αὐτοῦ καὶ κατακυρίευσιν, τοῦτον αὐτίκα καὶ ἀγαπῶντα μισοῦσι, καὶ φιλιούμενον ἀποστρέφονται, καὶ δάκνουσιν ἀσπαζόμενον, καὶ εὐλογοῦντα κακολογοῦσι, καὶ προσερχόμενον ἀπωθοῦνται καὶ κατατρέχουσιν· οἱ καλοὶ ταῦτα ποιμένες καὶ ἀρχιποίμενες· οἱ τῶν ψυχῶν ἰατροὶ καὶ τῆς περὶ ταύτας ἰατρικῆς ἀρχιτέκτονες· οἱ τῶν μὲν πεπιστευμένων αὐτοῖς ποιμνίων· ἀλλ’ αὐτοὶ ἂν εἰδεῖεν τίνα λόγον ποιούμενοι, εἰ τὴν μάνδραν ἀσφαλῶς ἔπηξάν τε καὶ περιέφραξαν, ἀλλὰ μὴ πεπηγμένην καὶ πεφραγμένην ἀπέφραξαν καὶ κατέσκαψαν· εἰ νύκτωρ μὲν διηγρύπνησαν φυλάσσοντες κατὰ τὸ γεγραμμένον φυλακὰς τῆς νυκτός, μεθ’ ἡμέραν δὲ νομὰς ἐζήτησαν καὶ ἐξεῦρον ποηφόρους καὶ ζωοτρόφους καὶ ἀναπαύσεως ὕδατα, καὶ κατὰ καιρὸν εἰσήλασαν τὰ πρόβατα καὶ ἐξήλασαν, καὶ οὕτως ηὔξησαν καὶ ἐπλήθυναν, πολλάκις δὲ καὶ τὰς ἑαυτῶν προῆκαν ψυχὰς ποιμαντικῶς τῶν ποιμνίων προκινδυνεύοντες, ἀλλὰ μὴ κατὰ μισθωτούς, λύκους ἰδόντες τινάς, ἢ κλέπτας φωράσαντες τούτοις ἐπιβουλεύοντας, φυγῇ τὴν ἑαυτῶν σωτηρίαν ἐπραγματεύσαντο, ὡς τὰ μὲν ἁρπαγῆναι καὶ σπαραχθῆναι, τὰ δὲ κλαπῆναι καὶ τυθῆναι, τὰ δὲ σκορπισθῆναι καὶ διασπαρῆναι πρὸς ἀπώλειαν πρόβατα· πάντως δὲ τὸ ἐξ αὐτῶν ἔριον περιβαλλόμενοι καὶ τὸ γάλα ἐσθίοντες· εἰ δ’ εἰσὶν οἳ καὶ ἀπεμπολοῦσι τὰ ἰσχυρὰ καὶ τὰ πίονα κατασφάττουσιν, οὐκ ἐμὸν λέγειν ἢ κρίνειν· πλὴν ἀλλ’ εἰς οὐκ ἰδίας ποίμνης ἐπίσκεψιν καὶ τοῦ προεστῶτος ταύτης ἀνάκρισιν ἑτοιμότατοί τε καὶ λίαν ἀκριβοδίκαιοι καὶ δικασταὶ αὐτοπρόβλητοι πικροί τε καὶ ἀπαραίτητοι κρίνειν ἐθέλοντες τὸν αὐτῶν προκεχειρισμένον κριτήν, οὐδὲ κρίματι ᾧ περ ἂν καὶ αὐτοὶ κριθεῖεν, οὐδὲ μέτρῳ μετροῦντες τὴν κόλασιν, ᾧ περ ἂν καὶ αὐτοὶ μετρηθεῖεν, ἀλλ’ ἰταμοί τινες οἱ αὐτοὶ καὶ κατήγοροι καὶ κριταὶ καὶ δήμιοι, καὶ ὅτι μὴ νόμον ἔχουσι κείμενον πρὸς ὃν ἀπευθυνοῦσι τὴν κρίσιν, αὐτοὶ καὶ τοῦ νομοθετεῖν κύριοι καθιστάμενοι, τῆς αὐθεντίας καὶ ἰατροί· τὸ μὲν ἑαυτοὺς θεραπεύειν κατὰ τὴν τῆς παροιμίας προφώνησιν εἴ πού τι νοσεῖεν, κἂν εἴη τοῦτο παγχάλεπον, ἢ παντάπασι παραιτούμενοι, ἢ δευτέρου λόγου τιθέμενοι· ἄλλοις δέ, καὶ ὑγιαίνουσιν ἴσως, νόσους ἀνιάτους ἐπιγραφόμενοι, καὶ πρινὴ τὴν ἐποφθάλμιον ἀποτινάξαι δοκὸν τὸ δοκοῦν ἐν ὀφθαλμοῖς τοῦ ἀδελφοῦ κεῖσθαι κάρφος, ἤ πού τινος οὐλῆς ἴχνος δυσκατανόητον, ἐπιμελῶς περιεργαζόμενοι καὶ τοῦτο πρὸ διαγνώσεως οὐ θεραπείας, ἀλλὰ τομῆς καὶ καύσεως ἄξιον κρίνοντες.

