Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως κατὰ Λατίνων

Νικόλαος Μεθώνης

Ερμηνεία ευαγγελικών χωρίων και του κυριακού εμφυσήματος

Θεολογική ανάλυση του «εκ του εμού λήψεται» και του εμφυσήματος στους μαθητές, το οποίο ερμηνεύεται ως κοινή ενέργεια της χάριτος και όχι ως υποστατική εκπόρευση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 5 από 9

Περὶ δὲ τῆς τῶν χαρισμάτων λήψεώς τε καὶ μεταδόσεως, ἢν ἐκ τοῦ Εὐαγγελίου συνάγειν δοκεῖς καὶ τῶν τοῦ Κυρίου λόγων· ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν· καὶ ὅτι οὐκ ἀφ’ ἑαυτοῦ τι λαλήσει, θαυμάσαι μ’ ἂν εἴ τις καὶ μετρίως ταῖς λέξεσιν ἐφιστάνειν πεπειραμένος, εἰς ἀμφιβολίαν ἄξει, τὸ τὸν Υἱὸν μὴ ἐξ αὐτοῦ δηλοῦν βούλεσθαι τὸ Πνεῦμα λαμβάνειν, ἀλλ’ ἐκ τοῦ Πατρός· οὐ γὰρ εἶπεν, ὅτι ἐξ ἐμοῦ λήψεται· ἀλλ’ ἐκ τοῦ ἐμοῦ· ἐμὸν δέ, τίνα ἂν ὁ Υἱὸς εἰ μὴ τὸν Πατέρα λέγοι· ἐξ οὗ μόνος γεννώμενος, εἰκότως καὶ ἰδιοῦται αὐτόν; ἀλλ’ εἰ καὶ ὡς γεννήτορα ἰδιοῦται, ἀλλ’ ἔστιν ὁρᾷν αὐτὸν καὶ τὸ Πνεῦμα λαμβάνοντα κοινωνόν· ἐν οἷς τὰ ἑαυτοῦ τε καὶ τὰ τοῦ Πνεύματος, ἐπίσης ἀναφέρει πρὸς τὸν Πατέρα· καὶ αὖ ἰδίᾳ παραδιδόντα, τὴν πρὸς τὸν Πατέρα τοῦ Πνεύματος γνησιότητα· ὃ γὰρ εἴρηκε περὶ ἑαυτοῦ, ὅτι ἀπ’ ἐμαυτοῦ ἐλάλησα οὐδέν, τοῦτο καὶ νῦν λέγει περὶ τοῦ Πνεύματος, οὐ γὰρ ἀφ’ ἑαυτοῦ τι λαλήσει· καὶ ὃν νῦν ἰδίως δοκεῖ λέγειν περὶ τοῦ Πνεύματος· ὅτι ὅσα ἂν ἀκούσῃ, λαλήσει, τοῦτο καὶ κοινῶς εἰπὼν ἔφθη πρὸς τὸν Νικόδημον.

Ἀμὴν λέγω ὑμῖν· ὃ οἴδαμεν λαλοῦμεν· καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν. Πόθεν δὲ οἴδασι καὶ παρὰ τίνος ὁρῶσί τε καὶ ἀκούουσιν; ἢ δῆλον, ὡς παρὰ τοῦ Πατρός, ἐξ οὗ καὶ τὸ ὑπερουσίως εἶναι αὐτοῖς· καὶ ὃν γοῦν αὐτὸς ὡς γεννήτορα ἰδιώσατο εἰπών· ἐκ τοῦ ἐμοῦ λήψεται, τοῦτον αὖθις ἰδιοῖ καὶ τῷ Πνεύματι· περὶ τούτου λέγων, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· οὕτως ἄρα προσῆκε τὸν Υἱόν, καὶ τὴν συμφυΐαν δηλοῦν ἑαυτοῦ καὶ τοῦ Πνεύματος, καὶ διακρίνειν τὰς ἰδιότητας. Καὶ ταῦτα μὲν οὕτω λελύσθω.

