Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως κατὰ Λατίνων

Νικόλαος Μεθώνης

Αγιογραφικές μαρτυρίες περί του Αγίου Πνεύματος

Παράθεση μαρτυριών του Χριστού, του Ιωάννη του Βαπτιστή και των Αποστόλων που επιβεβαιώνουν την εκπόρευση του Πνεύματος εκ μόνου του Πατρός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 7 από 9

Τί λέγεις, πείθομέν σε τοῖς εἰρημένοις; Δεῦρο δὴ τὸ ὑπερνεφὲς ἀφεὶς καὶ φαντασιοῦσθαι τὰ ὑπὲρ ἄνθρωπον, στῆθι μεθ’ ἡμῶν τῶν ἀνθρώπων· κατάδεξαι τὸ διδασκαλεῖον τοῦ Πνεύματος· ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι· τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι. Τί ἐροῦσι; μᾶλλον δὲ τί πρῶτον ἀναγγελεῖ ὁ Πατὴρ οὗτος; ὁ πάλαι Πατὴρ τοῦ μέλλοντος αἰῶνος καλούμενος, ὁ πρῶτος ἡμῖν καὶ μόνος καθηγητὴς καὶ διδάσκαλος, ὁ αὐτὸς καὶ Θεὸς καὶ τῆς θεολογίας ἐξηγητής, ἀναγγελεῖ ταῦτα.

Ὅταν ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ἀλλαχοῦ πάλιν· ἐκεῖνος ὑμᾶς διδάξει καὶ ὑπομνήσει τὴν ἀλήθειαν. Πρόσχες νουνεχῶς τῇ θεολογίᾳ. Ὅταν ἔλθῃ εἶπεν· ἵνα δείξῃ τὸ αὐτεξούσιόν τε καὶ αὐτενέργητον. Παράκλητον ὠνόμασεν, ἵνα παραστήσῃ τὸ συγγενές· καὶ αὐτὸς γὰρ παράκλητος καὶ ἄμφω, τὸν Πατέρα παρακαλοῦσιν ὑπὲρ ἡμῶν· οἷά τινα δίδυμα σπλάγχνα πρὸς οἶκτον κινοῦντα τὴν πατρικὴν ἀγαθότητα· καὶ τὴν σωτηρίαν οἰκονομοῦντα τὴν ἡμετέραν. Τῷ πέμψω, μὴ προσκόψῃς· ἀλλ’ ὅλον τὸ λεγόμενον ἄκουσον· ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός. Ἐγὼ πέμψω εἶπεν, ἵν’ ὥς περ τῇ αὐτοῦ σαρκώσει κεκοινωνήκασιν ὁ Πατὴρ τῇ εὐδοκίᾳ, τὸ Πνεῦμα τῇ συνεργίᾳ, οὕτω δείξῃ καὶ ἑαυτὸν συνευδοκοῦντα τῇ καθόδῳ τοῦ Πνεύματος. Εἰ βούλει δέ, καὶ λαμβάνοντα ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα καὶ δι’ ἑαυτοῦ καταπέμποντα· ἀλλὰ καὶ τοῦτο οὕτως εἰπών, οὐκ ἔστη ἐνταῦθα· ἵνα μὴ σὺ τὴν ἀποστολικὴν νομίσῃς ἐκπόρευσιν· ἀλλ’ εὐθὺς ἐπαγαγὼν παρὰ τοῦ Πατρός, ἔδειξεν ὅθεν πεμφθήσεται τὸ Πνεῦμα τῆς ἀληθείας· τουτέστι τὸ τοῦ Πατρὸς τὸ ἐμόν· ἄμφω γάρ, αὐτός τε καὶ ὁ Πατήρ, ἀλήθεια.