Ταῦτα καὶ τοσαῦτα τῆς μιᾶς ἐκκλησίας τὰ τμήματα· τοιαῦτα τὰ αἴσχη, τὰ ὀνείδη, τὰ τραύματα τῆς ἀσπίλου, τῆς ἁγνῆς, τῆς ἀμώμου νύμφης, τῆς παρθενικᾶς ἡνωμένης τῷ ἑνὶ νυμφίῳ Χριστῷ. Ταῦτα ἐμοὶ τῶν ἀφορήτων ἀλγηδόνων τὰ ὑπεκκαύματα, ἃ πρὸς ἀξίαν ἐκτραγῳδῆσαι προῄρημαι μέν, οὐ δύναμαι δὲ μόνος τὰ τοσαῦτα καὶ τηλικαῦτα, καὶ αὐτὸς ἄμουσος τὰ πολλὰ καὶ τὰ πρὸς τραγῳδίαν ἀνάσκητος καὶ ἄλλως βραδύγλωσσος, δι’ ἃ καὶ πενθῶν καὶ σκυθρωπάζων διατελῶ, ὑπομένω τε συλλυπούμενον καὶ οὐκ ἔστι, καὶ παρακαλοῦντα καὶ οὐχ εὑρίσκω.

Καὶ εἰ λίαν εἰσὶν οἱ πολλοὶ μεγαλόψυχοι, μὴ μόνον ἀδακρυτὶ ταῦτα φέροντες, ἀλλὰ καὶ γέλωτος ἀξιοῦντες· ἀλλ’ ἐγὼ τοσοῦτον ἐπὶ τούτοις μικροψυχῶ, ὡς καὶ δι’ αὐτὸ τοῦτο μᾶλλον τὴν συμφορὰν ἡγεῖσθαι ἀπαρηγόρητον, ὅτι τὰ πένθους καὶ τραγῳδίας δεόμενα γέλωτος ἀξιοῦται καὶ κωμῳδίας. Καὶ τίς, φησι, τούτων αἴτιος τῶν κακῶν, εἰ μὴ ὁ λίθος τεθεὶς προσκόμματος, καὶ σκάνδαλον ἐχόμενον τρίβου; ὃς ἐκ τοῦ μέσου πάντως ἀρθείς, ἀπρόσκοπον πᾶσιν ἐάσει τὴν πορείαν καὶ ἀσκανδάλιστον. Ὁ ταῦτα κρίνων, ὁ ταῦτα νομοθετῶν πρῶτον μὲν ἔοικεν ἀγνοεῖν, ὅτι καὶ Χριστὸς ὁ τῆς σωτηρίας ἡμῶν ἀρχηγὸς εἰς πτῶσιν κεῖσθαι πολλῶν τῶν μὴ πιστευόντων αὐτῷ προηγόρευται, καὶ εἰς κρίμα ἐλθεῖν εἰς τὸν κόσμον, καὶ μὴ βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν αὐτὸς εἴρηκεν, αὐτά τε ταῦτα λίθος προσκόμματος καὶ πέτρα σκανδάλου προσείρηται· Καὶ Χριστόν, φησιν ὁ Παῦλος, ἐσταυρωμένον κηρύσσομεν, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν, καὶ οὐ δήπου διὰ ταῦτα παραιτησόμεθα τὸν Χριστόν, ἀλλὰ τῶν στρατιωτῶν ἐστι τό, αἶρε τοῦτον, φωνή.

