Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Λόγοι

Νικόλαος Μεθώνης

Λόγος Β΄: Πατερικές και βιβλικές μαρτυρίες για το καθορισμένο όριο της ζωής

Παράθεση χωρίων από την Αγία Γραφή και τους Πατέρες της Εκκλησίας που αναιρούν την αοριστία του βίου και επιβεβαιώνουν την παντοδυναμία της θείας πρόνοιας επί της ζωής και του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 2 από 11

Περὶ τοῦ αὐτοῦ λόγος δεύτερος, ἐκ τῶν γραφικῶν μαρ- .235.t2 τυριῶν τὰ αὐτὰ συνάγων, καὶ τὸν τῆς ἀοριστίας .235.t3 πρεσβευτὴν ἐλέγχων μὴ καλῶς τινας αὐτῶν ἐκλαμ- .235.t4 βάνοντα, καὶ τὰς ἐντεῦθεν φυομένας ἀπορίας λύων.

Δεῦρο δὴ οὖν ὥσπερ εἰς δευτέραν νύσσαν τὸν αὐτὸν ἀνύοντες δίαυλον, τὸν περὶ τοῦ ὅρου λόγον καὶ νῦν ἀναλάβωμεν, καὶ τὸν ἡγεμόνα τοῦ λόγου νοῦν προστησάμενοι, πάρεδρον ἔχοντα τὴν ἀλήθειαν, αὐτάς τε τὰς πατρικὰς φωνὰς εἰς μέσον προθέντες, δι’ ὧν τὸν ὅρον διασαλεύειν ὁ τῆς ἀοριστίας πρόμαχος οἴεται, αὐτὸς μᾶλλον ἐντεῦθεν ἀνατρεπόμενος, ἢ τούτων τὰς μάλιστα συνεκτικωτέρας τε καὶ καιριωτέρας, καὶ τῶν πολλῶν ἐκείνων ἱστοριῶν ὀλίγας ἀποδεξάμενοι, ὥστε μὴ πρὸς τὴν αὐτὴν ἀδολεσχίαν ἐκκυλισθῆναι διὰ τοῦ τὰ αὐτὰ περὶ τῶν αὐτῶν πολλάκις ἀνακυκλεῖν, καὶ ταύταις ἄμφω τοὺς ἀντιθέτους λόγους ὡς οἷόν τε ἀσφαλῶς περικρούσαντες, οὕτως ὁπότερος τούτων εἴτε στηρίζεται εἴτε περιτρέπεται, συνδιασκεψώμεθα. Ἤδη μὲν οὖν ὁ τὰ θεῖα πολὺς Διονύσιος διὰ τῆς προπαραχθείσης αὐτοῦ μαρτυρίας ἀναμφιλέκτως τὸν ὅρον ἐστήριξεν, ἑκάστῳ τῶν ὄντων ὡρίσθαι φήσας τὴν τῆς ὑπὲρ πάντα καὶ πάντων αἰτίας ἀγαθότητος μετοχήν, εἰς ἣν ὑπ’ ἐκείνης καλοῦνται πρὸς τῆς οἰκείας ἀναλογίας. Τοῦ δ’ αὐτοῦ κἀκείνην εὐκαίρως τὴν μαρτυρίαν δοκῶ μοι παραγαγεῖν, ἀπὸ τοῦ περὶ τοῦ ὄντος καὶ περὶ παραδειγμάτων ἀναλεξάμενος λόγου, ἔχουσαν οὕτως.

Παραδείγματα δέ φαμεν τοὺς ἐν Θεῷ τῶν ὄντων οὐσιοποιοὺς καὶ ἑνιαίους προϋφεστῶτας λόγους, οὓς ἡ θεολογία προορισμοὺς καλεῖ, καὶ θεῖα καὶ ἀγαθὰ θελήματα τῶν ὄντων ἀφοριστικὰ καὶ ποιητικά, καθ’ οὓς ὁ ὑπερούσιος τὰ ὄντα καὶ προώρισε καὶ παρήγαγεν.

Ὥσπερ δὲ νῦν τοὺς τῶν ὄντων προορισμοὺς Θεῷ τῷ πανταιτίῳ καλῶς ἀποδέδωκεν, οὕτως αὖθις καὶ πάσης ζωῆς ὑποστάτην καὶ ζωαρχικώτατον τὸν αὐτὸν ἀποφαίνεται, ὁμοῦ καὶ πᾶσι τοῖς ὁπωσοῦν ζῶσιν οἰκείως τὸ ζῆν ἀφορίζοντα, καὶ πάντων τῶν ζώντων ὑπερεκτεινόμενον, καὶ ὑπέρζωον, καὶ ζωογόνον τὸν αὐτόν, καὶ διαιρετικὸν ζωῆς, καὶ αὖθις ἀποπληρωτικὸν κατὰ τό, Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσι· καὶ ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται. Πνεῦμα γὰρ ἐνταῦθα τὴν ζωτικὴν δύναμιν ὁ πατὴρ ἐξελάβετο, τῆς διανοίας εὖ μάλα τῆς προφητικῆς καταστοχασάμενος. Ἆρ’ οὐ φανερὸς ἐν τούτοις ὁ θεῖος ἀναπέφηνε Διονύσιος τοῦ ὅρου προήγορος, ὅπου γε μὴ μόνου τοῦ ζῆν, ἀλλ’ ἤδη καὶ τοῦ μὴ ζῆν τὸν ἀφοριστικὸν λόγον ἐπὶ τὸν παναίτιον λόγον ἀνήνεγκε; Τί δὲ τὰ περὶ τῆς θείας εἰρημένα δικαιοσύνης τῷ αὐτῷ θειοτάτῳ Πατρί; Δικαιοσύνη, φησίν, ὁ Θεός, ὡς πᾶσι τὰ κατ’ ἀξίαν ἀπονέμων ὑμνεῖται, καὶ εὐμετρίαν καὶ κάλλος καὶ εὐταξίαν καὶ διακόσμησιν καὶ πάσας διανομὰς καὶ τάξεις ἀφορίζων ἑκάστῳ κατὰ τὸν ὄντως ὄντα δικαιότατον ὅρον, καὶ πᾶσι τῆς αὐτῶν ἑκάστῳ αὐτοπραγίας αἴτιος ὤν. Πάντα γὰρ ἡ θεία δικαιοσύνη τάττει καὶ ὁροθετεῖ, καὶ πάντα ἀπὸ πάντων ἀμιγῆ καὶ ἀσύμφυρτα διασώζουσα τὰ ἑκάστῳ προσήκοντα, πᾶσι τοῖς οὖσι δωρεῖται κατὰ τὴν ἑκάστῳ τῶν ὄντων ἐπιβάλλουσαν ἀξίαν.

Οὐχὶ κἀν τούτοις τὸν ἕνα τε ὅρον παρέδειξεν, ὡς ἐνῆν, καὶ τοὺς ἐκ τοῦ ἑνὸς ὑφεστῶτας καὶ ὑφισταμένους πολλοὺς ἐξέφηνε; Τὸ γὰρ ὁροθετεῖ, τί ἂν ἕτερον αὐτῷ βούλοιτο, ἢ τὸ παράγειν ὅρους καὶ τὸ οἰκεῖον ἑκάστῳ τιθέναι, Δαβιτικῶς εἰπεῖν, ὅριον, ὃ καὶ σώζειν καὶ τηρεῖν ἀπαράβατον ὑπ’ αὐτῆς δυναμοῦσθαι τῆς θείας σωτηρίας τε καὶ δυνάμεως; Ταῦτα μὲν οὖν οὐκ οἶδ’ ὅπως μὴ τῷ ὅρῳ, ἀλλὰ τῇ ἀοριστίᾳ συσταίη· πλὴν ἐκεῖνος ὅτι μακρηγορίαν ἐπιτηδεύων, ὥστε πολυμαθής τε καὶ πολυΐστωρ δοκεῖν, οὐ ......... ἠξίωσε. Τὸν δὲ εἰς τὸν σταυρὸν καὶ τὸ σωτήριον πάθος λόγον Ἀθανασίου τοῦ μεγάλου προβόλου τῆς ἐκκλησίας οὐκ οἶδά πως παραγράψεται ἢ πείσει τῷ κατ’ αὐτὸν ἀορίστῳ συνίστασθαι, ἀρχῆς ἀπ’ ἄκρης καὶ ὅλον σχεδὸν μέχρι καὶ τέλους εὐφυῶς ἄγαν οἷόν τινα στήμονα συγγενεῖ κρόκῃ τῷ ὅρῳ συνυφαινόμενον.

Παράγει γοῦν αὐτίκα τὸν τῆς βροντῆς υἱὸν Ἰωάννην τὸν ἐπιστήθιον οὕτω λέγοντα. Ἐζήτουν οἱ Ἰουδαῖοι πιάσαι τὸν Ἰησοῦν, ἀλλ’ οὐδεὶς ἐπέβαλεν αὐτῷ τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ· εἶθ’ ὥσπερ ἐξηγούμενος τὸ χωρίον, Ὡς μὲν υἱὸν καὶ λόγον ὄντα φησὶ τοῦ Πατρὸς καιρὸν μὴ ἔχειν· αὐτὸς γὰρ τὸν καιρὸν ἔσχεν ὡρισμένον τῆς ἐν σαρκὶ παρουσίας αὐτοῦ, δεικνὺς ἐπὶ τὸ καθόλου τὸν λόγον προήγαγεν, ἑκάστῳ τῶν ἀνθρώπων χρόνον εἶναι μεμετρημένον ἀποφηνάμενος, καὶ χρόνον, φησίν, οὐ τὸν κατὰ τύχην, ὥς τινες τῶν Ἑλλήνων νομίζοντες μυθολογοῦσιν, ἀλλ’ ὃν αὐτὸς ὁ δημιουργός, ὡς ἠθέλησεν ὁ Πατήρ, ὥρισεν ἑκάστῳ, καὶ τοῦτο γέγραπται καὶ πᾶσι γέγονε φανερόν.