Τοῦτο γοῦν εἶπεν, ἵνα σαφέστερον παραστήσῃ τὴν πρὸς ἑαυτόν τε καὶ τὸν Πατέρα φυσικὴν τοῦ Πνεύματος οἰκειότητα. Ἀλλ’ ἐπεὶ πάλιν ἢ δεῖ σε λεξίθηρον καὶ εὑρεσιλόγον ἐσόμενον καὶ ἁρπάσοντα τὸ λεγόμενον, καὶ πλέξοντα τὸν ἀσυλλόγιστον ἐκεῖνον συλλογισμόν, ὡς ἐπεὶ τὸ Πνεῦμα τῆς ἀληθείας ἐστίν, ἀλήθεια δὲ Υἱός, ἐκ τοῦ Υἱοῦ ἄρα τὸ Πνεῦμα· πάλιν διὰ τῆς ἐπαγωγῆς ἔδειξεν ἐκ τίνος τὸ Πνεῦμα· εἰπών, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· καὶ τὴν σὴν προανεῖλεν ὑπόνοιαν· ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ἐκεῖνος ὑμᾶς διδάξει καὶ ὑπομνήσει πᾶσαν τὴν ἀλήθειαν. Διὰ τούτων σαφῶς τὴν ἰσοτιμίαν τοῦ Πνεύματος δείκνυσι πρὸς ἑαυτόν τε καὶ τὸν Πατέρα· ὡς γὰρ ὁ Πατὴρ μαρτυρεῖ τῷ Υἱῷ, οὕτω καὶ τῷ Πνεῦμα· καὶ ὡς ὁ Υἱὸς ἐδόξασε τὸν Πατέρα, διδάξει δὲ καὶ νῦν τὴν ἀλήθειαν τὴν περὶ τοῦ Πνεύματος, οὕτω καὶ τὴν περὶ τῆς ὅλης θεότητος ἀλήθειαν διδάξει τὸ Πνεῦμα.

Αὕτη ἡ θεολογία τοῦ Πνεύματος ἣν ὁ Κύριος παρέδωκε· ταύτην στέργε, ταύτης ἀντέχου, ταύτην μοι φύλασσε τὴν καλὴν παρακαταθήκην· Παῦλός σοι μετὰ τοῦ Λόγου διακελεύεται. Μὴ φυλάσσοντι δέ· ἀλλ’ ἢ προστιθέντι ἢ ἀφαιροῦντι, ὁ αὐτὸς Ἀπόστολος μετὰ τοῦ αὐτοῦ Πνεύματος ἐπάγει τὴν ψῆφον· εἴ τις, λέγων, εὐαγγελίζεται ὑμῖν παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Τί δὲ παρελάβομεν; ἢ πάντως, ὃ καὶ παρέδωκεν ὁ Ἀπόστολος· παρέδωκε δέ, ὃ καὶ αὐτὸς παρὰ τοῦ Κυρίου παρέλαβε· τοῦτο δὲ περὶ τοῦ Πνεύματος τοῦ ἁγίου παρέλαβεν, ὅτι καὶ Παράκλητος ἄλλος ἐστὶ παρὰ τὸν Υἱόν, καὶ Πνεῦμα τῆς ἀληθείας, καὶ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ καταπέμπεται τοῖς ἀξίοις τῆς αὐτοῦ μετοχῆς, παρὰ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ· καὶ μαρτυρεῖ περὶ τοῦ Υἱοῦ καθὰ καὶ ὁ Πατήρ, ὡς ἰσότιμον· καὶ πᾶσαν διδάσκει τῆς θεότητος τὴν ἀλήθειαν, ἣν καὶ ὁ Υἱὸς ἐξηγήσατο.