Εἰ δὲ πᾶν σκάνδαλον ἀρτέον ἐκ μέσου κατὰ τὴν σὴν νομοθεσίαν, ἀλλὰ σὺ πλέξον καὶ τουτονὶ τὸν συλλογισμόν, ὦ περιττὲ τὴν σοφίαν καὶ ὑπὲρ Ἀριστοτέλην καὶ Πλάτωνα συλλογιστικὲ καὶ διαλεκτικέ, εἰ δὲ μὴ καθ’ αὑτὸ τὸ σκάνδαλον μήδ’ ὅλον τοῦτό ἐστι σκάνδαλον, ἀλλὰ πρὸς τὸν σκανδαλιζόμενον οὕτως εἴρηται, αὐτὸ δὲ καθ’ αὑτὸ ξύλον ἢ λίθος ἐστί, καὶ ξύλον ἴσως ζωῆς, εὐλογίας, εἰ καὶ τοῖς σταυρωταῖς θανάτου λελόγισται καὶ κατάρας, καὶ λίθος εἰς κεφαλὴν γωνίας ἐκλελεγμένος, λίθος ἔντιμος, ἀκρογωνιαῖος κατὰ Δαβίδ τε καὶ Ἡσαΐαν, εἰ καὶ τοῖς κακοῖς οἰκοδόμοις κακῶς ἀποδεδοκίμασται καὶ παρέρριπται· τί μὴ τὸν μάτην σκανδαλιζόμενον πείθεις μὴ σκανδαλίζεσθαι, τὴν ματαίαν ἀναιρῶν ὑποψίαν καὶ τὸ σκάνδαλον οὕτω περιαιρῶν; αὐτὸ δὲ ὅπερ ἐστὶ καθ’ αὑτὸ τὸ τοῦτο εἶναι δοκοῦν ξύλον ἢ λίθον, αὐτός τε περισκοπῶν καὶ τοῖς ἄλλοις προφαίνων οἷόν τί ἐστιν, ἀλλὰ τοὐναντίον αὐτὸ μὲν καὶ τὰς αὐτῷ καθ’ αὑτὸ προσούσας χάριτας ἑκὼν παραβλέπεις, τὰς δὲ πρὸς αὐτὸ τῶν ἀμβλυωπούντων παροράσεις φιλοκρινῶν, κατ’ αὐτοῦ τὴν κρίσιν ἐκ τῶν μηδὲν αὐτῷ διαφερόντων ἐπιψηφίζῃ, καὶ κατακρίνεις τὸν ἥλιον ἐκ τῆς καχεξίας τῶν ἀντωπούντων ὡς τοῖς ὀφθαλμιῶσιν ἀπρόσιτον. Εἰ δὲ καὶ τὸν αἴτιον τοῦ σκανδάλου ζητεῖς, καὶ τοῦτον μίσους ἄξιον κρίνεις ὡς κακῶν αἴτιον τῶν τῷ σκανδάλῳ παρεπομένων, τί τοῦτον ἀφεὶς αἰτιᾷ τὸ σκάνδαλον;

Οὐκ ἂν ἦν σοι σκάνδαλον τοῦτο, οὐκ ἂν τῷ λίθῳ προσέκοψας, οὐκ ἂν τῷ ἐν παραδείσῳ ξύλον φθοράν σοι προὐξένησεν, εἰ μὴ τῷ πονηρῷ ἠπατήθης, εἰ μὴ τῷ ἐχθρῷ ἠκολούθησας, εἰ μὴ τὸν ἐπίβουλον παρέλαβες σύμβουλον· τοῦτον φύγε, τοῦτον παραίτησαι, τοῦτον μίσησον ὡς διάβολον, ὡς ἀντίθεον, ὡς μισόκαλον.

