ἀλλ’ εἰ μὴ πάντα τις αὐτοῖς χαρίζοιτο καὶ καλοῦσιν ἕτοιμος ἕποιτο εἰς κοινωνίαν ἀκοινωνησίας, ὡς ἀπέχεσθαι μὲν τοῦ ζωοῦντος καὶ σώζοντος καὶ ὑπὲρ ἡμῶν ἐκχυθέντος τιμίου αἵματος, κοινωνεῖν δὲ τοῦ νεκροῦντος καὶ ἀπολλύοντος· ἴσως μὲν καὶ τὸν ἐπιβουλευόμενον, πάντως δὲ τοὺς μετέχοντας, καὶ κρύψιν κατὰ τοῦ δικαίου ἀνδρὸς καὶ κοινοῦ πατρὸς τὸ δεινότατον καὶ κατάσχεσιν τῆς κληρονομίας αὐτοῦ καὶ κατακυρίευσιν, τοῦτον αὐτίκα καὶ ἀγαπῶντα μισοῦσι, καὶ φιλιούμενον ἀποστρέφονται, καὶ δάκνουσιν ἀσπαζόμενον, καὶ εὐλογοῦντα κακολογοῦσι, καὶ προσερχόμενον ἀπωθοῦνται καὶ κατατρέχουσιν· οἱ καλοὶ ταῦτα ποιμένες καὶ ἀρχιποίμενες· οἱ τῶν ψυχῶν ἰατροὶ καὶ τῆς περὶ ταύτας ἰατρικῆς ἀρχιτέκτονες· οἱ τῶν μὲν πεπιστευμένων αὐτοῖς ποιμνίων· ἀλλ’ αὐτοὶ ἂν εἰδεῖεν τίνα λόγον ποιούμενοι, εἰ τὴν μάνδραν ἀσφαλῶς ἔπηξάν τε καὶ περιέφραξαν, ἀλλὰ μὴ πεπηγμένην καὶ πεφραγμένην ἀπέφραξαν καὶ κατέσκαψαν· εἰ νύκτωρ μὲν διηγρύπνησαν φυλάσσοντες κατὰ τὸ γεγραμμένον φυλακὰς τῆς νυκτός, μεθ’ ἡμέραν δὲ νομὰς ἐζήτησαν καὶ ἐξεῦρον ποηφόρους καὶ ζωοτρόφους καὶ ἀναπαύσεως ὕδατα, καὶ κατὰ καιρὸν εἰσήλασαν τὰ πρόβατα καὶ ἐξήλασαν, καὶ οὕτως ηὔξησαν καὶ ἐπλήθυναν, πολλάκις δὲ καὶ τὰς ἑαυτῶν προῆκαν ψυχὰς ποιμαντικῶς τῶν ποιμνίων προκινδυνεύοντες, ἀλλὰ μὴ κατὰ μισθωτούς, λύκους ἰδόντες τινάς, ἢ κλέπτας φωράσαντες τούτοις ἐπιβουλεύοντας, φυγῇ τὴν ἑαυτῶν σωτηρίαν ἐπραγματεύσαντο, ὡς τὰ μὲν ἁρπαγῆναι καὶ σπαραχθῆναι, τὰ δὲ κλαπῆναι καὶ τυθῆναι, τὰ δὲ σκορπισθῆναι καὶ διασπαρῆναι πρὸς ἀπώλειαν πρόβατα· πάντως δὲ τὸ ἐξ αὐτῶν ἔριον περιβαλλόμενοι καὶ τὸ γάλα ἐσθίοντες· εἰ δ’ εἰσὶν οἳ καὶ ἀπεμπολοῦσι τὰ ἰσχυρὰ καὶ τὰ πίονα κατασφάττουσιν, οὐκ ἐμὸν λέγειν ἢ κρίνειν· πλὴν ἀλλ’ εἰς οὐκ ἰδίας ποίμνης ἐπίσκεψιν καὶ τοῦ προεστῶτος ταύτης ἀνάκρισιν ἑτοιμότατοί τε καὶ λίαν ἀκριβοδίκαιοι καὶ δικασταὶ αὐτοπρόβλητοι πικροί τε καὶ ἀπαραίτητοι κρίνειν ἐθέλοντες τὸν αὐτῶν προκεχειρισμένον κριτήν, οὐδὲ κρίματι ᾧ περ ἂν καὶ αὐτοὶ κριθεῖεν, οὐδὲ μέτρῳ μετροῦντες τὴν κόλασιν, ᾧ περ ἂν καὶ αὐτοὶ μετρηθεῖεν, ἀλλ’ ἰταμοί τινες οἱ αὐτοὶ καὶ κατήγοροι καὶ κριταὶ καὶ δήμιοι, καὶ ὅτι μὴ νόμον ἔχουσι κείμενον πρὸς ὃν ἀπευθυνοῦσι τὴν κρίσιν, αὐτοὶ καὶ τοῦ νομοθετεῖν κύριοι καθιστάμενοι, τῆς αὐθεντίας καὶ ἰατροί· τὸ μὲν ἑαυτοὺς θεραπεύειν κατὰ τὴν τῆς παροιμίας προφώνησιν εἴ πού τι νοσεῖεν, κἂν εἴη τοῦτο παγχάλεπον, ἢ παντάπασι παραιτούμενοι, ἢ δευτέρου λόγου τιθέμενοι· ἄλλοις δέ, καὶ ὑγιαίνουσιν ἴσως, νόσους ἀνιάτους ἐπιγραφόμενοι, καὶ πρινὴ τὴν ἐποφθάλμιον ἀποτινάξαι δοκὸν τὸ δοκοῦν ἐν ὀφθαλμοῖς τοῦ ἀδελφοῦ κεῖσθαι κάρφος, ἤ πού τινος οὐλῆς ἴχνος δυσκατανόητον, ἐπιμελῶς περιεργαζόμενοι καὶ τοῦτο πρὸ διαγνώσεως οὐ θεραπείας, ἀλλὰ τομῆς καὶ καύσεως ἄξιον κρίνοντες.