Ἀντίθεσις. Ἀλλ’ εἰ μὴ ἐκ τοῦ Υἱοῦ, φησιν, ἐκπορεύεται τὸ Πνεῦμα, πῶς τὸ ἐμφύσημα τοῦ Υἱοῦ, Πνεῦμα ἅγιον εἴρηται; ἐνεφύσησε γάρ, φησι, καὶ λέγει τοῖς μαθηταῖς λάβετε Πνεῦμα ἅγιον. Λύσις. Τοῦτο μόνον ζητεῖς, ἢ κᾀκεῖνα; πῶς εἴρηται Πνεῦμα Χριστοῦ; εἴ τις γάρ, φησιν, οὐκ ἔχει Πνεῦμα Χριστοῦ, οὐκ ἔστι Χριστοῦ· καὶ ὁ προφήτης· τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν· καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, πᾶσα ἡ δύναμις αὐτῶν· ἤδη γὰρ ἤκουσά σου καὶ στόμα Κυρίου τὸν λόγον λέγοντος· Ἐγὼ δέ σε καὶ τῆς Παλαιᾶς ἀναμνήσω πλάσεως ἵνα πλείονα τὴν ὕλην τῆς ἀπορίας συναγαγών, μείζονα τὸν πυρσὸν ἀνάψω τῆς λύσεως· καὶ πάντα σοῦ κατακαύσω, τὰ φρικώδη προβλήματα, τῷ ἀστέκτῳ πυρὶ τοῦ τῆς ἀληθείας Πνεύματος. Καὶ ἔπλασε γάρ, φησιν, ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς· καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς· καὶ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Τάχα γὰρ ἀκολούθως ἐρεῖς κᾀκεῖ τὸ ἐμφύσημα, τὸ Πνεῦμα εἶναι τὸ ἅγιον;

Πῶς γὰρ οὐ, τὸ τοῦ αὐτοῦ ὂν ἐκεῖ τε κᾀνταῦθα· λέγω δὴ τοῦ Υἱοῦ, πρὸς ὃν εἴρηται· ποιήσωμεν ἄνθρωπον· καὶ περὶ οὗ πάλιν· καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, εἶτα καὶ ἐνεφύσησεν. Γεν. Λύσις. Ἀλλ’, ὦ βέλτιστε, ἐρωτήσω δέ σε κᾀγώ· σὺ δέ μοι ἀπόκριναι. Πότερον τὸ Πνεῦμα, τοῦτο δὴ λέγω τὸ ὄνομα, καθ’ ἑνὸς ἀεὶ λαμβάνεται παρὰ τῇ Γραφῇ τοῦ σημαινομένου πράγματος, οἷον τοῦ ἑνὸς τῆς τριάδος Πνεύματος, ἢ καὶ καθ’ ἑτέρων πλειόνων; εἰ μὲν γὰρ ἓν τοῦτο καὶ μόνον σημαίνειν φής, πῶς καὶ ὅλη θεότης λέγεται Πνεῦμα; καὶ αὖ ὁ Πατήρ, καὶ πάλιν ὁ Υἱὸς καθὰ εἴρηται· τῷ δὲ εἰς τὸ ἅγιον Πνεῦμα βλασφημοῦντι· καὶ Πνεῦμα ὁ Θεός, καὶ Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος. Πῶς δὲ καὶ τὰ ἑπτὰ ἠρίθμηται παρὰ Ἡσαΐᾳ πνεύματα; καὶ πάλιν ἄλλο πνεῦμα υἱοθεσίας, φησὶν ὁ Ἀπόστολος. Ποῦ δὲ θέσεις τὰς ἀγγελικὰς μυριάδας καὶ χιλιάδας, περὶ ὧν φησιν ὁ Δαυΐδ; ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ Πνεύματα. Τὰ δὲ Πνεύματα τῶν δικαίων, κατὰ τό, Πνεύματα καὶ ψυχαὶ δικαίων. Καὶ τό, Κύριε εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου παρὰ τῶν ἁγίων εἰωθὸς λέγεσθαι. Τὸ δὲ διαστελλόμενον τῷ ἀποκτείνοντι γράμματι καὶ ζωοποιοῦν Πνεῦμα· τὰ δέ, κατὰ τὸν θεολογικώτατον Εὐαγγελιστὴν, ὁμολογοῦντα Χριστὸν Ἰησοῦν ἐν σαρκὶ ἐληλυθότα καὶ ἐν σαρκί, ὄντα πνεύματα.