Ταῦτα δὴ ἃ πρώτως μὲν ὁ κοινὸς πάντων καὶ πρῶτος ἐχθρός ἐστι· δευτέρως δὲ καὶ μετ’ ἐκεῖνον οἱ τῆς ἐκείνου μερίδος μέτοχοι, καὶ παρ’ ἐκείνου τὸ σκάνδαλον ἐνεργούμενοί τε καὶ ἐνεργοῦντες, οὓς εἰ καὶ μήπω μισεῖν ἀξιῶ, μέχρις ὅτου τὴν μεταβολὴν ἐλπιστέαν ὑπολαμβάνω, ἀλλὰ τό γε παρὰ τοῦ Κυρίου τοῖς τοιούτοις ἀπονενεμημένον οὐαί· Οὐαί, γάρ φησι, τῷ ἀνθρώπῳ δι’ οὗ τὸ σκάνδαλον ἔρχεται· οὐκ ἔχω πῶς ἀφαιρήσομαι. Ναί φησιν, ἀλλ’ εἰ μὴ μάτην ἐγὼ σκανδαλίζομαι, ἀλλὰ σύ μοι τὴν τοῦ σκανδάλου παρέχεις πρόφασιν, σὺ τοῦ σκανδάλου αἴτιος οὐκ ἐγώ. Τίς οὖν ἡ πρόφασις τοῦ σκανδάλου καὶ ὅθεν ὥρμηται; Ὁρῶ σέ, φησι, μετὰ τὴν τοῦ ἰδίου θρόνου παραίτησιν καὶ τὴν τῆς ἀρχιερωσύνης ἀπόθεσιν ἀλλοτρίῳ θρόνῳ ἐπιπηδήσαντα, καὶ τὰ τῶν ἀρχιερέων τὸν οὐκ ἀρχιερέα διενεργοῦντα· τοῦτό μοί ἐστι σκάνδαλον. Διὰ τοῦτο καὶ ἐμαυτὸν καὶ τοὺς ἄλλους πείθω ἀφίστασθαί σου καὶ φεύγω τὴν κοινωνίαν, ἵνα μὴ κοινωνῶν ἀνιέρῳ, καὶ αὐτὸς κατὰ τὸν κανόνα συγκατακριθῶ τὸ ἀνίερον. Τί γοῦν; νῦν πρῶτον μανθάνεις ταῦτα, ἅπερ λέγεις, ἢ καὶ πρότερον ᾔδεις;

Ἀλλὰ τὸ μὲν ἀγνοοῦντά σε πρότερον νῦν ταῦτα μανθάνειν, οὐκ ἄν, οἶμαι, φήσαις. Οὐ γὰρ σὺ μόνος παροικῶν ἐν τῇ καθ’ ἡμᾶς Ἱερουσαλὴμ ἠγνόησας τὰ γενόμενα, καὶ προφανῆ καθιστάμενα καὶ πασίδηλα ὑπὸ λαμπρῷ τῷ φωτί.

Καὶ εἰ φήσας παραδεχθῇς ὁπωσοῦν, ἀλλὰ τούς γε κανόνας τοὺς ἱεροὺς οὐκ ἂν εἴποις ἐπίσης τοῖς γενομένοις ἠγνοηκέναι, ἢ καὶ τοῦτο εἰπὼν οὐ συγγνωστέος ἔσῃ διὰ τὴν ἄγνοιαν. Εἰ γὰρ οὐ δεῖ Ῥωμαῖον ἄνδρα νόμον ἀγνοεῖν, οὐδὲ ἀρχιερέα πάντως ἱερὸν κανόνα. Εἰ δὲ τοῦτο, καὶ ὁ μὴ τοὺς ἱεροὺς κανόνας εἰδὼς τῆς ἱερᾶς αὐλῆς ἐξωστέος παρὰ τῶν κανόνων κρίνεται, πῶς ὁ τῶν κανόνων ἐκδικητὴς κανόνας εἰπὼν ἀγνοῆσαι τὴν ἀπὸ τῶν κανόνων ἐνοχὴν διαφεύξῃ; Εἰ τοίνυν οἶδας τοὺς περὶ τῶν ἀποσχιζόντων ἀπὸ τῶν οἰκείων ἀρχιερέων κανόνας, ὅσοι τε παρὰ τῶν θείων Ἀποστόλων καὶ ὅσοι παρὰ τῶν ἁγίων Συνόδων ἐκτέθεινται, καὶ οἷον τούτοις ἐπαρτῶσι τὸν κίνδυνον, μάλιστα πρὸ συνοδικῆς διαγνώσεως τὴν ἀποστασίαν τολμῶσι, πῶς τούτων καταφρονῶν ἄλλους ἐκδικεῖν σχηματίζῃ; ἢ οὔτε νῦν οὔτε ποτὲ πρότερον ἢ τοὺς κανόνας ἠγνόησας ἢ τὰ παρὰ τούτοις, ὡς φής, συμβάντα. Τί οὖν μὴ τὴν νῦν παρρησίαν καὶ πρότερον ἐπεδείκνυσο; καὶ ταῦτα παρὼν καὶ τότε καὶ ὁρῶν τὰ γινόμενα;