Εἰ γὰρ καὶ κέκρυπται καὶ λανθάνει πάντας ἀνθρώπους τὸ πῶς καὶ πόσον ἑκάστῳ μετρεῖται, ἀλλ’ ὅμως πᾶς ὁστισοῦν οἶδεν, ὅτι ὡς ἔαρος καὶ θέρους καὶ φθινοπώρου καὶ χειμῶνός ἐστι καιρός, οὕτω κατὰ τὸ γεγραμμένον· Καιρὸς τοῦ ἀποθανεῖν, καὶ καιρὸς τοῦ ζῆν ἐστι. Προϊὼν δὲ μετ’ ὀλίγα φησίν. Ὥσπερ δὲ ταῦτα γέγραπται καὶ δείκνυσιν ὁ λόγος τοὺς ἁγίους εἰδέναι χρόνον ἑκάστῳ τῶν ἀνθρώπων ὄντα μεμετρημένον, οὕτω τοῦ μηδένα γινώσκειν τὸ τέλος τοῦ χρόνου γνώρισμα τὸ λέγειν τὸν Δαβίδ, Τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι· ὃ γὰρ οὐκ ἠπίστατο, τοῦτο μαθεῖν ἠξίου. Καὶ αὖθις. Ὁ μὲν οὖν Κύριος καίτοι Θεὸς ὢν καὶ ὄντως λόγος τοῦ Πατρός, καὶ εἰδὼς τὸν μετρηθέντα δι’ αὐτοῦ καιρόν, καὶ γινώσκων ὃν αὐτὸς ὥρισε τῷ ἰδίῳ σώματι χρόνον εἰς τὸ παθεῖν, ἐπειδὴ καὶ δι’ ἡμᾶς γέγονεν ἄνθρωπος, τὰς μὲν πρὸ τοῦ τὸν χρόνον ἐλθεῖν ἡμέρας καὶ αὐτὸς ὡς ἡμεῖς ἐκρύπτετο ζητούμενος, διωκόμενος δὲ ἔφευγε, καὶ τὰς ἐπιβουλὰς ἐκκλίνων οὕτως διήρχετο, καὶ διὰ μέσου αὐτῶν ἐπορεύετο· ὅτε δὲ καὶ τὸν ὁρισθέντα παρ’ αὐτοῦ καιρὸν ἤγαγεν αὐτός, ἐν ᾧ παθεῖν σωματικῶς ὑπὲρ πάντων ἤθελε, τοῦτο μὲν προσφωνεῖ τῷ Πατρί, Πάτερ ἐλήλυθεν ἡ ὥρα· οὐκέτι δὲ λοιπὸν τοὺς ζητοῦντας ἐκρύπτετο, ἀλλ’ εἱστήκει θέλων κρατηθῆναι ὑπ’ αὐτῶν.

Μετὰ δὲ βραχὺ τοὺς ἁγίους εἰσάγει κατὰ τὸν ὑπὸ τοῦ Χριστοῦ παραδεδομένον τύπον νομίμως ἀγωνιζομένους, καὶ φεύγοντας μὲν ἐν τῷ διώκεσθαι, κρυπτομένους δὲ ἐν τῷ ζητεῖσθαι. Ἀγνοοῦντες δέ, φησιν, ὡς ἄνθρωποι τοῦ ὁρισθέντος αὐτοῖς παρὰ τῆς προνοίας χρόνου τὸ τέλος, οὐκ ἐβούλοντο παρέχειν ἑαυτοὺς ἐκδότους ἁπλῶς τοῖς ἐπιβουλεύουσιν. Εἰπὲ δή μοι, ὦ βέλτιστε σύ, ἆρ’ οὐκ ἔδοξας οὐδὲ ἧττον περὶ ὅρου ἢ τοῦ δεσποτικοῦ πάθους τὸν τοιοῦτον λόγον διαπραγματευθῆναι τῷ μεγάλῳ τούτῳ πατρί; Καὶ τί ἂν ἐντεῦθεν ὑπὲρ τῆς ἀοριστίας ὁ τοῦ ὅρου ἐχθρὸς ἀποδέξαιτο, εἰ μὴ τοὐναντίον ἅπαν; ὃ καὶ τυφλώττουσι πρόδηλον. Ἄγε δὴ ἐς μέσον παρίτω καὶ ὁ μέγας Βασίλειος καὶ τὴν οἰκείαν περὶ τοῦ ὅρου δόξαν κατατιθέτω.

Θάνατοι δέ, φησιν, ἀνθρώποις ἐπάγονται, τῶν ὅρων τῆς ζωῆς πληρωθέντων, οὓς ἐξ ἀρχῆς περὶ ἕκαστον ἡ δικαία τοῦ Θεοῦ κρίσις ἔπηξε, πόρρωθεν τὸ περὶ ἕκαστον ἡμῶν συμφέρον προσκοπουμένου. Ἐκ τοῦ λόγου ταῦτα τοῦ, Ὅτι οὐκ ἔστι τῶν κακῶν αἴτιος ὁ Θεός. Ἐκ δὲ τοῦ περὶ εὐχαριστίας πάλιν ταυτί. Ἐννόησον γάρ, ὅτι ὁ πλάσας ἡμᾶς καὶ ψυχώσας Θεὸς ἰδίαν ἔδωκεν ἑκάστῃ ψυχῇ τὴν τοῦ βίου ἐξαγωγήν, καὶ ἄλλοις ἄλλους ὅρους ἔπηξε τῆς ἐξόδου· τὸν μὲν γὰρ ἐπὶ πλεῖον παραμεῖναι τῇ παρουσίᾳ τῆς σαρκὸς ᾠκονόμησε, τὸν δὲ θᾶττον ἀπολυθῆναι τῶν δεσμῶν τοῦ σώματος διετάξατο κατὰ τοὺς ἀρρήτους τῆς σοφίας αὐτοῦ καὶ τῆς δικαιοσύνης λόγους. Ταῦτα μὲν οὖν οὐκ ἔστιν ὅτῳ οὐ δῆλα καθέστηκε τὴν ἀοριστίαν τῆς ὅλης ἡμῶν ζωῆς ἐξορίζοντα, τὸν ὅρον δὲ φανερῶς εἰσάγοντα, καὶ τό γε πέρας αὐτὸ τῆς ζωῆς ὑπὸ τὸν ὅρον κεῖσθαι ἀποφαινόμενα. Ἡ δὲ Πέτρου τοῦ κορυφαίου τῶν Ἀποστόλων ἀντίρρησις ...........την ἄγνοιαν ἐπὶ Θεοῦ, λέγω δὴ τὴν κατὰ στέρησιν γνώσεως καὶ ἀπόπτωσιν λεγομένην, ...............

ἐκβάλωμεν αὐτόν, μήπως ἐκτείνας τὴν χεῖρα ἅψηται τοῦ, Δεῦτε καὶ καταβάντες ἴδωμεν εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ, ἐπί τε τῇ δοκούσῃ μεταμελείᾳ· Καὶ ἐνεθυμήθη, τουτέστι μετεμελήθη ὁ Θεός, ὅτι ἐποίησε τὸν ἄνθρωπον· καὶ ἔτι τῇ πείρᾳ· Καὶ ἐπείρασε Κύριος ὁ Θεὸς τὸν Ἀβραάμ· μὴ γὰρ δι’ ἄγνοιαν ταῦτα καταγινώσκειν Θεοῦ, ἀλλὰ κατ’ οἰκονομίαν εἰρῆσθαι τῇ ἀσθενείᾳ τῶν ἀκουόντων συγκαταβαίνουσαν, τὴν δὲ πρόγνωσιν αὖ συνιστάνουσαν ἔκ τε τοῦ κατ’ εἰκόνα Θεοῦ πλασθέντος Ἀδάμ, οὐ πρὸ τῆς παραβάσεως μόνον συμφώνως τῷ κτίσαντι τὰ οἰκεῖα πᾶσι ζώοις ἐπιθέντος ὀνόματα, ἀλλὰ δὴ καὶ μετὰ τὴν παράβασιν τοῖς υἱοῖς ἅμα τῇ γεννήσει τὰς καταλλήλους ταῖς ὕστερον ἐκβησομέναις πράξασι κλήσεις προαγορεύσαντος· τὸν μὲν γὰρ πρῶτον ἐκάλεσε Κάϊν, ὅπερ ἑρμηνεύεται ζῆλος, ὃς καὶ ζηλώσας ἀνεῖλε τὸν ἀδελφόν· τὸν δὲ δεύτερον Ἄβελ, ὃ ἑρμηνεύεται πένθος· ἐπ’ αὐτῷ γὰρ πρώτῳ φονευθέντι ἐπένθησαν οἱ γονεῖς· ἔκ τε τῆς πρὸς Ἀβραὰμ τὸν πατριάρχην προρρήσεως· Γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσι, καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη. Τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ.

Μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς· σὺ δὲ ἀπελεύσῃ πρὸς τὸν πατέρα σου τραφεὶς ἐν γήρᾳ καλῷ· τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμορραίων. Πέτρος τε οὖν οὕτως ὁ πρῶτος τοῦ θείου μακαρισμοῦ καταξιωθεὶς καὶ τὰς κλεῖς τῆς βασιλείας ἀμοιβὴν τῆς ὁμολογίας ἐγχειρισθείς, ἀλλὰ δὴ καὶ Παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς, οὐ θανάτους μόνον ἡμῖν κατὰ θείαν κρίσιν εἴτουν πρόγνωσιν, ἀλλὰ καὶ νόσους ἐπάγεσθαι δεδωκώς, ὡς δῆλον ἐξ ὧν Κορινθίοις ἐπέστειλε· Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἄρρωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Πρὸς δὲ τούτοις καὶ ὁ Προφήτης εἰπών, Οὐκ ἔστι κακία ἐν πόλει, ἣν ὁ Κύριος οὐκ ἐποίησε· καὶ ἕτερος πάλιν·

Ποιῶν γῆν καὶ ἄνθρωπον ἐπ’ αὐτῆς, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς, καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν· Καὶ ὁ Δαβίδ· Τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου, τουτέστι τὸ μήπω τετελεσμένον ὡς τετελεσμένον προέγνως. Καὶ πάλιν. Ὁ ἐπιβλέπων ἐπὶ πάντα τὰ ἔργα σου· καὶ εἶδε τοὺς υἱοὺς τῶν ἀνθρώπων· καὶ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν, καί, ἐν ταῖς χερσί σου οἱ κλῆροί μου· ὅπερ ἐστὶν ἐν τῇ διοικούσῃ τὰ πάντα προνοίᾳ σου καὶ τὰ κατ’ ἐμὲ διοικεῖται.