Ὀκνῶ γὰρ τούτοις καὶ τὰ μὴ ὁμολογοῦντα συναριθμεῖν· ὅτι καὶ τῆς ἁγιωσύνης ἐστέρηνται καὶ μὴ εἶναι ἐκ τοῦ Θεοῦ μεμαρτύρηνται· ἐκβάλλω δὲ τοῦ καταλόγου καὶ τὸ παρὰ τῷ Παύλῳ πνεῦμα δουλείας. πρὸς δὲ καὶ τὸ τοῦ Ἐκκλησιαστοῦ· Ἰδού, φησι, τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος· ἐῶ καὶ τὸ ἐν ψαλμοῖς τε καὶ τῷ Εὐαγγελίῳ λεγόμενον· πνεύσει τὸ πνεῦμα αὐτοῦ καὶ ῥυήσεται ὕδατα.

Καί, τὸ πνεῦμα ὅπου θέλει πνεῖ· εἰ καὶ μὴ ὡς τοῖς δευτέροις ὁμοίως ἀπόβλητον· ὅτι καὶ τοῦ Θεοῦ καὶ τῶν Θεοῦ θησαυρῶν προφητικῶς εἰπεῖν ἐξαγόμενον, ἀλλ’ ὡς τῶν πρώτων ἀποπίπτον καθόσον ὑλικώτερόν ἐστι καὶ πίπτον ὑπὸ τὴν αἴσθησιν. Τῶν γοῦν εἰρημένων ῥημάτων ὅσα δὴ καὶ τῆς ἁγιωνυμίας ἠξίωται ἢ κατὰ φύσιν ἢ κατὰ χάριν, τοσούτων ὄντων ὡς καὶ ἀριθμὸν ὑπερβαίνειν· πῶς ἂν αὐτὸς συστείλῃς τὸ ὄνομα εἰς ἓν σημαινόμενον;