τὴν τοῦ παραιτησαμένου σὺν τῷ θρόνῳ καὶ τὴν ἀρχιερωσύνην, ὡς φής, ἐκ βασιλέως τοῦ πανημέρου, τοῦ πανευσεβεστάτου προχείρησιν· οὐδὲ ταύτην ὅλην ποιοῦντος ἀφ’ ἑαυτοῦ, ἀλλὰ μετὰ τὴν πρώτην καὶ δευτέραν εἴ που καὶ τρίτην παραίτησιν καὶ τελευταίαν ἐκχώρησιν, εἴ τι τῶν σῶν ἐκείνων ῥημάτων μέμνησαι, ἃ διὰ τὸ τῶν διαφόρων γνωμῶν ἀξύμβατον, πρὸς τὸν Αὐτοκράτορα ἐξεβόησας, ὅτι καρδία βασιλέως ἐν χειρὶ Θεοῦ, καὶ ὃν ἂν ὁ Θεὸς ὑποβάλῃ τῇ καρδίᾳ σου, τοῦτον πάντες ἀποδεξόμεθα· τὴν πάνδημον ἐπὶ τῇ προχειρίσει ἀνάρρησιν, τὴν ἐπὶ τὸν θρόνον οὐχ ὡς νῦν φὴς αὐτὸς ἐπιπήδησιν, ἀλλὰ παραβεβιασμένην ἀνάβασιν· ὡς εἴ τι καὶ ἀληθεύειν σοι μέλον, συμφήσεις μοι καὶ αὐτός, εἰ μὴ καὶ τῶν δακρύων ἐκείνων ἐπελάθου τῶν ἱερῶν, καὶ τῆς περιττῆς περὶ τὴν προχείρησιν ἀναβολῆς καὶ ἀναποδίσεως· τὴν καθίδρυσιν ἣν αὐτὸς ἐνήργησας, τὴν ἱεράτευσιν, τὴν τῆς ὅλης ἱεραρχίας ἐγχείρησιν· ᾗ περ ἢ συνέπραττες καὶ αὐτός, ἢ συνήνεις τοῖς πραττομένοις, ἐπευφημῶν ταῦτα καὶ δημοσίοις ἐπικυρῶν ὑπομνήμασιν, ἢ καὶ σιωπῶν ἐῴκεις συγκατατίθεσθαι.

Ἀλλ’ ἐβιάσθης; εἰπὲ παρὰ τίνος; Ἀλλ’ οὐκ ἔχεις εἰπεῖν. Ἀλλ’ ἐφοβήθης; πῶς; ὁπότε μηδεὶς ὑπώπτευτο κίνδυνος, καὶ οὗ μηδεὶς φόβος ὑπῆν; Νῦν δὲ πῶς οὐ φοβῇ; καὶ μᾶλλον ὅτε σοι καὶ κίνδυνος ἐπήρτηται προφανής, καὶ οὗτος διπλοῦς ἔκ τε τῆς προτέρας κοινωνίας ἔκ τε τῆς ὑστέρας ἀποστασίας, ὅτε σοι καὶ δυσχερέστερον τὸ ἐγχείρημα.