Καὶ ὁ Ἀπόστολος ἐν ἄλλοις δεικνύς, ὅτι διικνεῖται τὸ θεῖον ἄχρι μερισμοῦ ψυχῆς τε καὶ σώματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικός ἐστιν ἐνθυμήσεων ὁ ζῶν τε καὶ ἐνεργὴς λόγος καὶ υἱὸς τοῦ Θεοῦ· πάντα ταῦτα καὶ τὰ τοιαῦτα καὶ αἱ μυριάκις ἐπὶ μυρίοις τοῖς ἑκάστοτε ἐκβαίνουσι καὶ ἐκβησομένοις ἐκφωνηθεῖσαι θεῖαι προρρήσεις συμπείθουσί με μὴ μόνον τὸ πέρας τῆς καθ’ ἡμᾶς ζωῆς, ἀλλὰ δὴ καὶ τὸ ὅλον εἶδος αὐτῆς, καὶ τὰς τῶν διαφόρων βίων ἐξαλλαγάς, καὶ τὰς κοινὰς ἐθνῶν ἢ πόλεων ἢ χωρῶν ἢ γενῶν ἢ ἡλικιῶν, οὐ πολὺ δὲ εἰπεῖν καὶ ἰδίας ἑκάστου καὶ περὶ ἕκαστον δοκούσας ἀτυχίας ἢ εὐτυχίας, καὶ νόσους καὶ ὑγείας, εἰ καὶ μὴ πάσας ἔστι γὰρ ἃ καὶ ἡ φύσις ἐν ἡμῖν δρᾷ, καίτοι ἔξεστι καὶ ταύτην ὅρον ἐκ Θεοῦ δεδομένον εἰπεῖν καὶ πάντα ἁπλῶς τὰ περὶ τὴν ἡμετέραν ζωὴν πολυτρόπως οἰκονομούμενα κατὰ θείαν συντίθεσθαι πρόγνωσιν καὶ προόρησιν γίνεσθαι· καὶ μήδ’ ἐπὶ τῶν κατὰ προαίρεσιν παρ’ ἡμῶν γινομένων τὴν θείαν ἀρνεῖσθαι πρόγνωσιν καὶ τὸν κατὰ ταύτην προορισμόν, οὐ πάντως διευλαβούμενον, μήποτε τῷ καὶ τοῦτο διδόναι κινδυνεύσω τὸν Θεὸν κακότητος αἴτιον ἀποφήνασθαι.

Δέδεικται γὰρ ἡμῖν ἤδη καὶ ὡμολόγηται τῶν μὲν ἄλλων ἁπάντων τὸ θεῖον ἐννόημά τε καὶ θέλημα, ὅπερ ἦν ὁ θεῖος ὅρος, αἴτιον εἶναι· τῶν δὲ κατὰ προαίρεσιν γινομένων κακῶν τὴν προαίρεσιν μόνην, εἰ καὶ ταῦτα τὴν θείαν πρόγνωσιν οὐ διαπέφευγεν, ὡρισμένως ὑπὸ ταύτης ὅπως ἂν σχοῖεν προεγνωσμένα. Ταῦτα μὲν οὖν καὶ μυρία ὅσα τούτοις ἀκόλουθα τὸν ὅρον, ὡς οἶμαι, διατρανοῖ καὶ τὴν ἡμετέραν δόξαν κυροῖ· ὁ δὲ τοὐναντίον δοξάζων, τούτων μέν, εἰ καὶ ἐπεμνήσθη τινός, διαστρόφως αὐτὸ καὶ σκαιῶς ἐξελάβετο, ὡς τὴν εἰρημένην τοῦ μεγάλου Βασιλείου φωνήν, ἥτις ἦν· Θάνατοι δὲ ἐπάγονται τῶν ὅρων τῆς ζωῆς πληρωθέντων· οὐχ ὅρους νοεῖν τοὺς ὅρους ἐκβιαζόμενος, ἀλλὰ μεταφέρειν πρὸς τὸ ἀόριστον, περὶ τῆς πρώτης λέγων εἰρῆσθαι τοῦτο κατὰ τοῦ προπάτορος ἐξενηνεγμένης ἀποφάσεως· ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· τοῦτο μὲν γὰρ ὡρίσθαι τὸ πάντα πάντως τὸν διὰ γενέσεως εἰς τόνδε τὸν βίον ἐλάσαντα, διὰ θανάτου πάλιν τὴν εἰς τὰ ἐξ ὧν συνετέθη ἀνάλυσιν δέξασθαι· τὸ δέ γε πότε καὶ πῶς μὴ ὡρίσθαι, ἀλλ’ ὡς ἂν ἡ τύχη δοίη καὶ τὸ αὐτόματον, ἤπου καὶ ἡ φύσις καὶ ἡ προαίρεσις τοὺς ἑκάστοτε γινομένους θανάτους ἄλλως καὶ ἄλλως ἐπισυμβαίνειν.

Οὕτως δὲ ὅμως τούτων συμβαινόντων, τὸν εἰρημένον πληροῦσθαι ὅρον κατὰ τὸ πολλάκις ἐν τῇ Γραφῇ κείμενον, Καὶ ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ τοῦ Προφήτου· καίτοι ὁ μὲν ῥηθεὶς ὅρος εἷς καὶ κοινὸς κατὰ πάσης ἐξενηνεγμένος τῆς φύσεως· ὁ πατὴρ δὲ καὶ περὶ πολλῶν ἔοικε λέγειν, καὶ ἕκαστον ἑκάστῳ πεπῆχθαι ἴδιον ἀποφαίνεται. Κατ’ ἐκείνην μὲν γὰρ τὴν ἔννοιαν ἤρκει τὸ οὕτως εἰπεῖν, Θάνατοι δὲ ἐπάγονται, ὥστε τὸν κοινὸν καὶ πρῶτον ὅρον πληροῦσθαι· νῦν δὲ τῶν ὅρων τῆς ζωῆς πληρωθέντων, οὓς ἔπηξεν ἡ πρόνοια περὶ ἕκαστον κατὰ τὴν τοῦ ἑκάστῳ συμφέροντος πρόγνωσιν, ἐπάγεσθαι τοὺς θανάτους εἰπών, πόρρω τῆς τοιαύτης διανοίας βάλλειν τὸν λόγον δοκεῖ, καὶ οὔτε τύχῃ οὔτε φύσει οὔτε προαιρέσει τὸ μέτρον τῆς καθ’ ἡμᾶς ζωῆς ἐπιτρέπειν, ἀλλὰ τῷ παρὰ τῆς προνοίας ἀρχῆθεν παγέντι κατὰ λόγους ἀρρήτους ὅρῳ, καθὼς ἡ ἐκ τοῦ περὶ εὐχαριστίας λόγου ληφθεῖσα χρῆσις σαφῶς παρίστησιν. Ἀλλ’ ἐκεῖνό, φησι, πῶς νοήσωμεν τὸ δαυϊτικόν, Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου· καὶ τό, Ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν· καὶ πάλιν· Μακρότητος ἡμερῶν ἐμπλήσω αὐτόν· καὶ τὸ Σολομόντειον ἐν Παροιμίαις, Υἱὲ ἐμοὺς λόγους ἄκουε, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς· καὶ αὖθις· Μὴ γίνου σκληρός, μηδὲ ἀσεβήσῃς πολύ, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου· καὶ πάλιν· Ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων;

Εἰ γὰρ δὴ ὥρισται τὸ τῆς ζωῆς μέτρον, τὸ δὲ ὡρισμένον ἓν καὶ ταυτόν, καὶ προσθήκης ὁμοίως καὶ ὑφαιρέσεως ἀνεπίδεκτον, τί δή ποτε τοῖς μὲν φονικοῖς καὶ δολίοις ἡ τῶν ἡμερῶν ἡμίσευσις διηπείληται, καὶ τοῖς σκληροῖς καὶ ἀσεβέσι καὶ παρανόμοις ὁ ἄωρος θάνατος; αὐτὸ δὲ τοῦτο τὸ μὴ τοῦτο παθεῖν εὐχῆς ὁ Προφήτης ὑπόθεσιν τίθεται; ἐπὶ δὲ τῇ τῶν ὀρθῶν λόγων παραδοχῇ καὶ τῇ τῶν χρηστῶν ἔργων ἐπιδόσει προσθήκη τε καὶ μακρότης ἡμερῶν ἐπαγγέλλεται;

Ἢ γὰρ οἱ ταῦτα εἰσηγούμενοι ψεύδονται, τὸν ἑστῶτα καὶ πεπηγότα καὶ ἀναυξῆ καὶ ἀμείωτον ὅρον διὰ τῆς προσθήκης τε καὶ τῆς ὑφαιρέσεως ἐκβάλλοντες, ἢ τούτων ἀληθευόντων, καὶ τῆς αὐξομειώσεως χώραν ἐχούσης, ὁ ὅρος ἐξώρισται. Ὑπὸ τὴν αὐτὴν δὲ πιπτέτω ζήτησιν καὶ ἡ κατὰ τὸν Ἐζεκίαν δραματουργία, καὶ ἡ προρρηθεῖσα μέν, μὴ ἐκβᾶσα δὲ τηνικαῦτα καταστροφὴ τῶν Νινευϊτῶν. Δυεῖν γάρ, φησι, θάτερον ἀνάγκη πάντως ὁμολογεῖν, ἢ τὸν Θεὸν μὴ ἀληθῶς εἰπεῖν τό, Ἰδοὺ ἀποθάνῃ σὺ καὶ οὐ ζήσῃ· Ἔτι τρεῖς ἡμέραι καὶ Νινευῒ καταστραφήσεται· εἴπερ ὥριστο τὸ ζήσειν αὐτὸν καὶ τὸ μὴ καταστραφῆναι τὴν πόλιν ...... ἀσεβὲς τὸ λέγειν τὸν Θεὸν ψεύδεσθαι. Ταῦτα μὲν ὑπὸ Θεοῦ ἀληθῶς εἰρῆσθαι καὶ συντίθεσθαι ...... τότε τὸν Ἐζεκίαν ἀποθανεῖν καὶ τὴν πόλιν καταστραφῆναι, ὅτε ταῦτα εἴρηται, διὰ δὲ τὴν μετάνοιαν καὶ τὰ δάκρυα, καὶ αὖ τῆς ὅλης πόλεως τὴν μετὰ νηστείας καὶ κατανύξεως ἐξομολόγησιν, τῷ μὲν βασιλεῖ τοὺς πεντεκαίδεκα προστεθῆναι χρόνους, τῇ δὲ παρελθεῖν τὴν τῆς καταστροφῆς ἀπειλήν, ὡς ἄρα μὴ πάντως ὡρισμένης αὐτοῖς τῆς τοῦ ζῆν ἀποπερατώσεως.