Εἰ δ’ ἀνάγκη πολυσήμαντον ὁμολογεῖν τοῦτο καθὰ καὶ δέδεικται, προσήκοι ἂν τῷ νουνεχεῖ τῆς ἀληθείας ἐξεταστῇ, μὴ ἁπλῶς οὕτω καὶ ἀδιακρίτως ἐκδέχεσθαι τὴν φωνήν, ὡς ἓν τούτῳ σημαίνουσαν πανταχοῦ τὸ συμπληρωτικὸν τῆς τριάδος Πνεῦμα· ἀλλὰ διαστέλλειν, οὗ μὲν τοῦτο, οὗ δὲ ἐκεῖνο σημαίνεται· ἵνα μὴ τῷ ἄλλην ἄλλῳ τῆς ἐκδοχῆς· εἰς ἀτοπίας ἀποκρημνίζηται βάραθρα ἡ ἀνεπισφαλὴς ἑρμηνεία τοῦ πῶς εἴρηται τὸ Κυριακὸν ἐμφύσημα Πνεῦμα ἅγιον, καὶ ὅσα ἕπεται ἄτοπα τῇ τοῦτο εἶναι τὸ θεαρχικὸν Πνεῦμα ἐκλαμβάνουσι δόξῃ. Καὶ μὴν εἰ μὴ χάρισμα πνευματικὸν ἤτοι θεῖον ἐκλάβοιτό τις· ὑπὸ τῆς τοῦ Κυρίου φωνῆς ἐκλάβοιτό τις σημαίνεσθαι λέγοντος· λάβετε Πνεῦμα ἅγιον· ὃ καὶ αὐτὸς αὐτίκα δηλοῖ διὰ τῆς ἐπαγωγῆς ἀφορίζων τὸ δῶρον, καὶ ὅπερ τί ἐστὶν ἀριδηλότατα παριστῶν· ὅτι τοῦ δεσμεῖν τε καὶ λύειν ἡ ἐξουσία· ἧς δὴ καὶ πάλαι προκατεβάλετο τὴν ὑπόσχεσιν ἀμοιβὴν τῆς ὁμολογίας δώσειν τῷ κορυφαίῳ τῶν μαθητῶν τὰς τῆς βασιλείας κλεῖς ὑποσχόμενος. Ὡς ὅπερ ἂν δήσῃ ἐπὶ τῆς γῆς, εἶναι δεδεμένον ἐν τοῖς οὐρανοῖς· καὶ ὅπερ ἂν λύσῃ, εἶναι λελυμένον· εἰ μὴ τοῦτο ἀλλ’ αὐτὸ τὸ ἀνυπόστατον πνεῦμα φαίη τὸ τηνικαῦτα κατὰ τὴν ἡμετέραν ἐκδοχὴν διὰ τοῦ Κυριακοῦ ἐμφυσήματος τοῖς μαθηταῖς δίδοσθαι, ἵν’ οὕτω καὶ τὴν ἐκ τοῦ Υἱοῦ συστήσῃ ἐκπόρευσιν. Πρῶτον μὲν οὐκ ἔχω πῶς ταύτην ἀξίαν τοῦ προσκυνητοῦ Πνεύματος τὴν δόξαν ἐρῶ;

ἢ καὶ πρόσφατον αὐτῷ τὴν πρόοδον τερατεύεται καὶ εἰς ἓν συγκλείει τὴν ὅλην αὐτοῦ δύναμιν χάρισμα. Ἔπειτα οὐδεμίαν ὁμολογεῖν ἀνάγκη οὐδὲ τοῦ ἑνὸς καὶ θείου Πνεύματος πρόοδον, τὸ τότε τοῖς Ἀποστόλοις δοθὲν ἐμφύσημα· καὶ τὸ πάλαι γεγονὸς εἰς ψυχὴν ζῶσαν τῷ πρωτοπλάστῳ· καὶ ἔτι τό, πᾶσαν στερεῶσαν τῶν οὐρανῶν τὴν δύναμιν. Πῶς γὰρ μία, ἡ διαφόροις χρόνοις συντελεσθεῖσα; καὶ πῶς ἕν, ὃ μηδεμίαν ἔσχε τὴν πρόοδον; ὥς περ δὴ καὶ τὴν γέννησιν ὁ Υἱός. Λέγω δὴ τὴν θείαν καὶ προαιώνιον· ἐξῃρείσθω γὰρ νῦν ἡ κάτω καὶ πρόσφατος· εἰ μὴ καθάπερ διπλοῦς ὁ Υἱὸς διὰ τὴν διπλῆν γέννησιν, οὕτω σοι καὶ πνεῦμα διπλοῦν διὰ τὴν διπλῆν πρόοδον σχεδιάζεται· μᾶλλον δὲ τοῦ τὸ καὶ πολλαπλοῦν. Ὁ μὲν γὰρ Υἱὸς ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων τὴν σαρκικὴν ἐδέξατο γέννησιν· τὸ δὲ κατὰ σὲ πνεῦμα τρεῖς ἤδη, τάχα δὲ καὶ πλείους, τὰς χρονικὰς προόδους δέχεται. Μίαν μέν, τὴν οὐρανοῦ σύγχρονον· ἑτέραν δέ, τὴν τῆς πλάσεως· καὶ τρίτην τὴν τῆς καθ’ ἡμᾶς φύσεως. Οὐδὲν δὲ διαφέρειν καὶ τετάρτην, κατὰ τό, πνεύσει τὸ πνεῦμα αὐτοῦ καὶ ῥυήσεται ὕδατα· καὶ πέμπτην αὖθις, κατὰ τό, ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται· καὶ ἄλλην ἕκτην, καὶ ὅσας ἀναγομένας ἐκ τῆς Γραφῆς ἔξεστιν εὑρίσκειν κατὰ διαφόρους καιρούς.