Ὅσῳ γὰρ ῥᾷον πρίν τι γενέσθαι κωλύσαι γενέσθαι, τοσούτῳ τὸ γεγονὸς καταλύσαι, καὶ μάλιστα χρόνῳ παγιωθέν, δυσχερέστερον· ἢ τοίνυν καὶ σὺ συμπράξας ἥμαρτες τότε, νῦν δὲ μεταμέλῃ· οὐκοῦν οὐ σόν ἐστι τὸ κατηγορεῖν μου· ἥμαρτές, φησιν, ἡσύχασον· οὐ σὸν τὸ τοὺς κανόνας διεκδικεῖν· οὐ σὸν τὸ δόξαν ἐκδιηγεῖσθαι Θεοῦ· Οὐχ ὡραῖος, γάρ φησιν, αἶνος ἐν στόματι ἁμαρτωλοῦ· καὶ τῷ ἁμαρτωλῷ εἶπεν ὁ Θεός, ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; καὶ ὁ κανὼν τὸν ὁπωσοῦν προκατεγνωσμένον ἢ προκατηγορημένον ἢ ἀκοινώνητον οὐ πρότερον εἰς ἐπισκόπου κατηγορίαν προσίεται, πρὶν ἂν τὸ οἰκεῖον προαποδύσηται κατηγόρημα· τούς γε μὴν σχισματικοὺς τοῖς αἱρετικοῖς συντάττων οὐδὲ τὸ σύνολον ἀξιοῖ παραδέχεσθαι· σὺ δέ μοι πῶς ἂν ἀποδύσῃ τὸ ἔγκλημα, ἅπαξ διὰ τῆς ἁμαρτίας τὴν τῆς ἱερωσύνης ἔκπτωσιν ὑπενδύς, καὶ μηκέτι ταύτην ἀποβαλέσθαι δυνάμενος; ἢ τέως γοῦν πρῶτον στῆθι μετὰ τῶν λαϊκῶν, καὶ τότε κατηγορήσεις μου. Ἀλλὰ ταῦτα πρὸς τοὺς τότε παρόντας, φησί, καὶ συμπράξαντας, τί δ’ ἂν εἴποις πρὸς τοὺς ἀπόντας, ἢ παρόντας μέν, μὴ συμπράξαντας δέ, ἀλλ’ ἔστιν ἃ καὶ ἀντειπόντας εὐθύς;

ἢ κοινοτέροις λοιπὸν χρηστέον πρὸς πάντας τοῖς λόγοις· ἐπεὶ δὲ πᾶς λόγος ἢ ἀληθὴς ἢ ψευδής ἐστι· καὶ ἀληθὴς μὲν ὁ ἐκ τοῦ Θεοῦ, ἐπεὶ καὶ ὁ Θεὸς ἀλήθεια, καὶ αὐτὴ ἡ ἀλήθεια· ὁ λόγος γὰρ ὁ ἐμός, φησιν ὁ Χριστός, ἀλήθειά ἐστι· καί, Ἐγώ εἰμι ἡ ἀλήθεια· ψευδὴς δὲ πᾶς ἐκ τοῦ πονηροῦ, ἐκεῖνός γε ἀπ’ ἀρχῆς ψεύστης ἦν καὶ ὁ τοῦ ψεύδους πατήρ· εὐκτέον ἡμῖν πρῶτον τεθῆναι παρὰ Κυρίου τῷ στόματι φυλακὴν καὶ θύραν περὶ τὰ χείλη περιοχῆς, τοῦ μὴ τὴν καρδίαν ἡμῶν καὶ τὴν γλῶσσαν εἰς λόγους ἐκκλῖναι πονηρίας καὶ προφάσεις ψευδεῖς, ἀλλ’ ἐν ἀνοίξει τοῦ στόματος λόγον ἐμπνευσθῆναι ἀληθείας πλήρη παρὰ τοῦ τῆς ἀληθείας διδασκάλου καὶ ὑπομνήστορος Πνεύματος· ὡς ἂν καὶ αὐτοὶ τῷ Πνεύματι μετὰ τοῦ Πνεύματος βοηθήσωμεν κατὰ τῶν ἀνθισταμένων τῷ θείῳ χρίσματί τε καὶ Πνεύματι.