Πρὸς δὴ ταῦτα φαμέν, ὅτι ψεῦδος μὲν ἅπαν, τὸ κατ’ ἔκπτωσιν ἀληθείας λεγόμενον, ἐκ τοῦ διαβόλου ἐστί, καὶ οὔτε ἁγίοις προσῆκον, οὔτε πολλῷ πρότερον τῷ Θεῷ. Εἴ τι δὲ οἰκονομικῶς ἐπὶ προτροπῇ εὐσεβείας τε καὶ τῆς ἄλλης ἀρετῆς καὶ ἀποτροπῇ τῶν ἐναντίων εἴρηταί τε καὶ γέγραπται, τοῦτο δίκαιον ἂν εἴη τῆς τοῦ ψεύδους ἀπολύειν γραφῆς· ἐντεῦθεν δὲ μᾶλλον ὥσπερ διά τινος ἀγκύρας λεπτῆς μέν, ἀλλ’ οὖν ὅσης ἐνὸν ἡμῖν ἐφικνεῖσθαι πρὸς τὴν θείαν ἀνατρέχειν τῆς ἀληθείας ὑπεροχήν. Ὡς γὰρ τὸ θεῖον σκότος παντός ἐστι φωτὸς φωτεινότερον, καὶ ὡς ὑπέρφωτον ὑμνεῖται, καὶ τὸ τοῦ Θεοῦ μωρὸν σοφώτερον τῶν ἀνθρώπων ἐστὶ καὶ ὅλως ὑπέρσοφον, οὕτω δή τι καὶ ψεῦδος εἶναι θετέον τῆς καθ’ ἡμᾶς ἀληθείας ὑπέρτερον τὴν θείαν ὑπεραλήθειαν, ὑφ’ ὃ καὶ τὸ οἰκονομικὸν ἀνακτέον εἶδος τοῦ λόγου, καὶ μή σε ξενιζέτω τῶν ὀνομάτων ὁ καινισμός. Διὰ γὰρ τῶν ἀπεμφαινόντων ὀνομάτων μᾶλλον ἐκφαίνεσθαι τὰ τῆς θεολογίας ἀπόρρητα, φησὶν ὁ ἀποστολικὸς Διονύσιος, ὅτι τοι φῶς μὲν ἀκούσας τῶν ὑλαίων τινὶ φώτων τὸ τῆς διανοίας ὄμμα προσήρεισας, τῷ διακονικῷ τούτῳ καὶ λυχνιαίῳ τυχόν, ἢ τῷ σεληνιακῷ, ἢ πάντως που τῷ ἡλιακῷ, καὶ τούτῳ τῷ ὑπερέχοντι μάλιστα τὸ θεῖον παρείκασας.

Ὅτε δὲ τῶν θεολόγων λεγόντων ἤκουσας τοῦ μὲν περὶ τῆς ἡμέρας Κυρίου, ὅτι αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς, τοῦ δὲ περὶ τοῦ Κυρίου αὐτοῦ, ὅτι ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, ὃν ἀλλαχοῦ φῶς εἴρηκεν ὡς ἱμάτιον ἀναβάλλεσθαι, τὴν κοινὴν αὐτίκα περὶ τοῦ σκότους ἔννοιαν παρελθών, πρὸς ὑψηλοτέραν τινὰ καὶ θεοπρεπεστέραν ἀνέδραμες.

Ὁ αὐτὸς λόγος καὶ περὶ ἀγνοίας καὶ γνώσεως καὶ ψεύδους καὶ ἀληθείας καὶ μωρίας καὶ σοφίας καὶ ἀλογίας καὶ λόγου καὶ τῶν ὁμοίων· τούτων γὰρ τοῖς δοκοῦσιν ἀπεμφαίνουσι μᾶλλον ὁ θεολόγος ἐπὶ Θεοῦ χρήσεται, ὡς ἀνιστῶσιν ἡμῶν τὴν διάνοιαν ἀπὸ τῶν χαμαιζήλων ἐννοιῶν καὶ πρὸς τὰς ὑψηλοτέρας καὶ πάντων τῶν ὄντων ὑπερκειμένας ἀνάγουσι. Τοῦτο μὲν οὖν τοιοῦτον. Ἐπεὶ δὲ τῷ λόγῳ δέδεικται τὸ οἰκονομικὸν εἶδος τοῦ λόγου κρεῖττον ὂν οὐ μόνον παντὸς ἐγκλήματος, ἀλλ’ ἔστιν ὅπη καὶ ἀληθείας αὐτῆς, καὶ Θεῷ μάλιστα πρέπον καὶ τοῖς κατὰ Θεὸν ζῆν ἐθέλουσι, φέρε καὶ ἀπὸ τῆς θεοπνεύστου Γραφῆς αὐτὸ δὴ τοῦτο καταδησώμεθα, ὥστε τέλεον τὸ ἀντιλογικὸν ἐμφραγῆναι στόμα. Ἐπαινεῖται Ῥαὰβ ἡ πόρνη δι’ ἀρετὴν μὲν οὐδεμίαν ἄλλην· πόρνη γὰρ ἦν· ἀλλ’ ὅτι καιροῦ καλοῦντος παρῃτήσατο τὴν ἀλήθειαν, καὶ τὸ μὴ ὂν εἰποῦσα, τὸ δὲ ὂν ἀποσιωπήσασα τοῖς παρ’ αὐτῇ κρυπτομένοις ἀνδράσι τὴν σωτηρίαν οἰκονομικῶς ἐχαρίσατο.

Θαυμάζεται καὶ ὁ διορατικώτατος Σαμουὴλ οὐ τοῦτο μόνον, ὅτι διὰ καθαρότητα νοῦ θείας ἐλλάμψεως ἔτυχε, καὶ τὰ ἔμπροσθεν βλέπειν ἠξίωται, ἀλλὰ καὶ ὅτι ἐπὶ βασιλέως προχείρησιν ἀπιών, οὐκ αὐτὸ δὴ τοῦτο τῷ ἐρωτήσαντι ἀπεκρίνατο, ἀλλ’ ὅπερ οὐκ ἦν· Ἥκειν Κυρίῳ θῦσαι εἰπών.

Δαβὶδ δὲ καὶ ὕμνου ποιεῖται πρόφασιν τὴν οἰκονομικὴν ἐπὶ Ἀβιμέλεχ τοῦ προσώπου ἀλλοίωσιν, δι’ ἧς τὸ μὴ ὂν ὑποκριθεὶς σέσωσται· καὶ ἀλλαχοῦ δὲ τοὺς λόγους Χουσὶ τοῦ Ἰεμενεί, τοὺς τὸν αὐτοῦ διώκτην ἐξαπατήσαντας· κατηγορεῖ δὲ αὖθις ἐκ τοῦ ἐναντίου τοῦ Ἰδουμαίου Δωὴκ τὴν ἀλήθειαν τῷ Σαοὺλ ἀπαγγείλαντος· καὶ ἦλθε Δαβὶδ εἰς τὸν οἶκον Ἀβιμέλεχ εἰπόντος· ὡσαύτως καὶ τῶν Ζιφαίων παρ’ αὐτοῖς αὐτὸν ὁμολογησάντων κεκρύφθαι.

Καὶ καθόλου δὲ ἀποφαίνεται, Ὅτι δίκαιος οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει. Παύλου δὲ ποῦ θήσεις τὰς οἰκονομίας τοῦ θεοκήρυκος; ὃς καίτοι πάντα τὰ τοῦ νόμου παρατηρήματα μετὰ τὴν χάριν ἐκβάλλων, ὅμως κατ’ οἰκονομίαν ἡγνίσατό τε Ἰουδαϊκῶς καὶ νομικὰς θυσίας προσήνεγκε καὶ τὸν Τιμόθεον περιέτεμεν· ἀλλὰ καὶ κρίνεσθαι μέλλων Ῥωμαῖον ἑαυτὸν ἀνηγόρευσε καὶ ἐπεκαλέσατο Καίσαρα. Περὶ γὰρ τοῦ Σωτῆρος τί χρὴ καὶ λέγειν, ὁπότε πᾶν τὸ ὑπὲρ ἡμῶν ἐν αὐτῷ τετελεσμένον μυστήριον οἰκονομία προσείρηται διὰ τὴν ἄκραν καὶ ὑπερφυῆ συγκατάβασιν;

Εὕρηται δὲ καὶ πρότερον ὁ Θεὸς τῷ Φαραὼ προστάσσων ἐξαποστεῖλαι τὸν Ἰσραηλίτην λαόν, οὐχ ὡς εἰς Παλαιστίνην μετοικησόμενον, ὅπερ ἦν ἀληθές, ἀλλ’ ὡς πρὸς ὁδοῦ τριημέρου διάστημα, λατρείαν ἐν τῇ ἐρήμῳ τελέσοντα· καὶ ὅμως τῆς ὡς ψεῦδος κατηγορίας ἀπήλλακται τὸ λεχθέν, ὡς οἰκονομία δὲ θεία καὶ τοῦτο ὑμνεῖται.