Ὡς μὲν τῷ καθ’ ἡμᾶς καὶ ὀρθῷ λόγῳ δοκεῖ, ἄλλοτε ἄλλας ἐκφαινομένας τοῦ θείου Πνεύματος μᾶλλον δὲ τῆς ὅλης θεαρχίας, προνοίας καὶ χάριτας· ὡς δὲ τοῖς σοῖς, ἐξανάγκης ἕπεται προόδους τοῦ Πνεύματος. Καὶ ταύτας, ἄλλας δή τινας· καὶ τῇ φύσει πάντως διαφερούσας τῆς προαιωνίου καὶ ὑπερχρονίου· ὅσῳ ταῦτα τῆς θεοπρεποῦς τοῦ Πνεύματος δόξης ἀνάξια. Πρὸς δὲ τούτοις, εἰ νῦν δίδωσιν ὁ Χριστὸς τὸ Πνεῦμα πρὸ τῆς Ἀναλήψεως, πρὸ τῆς εἰς τὸν πατρικὸν θρόνον καθιδρύσεως, πῶς ἠλήθευε λέγων· ἐὰν ἐγὼ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύσεται; Τί δὲ τὸ μετὰ ταῦτα; μετὰ ἤχου καθάπερ φερομένης βιαίας πνοῆς ἐπελθὸν καὶ καθίσαν ἐφ’ ἕνα ἕκαστον αὐτῶν ἐν εἴδει πυρίνων γλωσσῶν; καθὼς ὁ θεῖος Λουκᾶς ἀναγράφεται· Καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου, καὶ ἐλάλουν ἑτέραις ξέναις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς. Καὶ ἵνα μὴ πάντα κατὰ μέρος ἐπεξιών, τά, τε τῆς ἀπορίας, τά, τε τῆς ἀτοπίας εἰς ἀπέραντον ὁ λόγος προβαίνῃ· τοσαύτας ἀπαιτήσας εὐθύνας τὴν ἀδιάφορον τοῦ Πνεύματος ἐκδοχήν, ἀρκείσθω.

Λοιπὸν δὲ ἀναλαβὼν ἑαυτόν, τῆς ἐφεξῆς ἀκολουθίας ἐχέσθω. Ὅτι μὲν οὖν τὸ διὰ τοῦ Κυριακοῦ ἐμφυσήματος δοθὲν τοῖς Ἀποστόλοις ἅγιον Πνεῦμα χάρισμα μὲν ὑπῆρχε πνευματικόν, οὐκ αὐτὸ δὲ τὸ ὅλον καὶ τέλειον, μᾶλλον δὲ ὑπὲρ πᾶσαν ὁλότητά τε καὶ συνδοξαζόμενον Πατρί τε καὶ Υἱῷ Πνεῦμα ἅγιον, ἱκανῶς, οἶμαι, διὰ τῶν εἰρημένων δέδεικται· οὐδὲν δὲ ἧττον συναποδέδεικται· ὅτι κᾂν οὕτω τὸ χάρισμα προσηγόρευται, οὐκ ἀνάγκη τοῦτο τοῦ πνεύματος ἰδιοτρόπως νομίζειν ἐνέργειαν· ἵνα πάλιν εἴπῃς, ὅθεν ἐνέργεια, ἐκεῖθεν καὶ τὸ ἐνεργοῦν ἐκπορεύεσθαι· ἀλλὰ μᾶλλον ἐπείπερ ὧν ἡ οὐσία μία, τούτων καὶ ἡ δύναμις μία καὶ ἡ ἐνέργεια, καὶ ταύτην ἀνάγκη κοινὴν εἶναι τῆς θεότητος ὅλης σημαινόμενον. Πνεῦμα ὁ Θεός· πνευματικὸν οὖν ἤτοι θεῖον δίδωσιν ὁ Σωτὴρ τοῖς μαθηταῖς χάρισμα· τὴν τοῦ δεσμεῖν τε καὶ λύειν ἐξουσίαν. Οὐδὲν δὲ διοίσει κᾂν ἀῤῥαβῶνά τις τοῦτο φαίη, τῆς ὅσον οὔπω πεμφθησομένης αὐτοῖς πληρεστάτης τοῦ Πνεύματος δωρεᾶς· κᾂν δύναμιν παρασκευαστικὴν εἰς ὑποδοχὴν τοῦ ἡγεμονικοῦ Πνεύματος, κᾂν ἄλλο τι τῶν εἰς εὐσεβῆ σκοπὸν ἀναφερομένων· πάντως γάρ, ἀχώριστος ἡμῖν ἡ τριὰς τηρηθήσεται καὶ τριὰς μένουσα κατὰ τὴν πρώτην ὑπόθεσιν· μάλιστα δὲ κατὰ τὴν τοῦ Κυρίου παράδοσιν.

Καὶ δώσει μὲν οὐδὲν ὁ Υἱὸς ὃ μὴ παρὰ τοῦ Πατρὸς ἔχει· παρ’ οὗ καὶ τὸ εἶναι ὑπερουσίως καὶ συνανάρχως· οὐδὲ μὴν ὃ μὴ ἐν πνεύματι οὗ μηδέποτε χωρίζεσθαι δύναται· ἐνεργήσει δὲ τὸ Πνεῦμα οὐδὲν ὃ μὴ παρὰ τοῦ Πατρὸς βλέπει δι’ οὗ ἐνεργούμενον τῶν ὁμοουσίων καὶ ἀχωρίστων.

Ὁ δ’ αὐτὸς ἂν ἁρμόζοι λόγος καὶ περὶ τοῦ πρώτου ἐμφυσήματος λέγεσθαι, ὡς οὐδ’ ἐκεῖνο ἦν αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλὰ θείας χάριτος ἔλλαμψις τὸ τοῦ πρωτοπλάστου πρόσωπον καταλάμπουσα, καὶ ζωτικὴν αὐτῷ ἐνιεῖσα δύναμιν· ἣν ἐπεὶ διὰ τῆς παραβάσεως ἀπωλέσαμεν, αὐτόμολοι τῷ θανάτῳ διὰ τὴν ἁμαρτίαν παραδοθέντες, ἐπανασώζει πάλιν ἡμῖν ὁ πλάστης ἐμφυσήσας τὸ δεύτερον· καὶ τοῖς μύσταις πιστεύσας τὴν ἐξουσίαν τῆς τῶν ἁμαρτημάτων ἀφέσεως· ταύτης γὰρ τέως ἐχρήζομεν, ἵνα λυθῇ τὸ τοῦ θανάτου κατάκριμα. Καὶ ταῦτα μὲν ταύτῃ· λοιπὸν δ’ ἂν εἴη θεωρητέον τί τό, πνεῦμα Χριστοῦ, ὅπερ ὁ μὴ ἔχων οὐκ ἔστι Χριστοῦ, καὶ τί τό, στερεῶσαν τὰς δυνάμεις τῶν οὐρανῶν πνεῦμα τοῦ στόματος Κυρίου. Καὶ εἰ μηδὲν ἕτερον ἀλλ’ ἢ τὸ Πνεῦμα τὸ ἅγιον, πῶς τὸ τοῦ Υἱοῦ ὂν καὶ οὐκ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται; τοῦτο γὰρ ἤδη τὸ κρησφύγετον τοῖς ἀντιθέτοις καταλελεῖφθαι δοκεῖ φρούριον· ὅπερ ἐπειδὰν ἁλῶ καὶ κατασκαφῇ, τοῦτο γὰρ προλέγω θαῤῥῶν τῷ Πνεύματι, οὐκ οἶδ’ εἰς ὅτι ἕτερον καταφεύξονται. Ἐξῆν μὲν οὖν εἰπεῖν, Πνεῦμα μὲν εἰρῆσθαι Χριστοῦ, τὴν κατὰ Χριστὸν ἀπλανῆ γνῶσιν, ἣ τῷ τῆς πλάνης ἀντιδιαστέλλεται πνεύματι· περὶ οὗ, φησιν ὁ Ἡσαΐας· Γνώσονται οἱ πλανώμενοι τῷ πνεύματι· καὶ ὡς εἴ τις οὐ ταύτην ἔχει τὴν γνῶσιν, λέγω δὴ τὴν κατὰ Χριστόν, οὐκ ἔστι Χριστοῦ.