Τούτου τοίνυν οὕτω δειχθέντος, παντί που δῆλον, ὡς οἶμαι, καθέστηκεν, ὡς εἰ καὶ τὸ μὴ ὂν αἱ παραχθεῖσαι χρήσεις ἀπὸ τῆς Γραφῆς ὑποτίθενται, προσθήκην ζωῆς καὶ ὑφαίρεσιν ἐπὶ προτροπῇ θεοσεβείας καὶ ἀσεβείας ἀποτροπῇ εἰσηγούμεναι, ἀλλ’ οὖν τοῦ ὡς ψευδεῖς ἐγκαλεῖσθαι ἀπολυόμεναι, ὑπὸ τὸ οἰκονομικὸν τοῦ λόγου πίπτουσιν εἶδος, ὑφ’ ᾧ ταττόμεναι τὸν ὅρον οὐκ ἀνατρέπουσιν, ᾧ συντακτέον καὶ τὰ κατὰ τὸν Ἐζεκίαν τε καὶ τὴν Νινευΐ.

Εἰ δέ τις ὡς ἀσυνήθη καὶ τοῖς πολλοῖς δυσπαράδεκτον τόνδε τὸν λόγον οὐ παραδέχεται, καὶ τὸν κοινότερον καὶ λείως ταῖς τῶν πλειόνων ἀκοαῖς προσβάλλοντα λέξομεν· ὅτι περ ἡ τῶν ἡμερῶν προσθήκη καὶ ἡ ἡμίσευσις, ἥ τε πληρότης καὶ ἡ κολόβωσις, οὐχ αἱ μὲν ἀεὶ τὸ μακρόβιον ἀφορίζουσιν, αἱ δὲ τὸ βραχύβιον· ἐπεὶ πῶς ἂν ῥηθεῖεν εἰκότως. πλήρεις ἡμερῶν καταλελυκέναι τὸν βίον Ἀβραάμ, Ἰσαάκ, Ἰακώβ, οἵ γε πολὺ τῶν πρὸ αὐτῶν τοῖς χρόνοις ἠλάττωνται; Ποῦ δὲ τῷ δικαίῳ Ἄβελ ἡ τῶν ἐτῶν ἐπεχορηγήθη προσθήκη; ἢ ἐν νόμῳ τοῖς Μακκαβαίοις, ἢ μετὰ νόμον Στεφάνῳ τῷ πρωτομάρτυρι; Τί δὲ ἀσεβοῦσιν ἢ ἀδικοῦσι τὰ κατὰ τὴν πρώτην εὐθὺς ἡλικίαν ἁρπαζόμενα νήπια;

Πόσοι καὶ τῆς δευτέρας ἁψάμενοι, καὶ πόσοι μέχρι καὶ τῆς μέσης ἐλάσαντες καὶ τὸν ἔρωτα τῆς ἀρετῆς ἑαυτοῖς συναυξήσαντες, εἶτα τοῦ ζῆν ἀπηλλάγησαν; Πόσοι δὲ ἄνδρες αἱμάτων καὶ δολιότητος καὶ ἀσεβεῖς καὶ παράνομοι ἐν εὐθηνίᾳ καὶ μακρότητι ζωῆς τὸν βίον κατέλυσαν; περὶ ὧν γέγραπται· Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν, καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς· οὔκουν περὶ μακροβιότητος ταῦτα εἴρηται, ἵνα μὴ καὶ ἑαυτῇ καὶ τοῖς πράγμασιν ἐναντιοῦσθαι δόξῃ ἡ θεία Γραφή· ἀλλ’ ἡ πληρότης τῶν ἡμερῶν καὶ ἡ πρὸς ταύτην ἐπίδοσις ἐν τῇ κατ’ ἀρετὴν θεωροῖτο ἂν τελειότητι καὶ ταῖς πρὸς αὐτὴν ἀναβάσεσι. Δανιὴλ τοίνυν οὔπω τὸ μειράκιον παρελάσας δωδεκαετὴς γὰρ ἦν, ὅτε τὴν ἀδέκαστον ὑπὲρ τῆς Σωσάννης κρίσιν ἐξήνεγκεν ἀνὴρ ἐπιθυμιῶν προσηγόρευται, καὶ πᾶς ὁστισοῦν τὴν διπλῆν ἀγάπην κατωρθωκὼς καὶ τὴν κοσμικὴν οὐσίαν πωλήσας καὶ ὀπίσω τοῦ Χριστοῦ πορευθεὶς κατὰ τὸ θεῖον παράγγελμα εἰς ἄνδρα τέλειον ἔφθασεν εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· οὕτω δὲ καὶ ἡμίσευσις τῶν ἡμερῶν καὶ ζωῆς ἄκαιρος ἔκπτωσις κατὰ τὴν ἀνάλογον τῆς ἀρετῆς στέρησιν ἐκληφθήσεται.

Ἔδει γὰρ ἀληθῶς τοιαύτης ζωῆς τῷ λογικῷ ζώῳ, κατὰ λόγον μὲν ἐνεργοῦντι προσθήκην καὶ ἀποπλήρωσιν ἐπαγγέλλεσθαι, τοῖς ἀλόγοις δὲ παραβαλλομένῳ κτήνεσιν ἐν ταῖς πράξεσιν ὑφαίρεσιν ἀπειλεῖσθαι καὶ ἔκπτωσιν· ὡς ἥ γε κατ’ αἴσθησιν καὶ ὑπὸ τὴν τοῦ χρόνου φορὰν κειμένη ζωὴ τοῖς ἀλόγοις ζώοις οἰκεῖόν ἐστιν ἐφετόν, οἷς καὶ πρεπόντως ἂν ἐπαγγέλοιτο ἡ ταύτης ἐπίδοσις καὶ ἀπειλοῖτο ἡ ἔκπτωσις.

Πρὸς μὲν οὖν τὰς γραφικὰς χρήσεις ἱκανὰ ταῦτα, ὥστε μηδεμίαν ἐξ αὐτῶν τῷ ὅρῳ περιτροπὴν ἐπιγίνεσθαι· πρὸς δὲ τὰ περὶ τὴν Νινευῒ καὶ τὸν Ἐζεκίαν ἱστορούμενα κἀκεῖνα φαίημεν ἂν τῇ ἀληθείᾳ συνᾴδοντα· ὅτι τὸ μὲν ἤδη τρεῖς ἡμέραι καὶ Νινευῒ καταστραφήσεται, ἀληθεύοιτ’ ἂν καὶ ὡς τὴν ἔνδικον κατὰ τῆς τῶν Νινευϊτῶν κακίας ἐκβαῖνον ἀπόφασιν· δίκαιον γὰρ ἦν τὴν τοὺς οὕτω βιοῦντας περιέχουσαν πόλιν καταστραφῆναι, τὸ δέ, Ἰδοὺ ἀποθάνῃ σὺ καὶ οὐ ζήσῃ, καὶ πρὸς τὸ τῆς σωματικῆς νόσου κινδυνῶδες ἀναφερόμενον· ὅσον γὰρ πρὸς τὸ σφοδρὸν τῆς κακώσεως καὶ τῆς φύσεως τὴν ἀλήθειαν ἀκόλουθον ἦν περιγενέσθαι τοῦ βασιλέως τὴν νόσον καὶ προξενῆσαι τούτῳ τὸν θάνατον, ἄμφω δὲ ἅμα καὶ ὡς τὸ πάντως ποτὲ ἐκβησόμενον προαγγέλλοντα· ἀλλὰ τὸ ἰδοὺ τὴν εἰς τὸν μακρὸν χρόνον ἀπότασιν περιστέλλει σοι, καὶ βούλει τὴν ἔκβασιν τῆς κατὰ τοῦτο ἀληθοῦς ἀποφάσεως ἐν τῷ παραυτίκα ὁρᾶν συμβαίνουσαν, καὶ τὸ ἤδη τρεῖς ἡμέραι τῶν ἐν τῷ τηνικαῦτα εἰκοσιτεσσάρων ὡρῶν τρισσούμενον ἐθέλεις δηλοῦν τὸ διάστημα, κἂν ὑπερβῇ τοῦτο, τοῦ προρρηθέντος ἡ ἔκβασις ψεύδεσθαι οἴει τὴν πρόρρησιν, συνεθέμην ἂν πρὸς ταῦτά σοι καὶ αὐτός, ἂν μὴ πολὺ τὸ μέσον ἑώρων τῆς τε θείας καὶ τῆς ἀνθρωπίνης καταλήψεως.

Ἐμοὶ μὲν γὰρ κδ ὧραι μετροῦσι τὸ τῆς ἡμέρας διάστημα, ἐν ὀφθαλμοῖς δὲ Θεοῦ χίλια ἔτη ὡσεὶ καὶ μία ἡμέρα, οὐχ ἡ σήμερον, ἀλλ’ ἡ χθές, ἥτις διῆλθεν, ὁ Προφήτης φησίν, ἵνα μὴ κατὰ παράτασιν ὑπολάβῃς χρόνου καὶ κατὰ βραχὺ τὴν θείαν συνίστασθαι πρόγνωσιν· ἀλλ’ εἰ δοίης ἐν τῷ ἐγνῶσθαι ταύτην συνεστηκυῖαν, οὐ συνάγουσαν, ἀλλ’ ἤδη συναγαγοῦσαν τὰ ἐν χιλίοις τοῖς ἔτεσιν, ἢ τό γε ἀληθέστερον εἰπεῖν ἐν τῷ αἰῶνι παντὶ ὄντα τε καὶ γινόμενα, ὥσπερ ἂν εἴ τις προσχὼν ἀκριβῶς τὰ χθὲς αὐτῷ συμβάντα καὶ οὐ πρὸ πλείονος, ὥστε μὴ λήθην παθεῖν τῇ κατ’ αὐτὸν ἤδη γνώσει περιείληφεν.

Εἰ μὲν οὖν ἀνθρώπου φωναὶ τό, Ἰδού, καὶ τό, ἤδη τρεῖς ἡμέραι, καλῶς ἀπαιτεῖς καὶ κατὰ λόγον ἐν τῷ παραυτίκα τὴν ἔκβασιν· εἰ δὲ Θεοῦ, θεοπρεπῶς ἐκλαμβάνου τὴν πρόρρησιν, ἀσύμβατον τῇ κατὰ σὲ γνώσει ταύτην εἰδώς, ὁμοῦ καὶ τὸ οἰκονομικὸν εἶδος τοῦ λόγου σεπτὸν ἡγούμενος· ἐπεὶ ὅτι γε προέγνωστο τῷ Θεῷ καὶ προώριστο τοῦ μὲν Ἐζεκίου καὶ τῶν Νινευϊτῶν ἡ μετάνοια, καὶ ἡ ἐντεῦθεν ἐσομένη αὐτοῖς τῆς ἀπειλουμένης ὀργῆς ἀνοχή, τῶν δὲ Ἰσραηλιτῶν ἡ κακοθέλεια καὶ ἀπείθεια καὶ ἡ κατ’ αὐτῶν ἐντεῦθεν ἀποβησομένη ἐνδίκως ὀργή, δηλοῖ μὲν καὶ ὁ τὰ πάντα πρὶν γενέσεως αὐτῶν εἰδέναι τὸν Θεὸν ἀληθέστατα διατεινόμενος λόγος· τὸ γὰρ πρὸς Ἱερεμίαν ῥηθέν, Ὅτι πρὸ τοῦ πλασθῆναί σε ἐν κοιλίᾳ μητρός σου ἐπίσταμαί σε, λέγοιτ’ ἂν οὐδὲν ἧττον καὶ ἀληθεύοιτο καὶ πρὸς ἅπαντα· δηλοῖ δὲ αὖθις ὁ Παῦλος, Οὓς προέγνω τούτους καὶ προώρισε, λέγων. Δῆλον δ’ ἄν σοι καὶ ἀπὸ τοῦ Δευτερονομίου γένοιτο, ἐξ ὧν ὁ Θεὸς μετὰ τὰς πολλὰς ἐκείνας παρεγγυήσεις τὰς περὶ τοῦ πάσης εἰδωλοποιίας καὶ πλάνης ἀπέχεσθαι τὸν λαόν, αὐτῷ δὲ μόνῳ λατρεύειν καὶ προσανέχειν, ἐπήγαγε πρὸς Μωσῆν. Ἰδοὺ σὺ κοιμᾶσαι μετὰ τῶν πατέρων σου, καὶ ἀναστὰς ὁ λαὸς οὗτος ἐκπορνεύσει ὀπίσω Θεῶν ἀλλοτρίων. Ὡρίσατο δὲ καὶ τὴν ἑψομένην τῇ ἀπειθείᾳ τούτων ὀργήν. Καὶ ὀργισθήσομαι αὐτοῖς θυμῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ καταλείψω αὐτούς, καὶ τάδε καὶ τάδε πείσονται.

Οὐχ ἥκιστα δὲ καὶ ἀπὸ τῶν πρὸς Ἰεζεκιὴλ εἰρημένων. Υἱὲ ἀνθρώπου βάδιζε πρὸς τὸν οἶκον Ἰσραὴλ τὸν παραπικραίνοντα, καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτούς· εἶτα μετὰ βραχύ· Ὁ δὲ οἶκος τοῦ Ἰσραὴλ οὐ μὴ θελήσουσιν ὑπακοῦσαί σου, διότι οὐ βούλονται ὑπακούειν μου. Πάντα τοίνυν προειδὼς ὁ Θεὸς καὶ τοῦ Ἐζεκίου τὴν μετάνοιαν, καὶ τὴν διὰ προσευχῆς τῶν ἐτῶν προσθήκην, καὶ τῶν Νινευϊτῶν τὴν ἐξομολόγησιν, καὶ τὴν ἐντεῦθεν ἀποφυγὴν τῆς ὀργῆς, καὶ τοῦ λαοῦ τὴν ἀπείθειαν, καὶ τὴν διὰ ταύτην εἰσαγωγὴν τῶν ἀπειλουμένων δεινῶν, ὅμως ὡς δίκαιος οἰκονομεῖ τοὺς λόγους αὐτοῦ ἐν κρίσει, ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικον τῇ αὐτοῦ κρίσει γένηται· ἀλλ’ εἰ καὶ ταῦτα ............ τὰ γοῦν ἀφ’ ἑτέρων ἱστοριῶν ἑπόμενα ἄπορα ἀφύκτοις ὡς εἰπεῖν τὸν ὅρον λαβαῖς περισφίγγοντα περιτρέπουσιν, ὁποία τίς ἐστιν ἡ κατὰ τὸν χαλκοῦν τοῦ Μωσέως ὄφιν, καὶ τῶν κατὰ τὸν προφήτην Δαβὶδ ἐκείνων, καθ’ ἣν ὁ μὲν ἀριθμῆσαι λέγεται τὸν λαόν, ὁ δὲ Θεὸς ἀγανακτῶν ἐπὶ τούτῳ φαίνεται καὶ τριῶν ἐπαγωγῶν μιᾶς ὁποτερασοῦν τῷ βασιλεῖ τὴν ἐπιλογὴν δούς, καὶ ὃς τριετοῦς λιμοῦ καὶ τριμήνου πολεμίων ἀνδρῶν ἐφόδου τριήμερον ἐξ ἀοράτου χειρὸς ἐπαγόμενον προκρῖναι θάνατον. Εἰ γὰρ δὴ ὥριστο ἡ πληγή, πῶς ἡ ἐπιλογὴ τῷ βασιλεῖ δέδοται; Τί δὲ εἰ μὴ τὴν ὡρισμένην ἐκεῖνος εἵλετο; Ἆρ’ οὐ παραβαθῆναι τὸν ὅρον συνέβαινε;

καὶ οἷς γε ὥριστο τὸ θανεῖν, ἀπέθανον ἂν πάντως, εἰ καὶ πρὸς τὸν χαλκοῦν ἠτένισαν ὄφιν, κἂν εἰ μὴ παρὰ τῶν ἑρπόντων ἐδήχθησαν· οἷς τε μὴ ὥριστο τὸ παραυτίκα πεσεῖν, οὐκ ἂν ἔπεσον, κἂν ἐπλήγησαν, κἂν μὴ ἀπεῖδον πρὸς τὸ χαλκούργημα. Καὶ τίς ἡ παρὰ τῆς καινῆς ἐκείνης θέας εὐεργεσία; Τίς δὲ ἡ χρεία τοῦ μηχανήματος τοῖς πάντως τεθνηξομένοις ἢ μή; Καὶ τίς οὐκ οἶδε, φαίημεν ἂν πρὸς τὸν ταῦτα διαποροῦντα, τῆς τοῦ χαλκοῦ ὄφεως χρείας τὸ ἀπαραίτητον, εἰ μὴ ὁ τὸ κατὰ Χριστὸν μυστήριον παραιτούμενος; Τῷ γὰρ ἀρχετύπῳ καὶ τὸν τύπον εἰκότως συναποβάλλεται· εἰρήσθω γὰρ δὴ τύπος, εἰ καὶ ἀντίτυπος, ὡς καὶ ἡ ἀνόμοιος ὁμοιότης ἐστίν, ὅπου τοῖς πάλαι σοφοῖς παρείληπται. Ἀλλ’ ὅ γε μὴ πρὸς τὴν θείαν φωνὴν βεβηκὼς τὰ ὦτα, καθάπερ ἀσπὶς κωφεύουσα πρὸς ἐπᾴσματα, ἀλλ’ εὐγνώμονα τῷ λόγῳ δοὺς ἀκοὴν ἤκουσε, καὶ ἀκούσας συνῆκε τοῦ μυστηρίου τὴν δύναμιν· ὅτι καθάπερ Μωσῆς ὕψωσε τὸν ὄφιν, οὕτως ἐκρίθη δεῖν ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵν’ οἱ πρὸς αὐτὸν διὰ τῆς πίστεως ἀτενίζοντες τὴν ἐξουσίαν τοῦ πατεῖν ἀβλαβῶς ἐπάνω σκορπίων καὶ ὄφεων καὶ ἐπὶ πᾶσαν τὴν τοῦ νοητοῦ δυσμενοῦς δύναμιν παρ’ αὐτοῦ διδόντος τοῦ Χριστοῦ λάβωσι, καὶ τὸν ἀπὸ τῶν δηγμάτων τῆς ἁμαρτίας θάνατον ἐκδιδράσκωσιν, οἷς οὐκ ἄλλως ἢ οὕτως ἡ σωτηρία προώριστο.

Ὁ δὴ τοῦ ἀρχετύπου καταμαθὼν οὑτωσὶ τὸ μυστήριον ἐντεῦθεν καὶ τὰ πρὸς τὸν τύπον ἄπορα διαλύσεται, καὶ θαρρούντως ἂν ἀποφήνετο, ὅτι οὕτως ὥριστο κακεῖσε τοῖς μὲν κεκριμένοις ἀξίοις τοῦ ζῆν τὸ διὰ τοῦ τύπου ζῆσαι, τοῖς δὲ ἀναξίοις τὸ καὶ τοῦ τύπου καὶ τῆς δι’ αὐτοῦ χορηγουμένης διαμαρτεῖν ζωῆς. Ὁ δέ γε Δαβίδ, ἐπεὶ καὶ προφήτης καὶ θεοφορούμενος ἦν, οὐκ ἂν ἕτερόν τι τοῦ ὡρισμένου προείλετο. Καὶ ὁ τοῦ λαοῦ δὲ τὴν σφαγὴν ἐνεργῶν Ἄγγελος, νοερὰ δύναμις ὤν, καὶ δεκτικὴ τῆς θείας ἐλλάμψεως, κἀντεῦθεν τῇ θείᾳ βουλῇ καὶ κρίσει ὑπηρετούμενος κατ’ ἐπιστήμην καὶ νόησιν ὑπερκόσμιον, ἐκείνους ἀνῄρει πάντως, οἷς τοῦτο ὥριστο. Τοῦ ὅρου γοῦν πληρωθέντος, αὐτός τε ὁ σφαγεὺς Ἄγγελος, ὅς τις εἴη, ἀπεκαλύφθη τῷ βασιλεῖ, καὶ ὁ διὰ τῆς θυσίας ἐνηργήθη ἐξιλασμός, καὶ ἡ τῆς ῥομφαίας ἐπαύθη ἐπαγωγή.