Λόγον δὲ Κυρίου καὶ πνεῦμα, τὸν προφήτην παραλαβεῖν, εἰς παράστασιν τῆς μιᾶς καὶ τριαδικῆς ὑπερουσιότητος, ἵνα Κύριον μὲν νοήσωμεν τὸν Πατέρα, Λόγον δέ, τὸν τῆς μεγάλης βουλῆς τοῦ Πατρὸς ὀνομαζόμενον ἄγγελον, ὡς ἐκφάντορα τῶν ὑπερνόων αὐτοῦ νοημάτων Υἱόν. Ἀκολούθως δὲ καὶ πνεῦμα, τὸ οἷον ἐκ νοῦ τοῦ Πατρὸς τῷ γεννωμένῳ λόγῳ συμπροϊὸν καὶ τὴν δημιουργίαν συνεργαζόμενον· παραλαβεῖν δὲ καὶ τὸ στόμα, οὐχ ἵνα στόμα καὶ λόγον ἐκ παραλλήλου ταὐτόν τι λαβὼν ἐκ τοῦ λόγου τὸ πνεῦμα ἐρεῖς, ὡς ἐκ στόματος ἐκπορεύεσθαι· οὐδὲ γὰρ ὁ παρ’ ἡμῖν λόγος καὶ τὸ στόμα ταὐτόν· οὐδ’ ἵνα τὸ θεῖον ἀνθρωπόμορφον ὑπολάβωμεν· οὐδὲ γὰρ ὁ λόγος ἐκεῖ καὶ τὸ Πνεῦμα, τοιαῦτα οἷα παρ’ ἡμῖν· ἀλλ’ ἄῤῥητά τινα καὶ ἀκατάγνωστα· καὶ τὴν ἡμετέραν γνῶσιν ὡσαύτως καὶ τὴν ἀγγελικὴν διαφεύγοντα. Ἀλλ’ εἴωθεν ἡ θεολογία τῇ τῶν ἀκουόντων ἀσθενείᾳ συγκαταβαίνειν, καὶ διὰ τῶν παρ’ ἡμῖν ὀνομάτων παραδηλοῦν ὡς οἷόν τε τὰ ἀπόῤῥητα. Οὕτω γοῦν καὶ τὸν προφήτην Δαυῒδ τοῖς συνεγνωσμένοις ἡμῖν ὀνόμασιν εἰς παράστασιν τῆς ἀκαταλήπτου φύσεως χρήσασθαι, τὴν κοσμογένειαν ἐξηγούμενον λόγῳ Κυρίου συντελουμένην καὶ πνεύματι. Καὶ ἐπεὶ τὸν παρ’ ἡμῖν λόγον οὐκ ἔστιν ἄλλως αὐτοτελῆ προελθεῖν καὶ τὸ τοῦ νοῦ ἐξαγγεῖλαι βούλημα· μὴ τοῦ νοῦ χρησαμένου τῷ στόματι καὶ δι’ αὐτοῦ τὸν λόγον οἷον μορφώσαντος ἐν τῷ κατὰ τὴν φωνὴν πνεύματι.