Ἄθρει δή μοι καὶ τὰς κοινὰς καὶ πολυανθρώπους ἐπαγωγὰς καὶ δοκούσας ἀώρους πανωλεθρίας ἀπό τε πολέμων, ἀπό τε λοιμῶν, ἢ λιμῶν, ἢ σεισμῶν, ἢ χασμάτων γῆς αἰφνιδίων, ἢ ναυαγίων, ἢ ἐκπυρώσεων, ἢ ἄλλων ὡντινωνοῦν συμπτωμάτων πολλῶν πολυτρόπως τῷ καθ’ ἡμᾶς συγκυρούντων βίῳ· ὡς εἰ καὶ μὴ πάντες ὅσοι τὸν κοινὸν οὕτως ὑπέστησαν κίνδυνον τῆς αὐτῆς ἡλικίας ἢ τοῦ ὁμοίου βίου τυγχάνουσιν ὄντες, ὅμως κατὰ τοὺς ἀρρήτους λόγους τῆς θείας προνοίας καὶ τὰ ἀνεξερεύνητα κρίματα ἄλλα περὶ ἄλλους, καὶ πάντα σοφῶς ἄγαν καὶ ὡς ............ καταλάβοιμεν, προνοεῖται καὶ διεξάγεται, καὶ οὐδὲν τὴν θείαν διαφεύγει βουλήν τε καὶ πρόγνωσιν καὶ προόρισιν, ἀλλὰ καὶ ἡ σωτηρία τῶν σωζομένων καὶ πᾶσα μεταβολὴ καὶ φθορὰ καὶ κίνησις καὶ ἀλλοίωσις ἐκεῖθεν ἤρτηται.

Ἐγώ, φησιν, ἀποκτενῶ, καὶ ζῆν ποιήσω. Πατάξω, κἀγὼ ἰάσομαι· καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου. Τῆς εὐηθείας εἴ τις, οὕτω σαφῶς αὐτῆς τῆς θείας προνοίας τὸ πάντα περικρατεῖν καὶ συνέχειν διατρανούσης, τολμᾷ τι τῶν ὄντων τῆς θείας ἐξαιρεῖσθαι χειρὸς καὶ ἀπρονόητον τίθεσθαι, μηδὲ τῆς δαυϊτικῆς ἐπαΐων ᾠδῆς, Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς. Ἀλλ’ ἡμεῖς μὴ νήπιοι γινώμεθα ταῖς φρεσίν, ἀλλὰ τὰ τελεώτερα φρονῶμεν περὶ Θεοῦ καὶ δοξάζωμεν· ὅτι ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ· ὅτι τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ· ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα· τά τε οὖν ἀπ’ οὐρανοῦ, τά τε ἀπὸ γῆς, τά τε ἀπὸ θαλάσσης συμπτώματα τῆς αὐτοῦ προνοητικῆς ἐξῆπται χειρός, καὶ οὐδὲν τῶν πάντων τὸν παντέφορον αὐτοῦ διαπέφευγε τῆς προγνώσεως ὀφθαλμόν.

Ἐπιβλέπει γοῦν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν· καὶ εἰς μίαν ἁπλῆν καὶ ἀδιεξόδευτον πρόγνωσιν συνάγει πάντα τὰ ἔργα καὶ τοὺς διαλογισμοὺς τῶν καρδιῶν ἡμῶν, καὶ κατὰ μίαν ὑπερπληρωμένην καὶ ὑπερεξῃρημένην ἐπιβολὴν ὁρᾷ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν. Καὶ κατὰ τὸν Ἡσαΐαν, Πάντα τὰ ἔθνη πρὸς τὴν αὐτοῦ προνοητικὴν δύναμιν ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ, ἣν καὶ κριθῆς ἢ κέγχρου κόκκος, μή τί γε δραχμὴ μία δύναται· καὶ ὡς σίελος ἐλογίσθησαν. Τί μὴ λέγω τὸ πᾶν; ὅτι ἐν αὐτῷ ζῶμεν, καὶ ἀπὸ ταύτης κινούμεθα τῆς ζωῆς, καὶ αὖθις ἐν τῷ ἀτελευτήτῳ αἰῶνι ἐσμέν. Ἀλλ’ οὐχὶ ταῦτά, φησι, καὶ τῷ Ἐκκλησιαστῇ δοκεῖ, ἀλλὰ τὸν αὐτὸν ὑποτίθεται τοῦ θανάτου τρόπον καὶ ἀνθρώποις καὶ κτήνεσιν· Ὡς γὰρ ὁ θάνατός, φησι, τούτου, οὕτω καὶ ὁ θάνατος τούτου, καὶ πνεῦμα ἓν τοῖς πᾶσι. Καὶ τί ἐπερίσσευσεν ὁ ἄνθρωπος παρὰ τὸ κτῆνος; οὐδέν· ὅτι τὰ πάντα πορεύεται εἰς τόπον ἕνα· τὰ πάντα ἐγένετο ἐκ τοῦ χοός, καὶ τὰ πάντα ἐπιστρέφει εἰς τὸν χοῦν. Ταῦτα μὲν οὖν οὕτως εἴρηται, καὶ οὐκ ἀντιλέγω· πλὴν ἀξιῶ τὸν θηράσαι τὸν νοῦν ζητοῦντα τῆς λέξεως, ὅλην αὐτὴν ἀνιχνεύειν, καὶ μὴ ἐν μέρει τινὶ περικεκομμένῳ τὴν ὅλην ἀπολαμβάνειν διάνοιαν οἴεσθαι.

Τὸ γὰρ ὅλον χωρίον, ὃ τὴν ὅλην περιέχει διάνοιαν, ἐν τούτοις ἐστίν· Εἶπα ἐγὼ ἐν καρδίᾳ μου περὶ λαλιᾶς υἱῶν τοῦ ἀνθρώπου, ὅτι διακρίνει αὐτοὺς ὁ Θεός, καὶ τοῦ δεῖξαι ὅτι αὐτοὶ κτήνη εἰσίν· ὅτι συνάντημα υἱῶν τοῦ ἀνθρώπου καὶ συνάντημα τοῦ κτήνους, συνάντημα ἓν αὐτοῖς· ὡς ὁ θάνατος τούτου, οὕτω καὶ ὁ θάνατος τούτου· εἶτα μετὰ τὴν ἐκτεθεῖσαν περικοπὴν ἐπάγει·

Καὶ τίς οἶδεν, εἰ τὸ πνεῦμα τοῦ ἀνθρώπου ἀναβαίνει αὐτὸ εἰς τὰ ἄνω, καὶ τὸ πνεῦμα τοῦ κτήνους καταβαίνει κάτω εἰς τὴν γῆν; Ἐν τούτοις ἔοικεν ὁ σοφὸς τὴν ὅλην τοῦ ἀνθρώπου φύσιν κατανοῶν· καὶ πρῶτα μὲν πρὸς τὸ κοινὸν ἀποβλέπων τῆς ζωῆς, καὶ τῇ σωματικῇ γενέσει ἀκόλουθον, καὶ τὴν λῆξιν ἀποδιδούς, ἑκατέρῳ δηλαδὴ τὴν αὐτὴν ἀνθρώπῳ καὶ κτήνει· ἐπεὶ καὶ γένεσις ἦν κατὰ τὸ φαινόμενον ἡ αὐτή· ἔπειτα δὲ καθάπερ οἱ ἐξ ἀτελοῦς ἡλικίας ἐπὶ τελειοτέραν προκόπτοντες, ἣν εἶχον συγκεχυμένην περὶ τῶν τοκέων ἀνακαθαίρουσιν ἔννοιαν, καὶ οὐκέτι πάντα τὰ προστυχόντα πατέρα καλοῦσιν, ἀλλὰ τὸ ἴδιον ἀφορίζοντες ἴσασιν, οὕτω δὴ καὶ οὗτος ὁμοῦ καὶ τὴν φύσιν ἀπομιμούμενος, καὶ κατὰ τὴν αὐτῆς ἀπὸ τῶν ἀτελεστέρων ἐπὶ τὰ τελεώτερα προκοπήν, ἀπὸ τῆς ἀτελοῦς ἐννοίας ἐπὶ τὴν τελεωτέραν προβαίνων, καὶ τὸ ἐξαίρετον παρὰ τὰ λοιπὰ ζῶα τῆς ἀνθρωπίνης ἀφορίζων ζωῆς. Καὶ τίς οἶδε, φησί, τὸ σπάνιον τῶν ὑγιῶς φρονούντων καὶ διακρινόντων τὴν ἀνθρωπίνην ζωὴν τῆς κτηνώδους οὕτως ἐμφαίνων;

Οὐ γὰρ ἀμφιβολίας ἐνταῦθα τὸ τίς παραστατικόν· ἀλλ’ οἷον τό, Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; καί, Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν; καί, Τίς ἄρα ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος; Ὀλίγοι γοῦν ἴσασιν οὐ τῶν ἁπλουστέρων μόνον καὶ τὸν ἰδιώτην μετιόντων βίον, ἀλλ’ ἤδη καὶ τῶν δοκούντων σοφῶν, ὅτι περ ἀθάνατός ἐστιν ἡ ψυχή, καὶ πνοὴ ζωῆς, καὶ θεῖον ἐμφύσημα, καὶ τὸ γένος ἄνωθεν ἕλκουσα, κἀκεῖσε αὖθις ἐπανατρέχουσα. ᾟ μὲν οὖν τῆς κοινῆς καὶ ἀλόγοις ζώοις κοινωνοῦμεν ζωῆς, ὑπό τε φύσεως διοικούμεθα, οὕτως ὁρισθὲν παρὰ τῆς προνοίας, καὶ τῇ γενέσει τὴν ὀφειλομένην ἴσα καὶ κτήνεσι λειτουργοῦμεν τοῦ βίου κατάλυσιν· ᾗ δὲ καὶ ἰδίᾳ τῆς ἀθανάτου φύσεως καὶ τοῦ ὄντος αὐτοῦ μετειλήχαμεν, ὑπό τε τῆς προνοίας ἀμέσως αὐτῆς διακυβερνώμεθα καὶ πρὸς τὴν ἄνω λῆξιν φερόμεθα. Ἀλλὰ τί ἂν εἴη ῥητέον περὶ τῶν βιαίως ἢ ὑφ’ ἑαυτῶν ἢ ὑφ’ ἑτέρων ἐξαγομένων;

Τάχα γὰρ εἰ κατὰ τὸν ὡρισμένον καιρὸν οἱ μὲν ἐξάγονται, οἱ δὲ ἀναιροῦνται, οὐ μόνον αἰτίας ἀπολυτέον ἐστὶ τοὺς δρῶντας, ἀλλὰ καὶ μᾶλλον ἐπαινετέον, ὡς ὑπηρετουμένους τῷ θείῳ ὅρῳ· ἢ εἰ μὲν εἰδότες τὸ θεῖον βούλημα καὶ τοῦτο πληροῦν ἐθέλοντες πρὸς τὸν φόνον ἔρχονται, ἀνέγκλητοί τ’ ἂν εἰκότως λογίζοιντο, καὶ τῶν ἐπαίνων ἄξιοι μάλιστα, καθάπερ Σαμουὴλ τὸν Ἄγαρ ἀναιρῶν, καὶ Ἠλίας τοὺς τῆς αἰσχύνης ἱερεῖς ἐμπιπρῶν· ὥσπερ ἄρα καὶ τοὐναντίον, εἴ περ εἰδότες τὸν θεῖον ὅρον παρελογίσαντο, κατὰ σφῶν ἑαυτῶν τὴν κατηγορίαν ἐκίνησαν, καθάπερ Σαοὺλ τὴν τοῦ Σαμουὴλ περιπεφρονηκὼς παρεγγύησιν καὶ τοῦ ἀλλοφύλου φεισάμενος· εἰ δὲ πάθει ἀνθρωπίνῳ κινούμενοι καὶ ὑπηρετούμενοι τὴν ἀνθρωποκτονίαν ἐργάζονται, ἐνδικώτατα ἂν μετὰ τοῦ ἀπ’ ἀρχῆς ἀνθρωποκτόνου κατηγοροῖντο, κἂν ὑπὸ Θεοῦ τὸ δεινὸν πράττειν παρακεχώρηνται, οἷς οἶδε κρίμασι τὸ συμφέρον οἰκονομοῦντος τοῖς πάσχουσι. Κατάκριτος γοῦν ὁ Κάϊν, Ἄβελ δὲ μακαρίζεται καὶ ἔτι νῦν ὑπὸ πάντων ᾄδεται, δίκαιος ἀδίκως παθών. Οὐδὲν δὲ διαφέρει ὁ ἑαυτὸν ἀναιρῶν τοῦ φονεύοντος ἕτερον· φονεὺς γὰρ ἑκάτερος· ἢ ἐπὶ τούτου μᾶλλον ἡ κακία καθέστηκεν ἔκδηλος· ὁ γὰρ ἑαυτοῦ μὴ φεισάμενος, πολλοῦ ἂν δέοιθ’ ἑτέρου φείσασθαι· τάχα δὲ καὶ διὰ τὸ μὴ δύνασθαι ἄλλον ἀνελεῖν ἑαυτὸν ἐβιάσατο.

Καθάπερ δὲ τοὺς ἁγίους μάρτυρας ἐπαινοῦμεν καὶ μακαρίζομεν, ὅτι παρὸν πάντως ἀποθανεῖν αὐτοὶ τὸν κοινὸν καὶ φυσικὸν θάνατον διὰ τῆς ἀγαθῆς προαιρέσεως ἰδιώσαντο, οὕτω τὸν τοιοῦτον ταλανίζομεν καὶ κακίζομεν, ὅτι παρὸν πάντως ἀποθανεῖν ὁ δὲ κακῶς ἑαυτῷ τὸν βίαιον ἐσχεδίασε θάνατον· οὕτω δὲ καὶ τὸν εἰς φρουρὰν βληθέντα καὶ μὴ ἀναμείναντα παρὰ τοῦ κριτοῦ ἐξαχθῆναι, ἀλλ’ αὐτονόμως ἑαυτὸν ὑπεξαγαγόντα, κἂν κατ’ αὐτὸν ἔτυχε τὸν καιρὸν ἡ ἐξαγωγὴ ὁρισθεῖσα, καθ’ ὃν αὐτὸς ἑαυτὸν ἐξήγαγεν, ἐκακίσαμεν πολλάκις καὶ ἐμεμψάμεθα, ὅτι τοι τὴν αὐθεντίαν τοῦ δικαστοῦ αὐθαδῶς εἰς ἑαυτὸν περιέστησε· καὶ οἰκείως γε νῦν ἡμῖν εἴληπται τὸ παράδειγμα. Φυλακὴ γάρ, κοιλὰς κλαυθμῶνος ὁ παρὼν βίος καὶ παρὰ τοῦ Δαβὶδ πρὸ ἡμῶν ὠνόμασται, ὃν οἰκεῖν διὰ τὴν παράβασιν κατεκρίθημεν, καὶ ὁ ταύτης ἀπαλλαγῆναι τῆς φυλακῆς ἱμειρόμενος ὀφείλει μετὰ τοῦ αὐτοῦ Προφήτου παρακαλεῖν, Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, ἀλλὰ μὴ αὐτονόμως αὐτὸς ἑαυτὸν ἐξάγειν πρὸς τῷ καὶ φόνου γραφὴν καθ’ ἑαυτοῦ ἀποφέρεσθαι.

Ἵνα δὲ μὴ λογισμοῖς ἀνθρωπίνοις ὁ λόγος δόξῃ περαίνεσθαι, καὶ τὸ πᾶς λόγος λόγῳ παλαίει, τοῦτο δὴ τὸ κοινολεκτούμενον ὑποδράμῃ σου τὴν διάνοιαν, αὐτὸν τὸν Λόγον, αὐτὴν τὴν σοφίαν, τὴν αὐταλήθειαν, τὸν παντὸς λόγου καὶ πάσης σοφίας καὶ ἀληθείας καὶ γνώσεως χορηγὸν ἐπισφραγίζοντά μοι τὸν λόγον παράγω σοι, καὶ τόν τε ὅρον ἀριδήλως ἐκφαίνοντα τὴν αἰτίαν τε τῶν κακῶς δρωμένων οὐκ ἐπὶ τὸν ὅρον, ἀλλ’ ἐπὶ τὴν τοῦ δρῶντος προαίρεσιν ἀναφέροντα. Ἐπειδὴ γὰρ ἐν τῇ καθ’ ἡμᾶς οἰκονομίᾳ τέλειος ἄνθρωπος ἐχρημάτισε καὶ κατὰ πάντα γέγονε καθ’ ἡμᾶς χωρὶς ἁμαρτίας, ἀκολούθως καὶ τῷ καθ’ ἡμᾶς ὑπέπεσε τῆς ζωῆς ὅρῳ· καὶ πρὸ τῆς τούτου μὲν ἀποπερατώσεως αὐτός τε, Οὔπω ἥκει ἡ ὥρα μου, ἔλεγε, καὶ οἱ εὐαγγελισταὶ τοῦ τὰς χεῖρας τῶν διωκόντων ἀποδιδράσκειν αὐτὸν αἰτίαν ἐπῆγον τὸ μήπω ἐλθεῖν τὴν ὥραν αὐτοῦ· ὅτε δὲ ὁ τοῦ πάθους ἐπέστη καιρός, αὐτοῦ λόγος ἐστὶ τό, ἤγγικεν ἡ ὥρα· καταιτιώμενος δὲ τοῦ προδότου καὶ ἅμα ὑπὲρ αὐτοῦ εὐσυμπαθήτως ἀποκλαιόμενος ἔφησε. Πλὴν ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ δι’ οὗ παραδίδοται.

Ὁρᾷς ὅπως οὐ μόνον οὐκ ἐπαινεῖται ὁ Ἰούδας, ἀλλὰ καὶ ταλανίζεται καὶ κακίζεται, καίτοι τῷ πρὸ καταβολῆς κόσμου προεγνωσμένῳ, καθά φησι Πέτρος, καὶ πρὸ τῶν αἰώνων προωρισμένῳ, καθά φησι Παῦλος, οἱ μεγάλοι πρόβολοι τῆς ἐκκλησίας, ἐπ’ ἐσχάτων δὲ φανερωθέντι δι’ ἡμᾶς αἵματι Χριστοῦ δόξας ὑπηρετήσασθαι. Διατί; ὅτι μὴ πρὸς τοῦτον ἦν ἀπιδὼν τὸν σκοπόν, μήδ’ ὡς τοῦ θείου ὅρου διάκονος, ἀλλ’ ὡς ὑπὸ τοῦ τῆς φιλαργυρίας πάθους κινούμενος εἰς τὴν προδοσίαν ἐλήλυθεν· οὐχ ἡ ἔκβασις τοῦ πράγματος κρίνεται, ἀλλ’ ἡ διάθεσις καθ’ ἣν πράττεται. Οὔκουν ὁ νόμιμος γάμος, ἀλλ’ ὁ παράνομος κατηγορεῖται, καίτοι ἄμφω γάμος, ἀλλὰ διάφορος καθ’ ἑκάτερον ἡ διάθεσις. Ἔχεις ἤδη καὶ τὴν ἀπὸ τῶν πατρικῶν φωνῶν μαρτυρίαν τῷ καθ’ ἡμᾶς ὅρῳ διαρρήδην συνισταμένην. Ὁ δὲ δὴ λόγος οὐ τὴν οἰκείαν μόνον δόξαν, ὡς εἶχεν, ἐκράτυνε καὶ τοῦτο μόνον τὴν προκειμένην ὁδὸν ἐξήνυσεν, ἀλλὰ καὶ τὰ δοκοῦντα ἐχόμενα τρίβου κεῖσθαι προσκόμματα τῶν ἀποριῶν ἀνεκάθηρε καὶ λείαν τῷ ἑπομένῳ παντὶ τὴν ἐπὶ τὴν ἀλήθειαν φέρουσαν κατεσκεύασε καὶ τέλος εἰς αὐτὴν τὴν πρώτην ἀλήθειαν καταπέπαυκε· τῷ δὲ καὶ τοῦτον ἡμῖν ἐκπεράναντι μόνῳ σοφῷ καὶ ἀληθινῷ Θεῷ εἴη δόξα εἰς τοὺς αἰῶνας, ἀμήν. 3.