Τί δὲ ὁ μείζων ἐν γεννητοῖς γυναικῶν, ἡ τοῦ λόγου φωνή, ὁ τοῦ φωτὸς λύχνος, ὁ τῆς χάριτος πρόδρομος, οὐ πιστευτέος, οὐ τιμητέος, ἴσα καὶ πρεσβυτέροις; Χριστὸς δὲ καὶ προφήτου περισσοτέραν αὐτῷ ἀπονέμει τιμήν. Τί οὖν ἐκεῖνος ἐρεῖ; Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστεράν, καὶ ἔμεινεν ἐπὶ τὸν Ἰησοῦν. Πόθεν καταβαῖνον; καὶ ποῦ; ὡς μὲν ἐγὼ φημί, παρὰ τοῦ Πατρὸς ἐπὶ τὸν Υἱόν· τὸν καὶ Ἰησοῦν τὸν αὐτὸν κληθέντα καθ’ ἣν προσελάβετο φύσιν. Σὺ δέ, εἰ μὴ παρὰ τοῦ Πατρὸς μόνου τὸ Πνεῦμα καταβαῖνον ἐρεῖς, ἀλλὰ προσθήσεις καὶ παρὰ τοῦ Υἱοῦ, ἁλώσῃ τὸν ἕνα Χριστὸν διαιρῶν εἰς δύο κατὰ τὸν Νεστόριον τὸν Ἰουδαιόφρονα· ἵν’ ἐκ τοῦ Υἱοῦ τοῦ Θεοῦ καταβαῖνον εἴπῃς τὸ Πνεῦμα ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου.

Εἰ δ’ ἀποτάσσῃ μὲν τῇ μερίδι τοῦ Νεστορίου καὶ τῶν ἀρνητῶν τῆς θεότητος τοῦ Χριστοῦ, ἕνα δὲ φρονεῖς κατὰ Παῦλον Κύριον Ἰησοῦν Χριστὸν δι’ οὗ τὰ πάντα, μαθήσῃ κᾀντεῦθεν, ὅτι τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς προϊὸν ἐπὶ τὸν Υἱόν, ἐν αὐτῷ μένει καὶ ἀναπαύεται. Τὸ γὰρ ἅπαξ τῷ βαπτιστῇ θεαθέν, τοῦ ἀεὶ ὄντος φανέρωσις γέγονεν· οὐδὲ γὰρ ἦν ποτὲ χωρὶς Πνεύματος ὁ Υἱός· τοῦ τόσοι καὶ πάντως ἐροῦσι συμφώνως οἱ πνευματοφόροι καὶ σοῦ πρεσβύτεροι· οἵ τε πρωτοδότως ἄνωθεν ἐπιφοιτῆσαν αὐτοῖς τὸ Πνεῦμα δεξάμενοι κατὰ τὴν τοῦ Σωτῆρος ὑπόσχεσιν καὶ παρ’ αὐτοῦ διδαχθέντες τὴν πᾶσαν ἀλήθειαν, οἵ τε παρ’ ἐκείνων διαδεξάμενοι, καὶ μᾶλλον ἢ σὺ τοῖς θείοις καιροῖς ἐγγίζοντες· καὶ τῷ κατὰ χρόνον πρεσβείῳ τὸ τῆς τιμῆς ἀνάλογον ἔχοντες.

Ἐρεῖ σοι Ματθαῖος· Καὶ βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστεράν, καὶ ἐρχόμενον ἐπ’ αὐτόν. Τοῦτο καὶ Μάρκος ἐρεῖ· καὶ σὺν Μάρκῳ, Πέτρος· ὁ τοῦ κατ’ αὐτὸν εὐαγγελίου ὑφηγητής. Καὶ Λουκᾶς ὁ τῆς ἀναστάσεως ἐπόπτης, καὶ τοῦ Παύλου ἀκόλουθος, καὶ κοινωνὸς τοῦ Εὐαγγελίου· καὶ τὴν ὅλην ἔχων πεπληροφορημένην ἀλήθειαν, παραδεδομένην παρὰ τῶν ἀπαρχῆς αὐτοπτῶν καὶ ὑπηρετῶν τοῦ Λόγου. Ὁ δ’ αὐτός σοι Λουκᾶς, καὶ τὴν περὶ τοῦ ἐμφυσήματος ἀπορίαν σαφέστερον ἐπιλύσεται· δι’ ὧν μέλλοντα μὲν ἀναλαμβάνεσθαι παραγγέλλοντα παράγει τοῖς ἀποστόλοις ἀπὸ Ἱερουσαλὴμ μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν, φησί, τὴν ἐπαγγελίαν τοῦ Πατρός, ἣν ἠκούσατέ μου· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. Καὶ αὖθις·

Ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς. Ἐπεὶ δὲ καὶ ἀνελήφθη, ἐν τῷ συμπληροῦσθαί, φησι, τὴν ἡμέραν τῆς Πεντηκοστῆς, συνηγμένων αὐτῶν ἐπὶ τὸ αὐτό, ἐπελθεῖν τὸ Πνεῦμα, ἵνα μὴ μηκύνω τὸν λόγον τὴν ὅλην ἱστορίαν ἀναγραφόμενος, καὶ πληρῶσαι αὐτούς. Ταῦτα γάρ, οὔθ’ ὁ διδάσκαλος, οὔτ’ ἂν ὁ μαθητὴς ἔλεγον νῦν, εἴπερ ἦν ἤδη δεδομένον τὸ Πνεῦμα διὰ τοῦ Κυριακοῦ ἐμφυσήματος. Πῶς γὰρ ὑπισχνεῖτο τὸ δεδομένον; Πῶς ὕστερον κατεπέμπετο; Αὐτά σοι ταῦτα καὶ Πέτρος ἐρεῖ τῶν μαθητῶν ὁ κορυφαιότατος· οὐ σὺν Μάρκῳ μόνον, ἀλλ’ ὅπου σταθεὶς σὺν τοῖς ἕνδεκα τὴν φωνὴν ἐπῆρε, καὶ ἀπεφθέγξατο μετὰ τῶν ἄλλων καὶ ταῦτα.

Τῇ οὖν δεξιᾷ τοῦ Θεοῦ ὑψωθείς, τήν τε ἐπαγγελίαν τοῦ Πνεύματος τοῦ ἁγίου λαβὼν παρὰ τοῦ Πατρός, ἐξέχεε τοῦτο, ὃ νῦν ὑμεῖς βλέπετε καὶ ἀκούετε. Κατάμαθε δὴ κἀκ τούτων τὴν συμφωνίαν τοῦ περὶ τοῦ Πνεύματος δόγματος· ὅτι παρὰ τοῦ Πατρὸς λαβὼν ὁ Υἱὸς τὸ ἐπηγγελμένον Πνεῦμα, ἐξέχεεν.

Εἰ δὲ ἦν ἐκπορευόμενον ἐξ αὐτοῦ, οὐκ ἄλλοθεν ἂν λαμβάνων ἐδίδου· εἰ μὴ πάλιν βούλει τιτανικῶς αὐτὸν διασπᾷν καὶ εἰς δύο τέμνειν, ἵνα τὸν μὲν εἴπῃς Υἱόν, ἐξ ἑαυτοῦ διδόναι τὸ Πνεῦμα, τὸν δὲ λαμβάνοντα, ὃ τῆς Νεστορίου φρενοβλαβίας ἐστί.

Διδάξει σε Πέτρος, ὅτι καὶ Θεὸς τὸ Πνεῦμά ἐστιν· ἐν οἷς πρὸς μὲν Ἀνανίαν φησίν· οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ Θεῷ· πρὸς δὲ τὴν Ἀνανίου γυναῖκα Σαπφείραν, Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα Κυρίου; ἵν’ οὕτω Θεὸν τὸ Πνεῦμα εἰδώς, θεοπρεπεῖς ἔχῃς καὶ τὰς προλήψεις περὶ αὐτοῦ, καὶ μὴ τῆς μιᾶς ἀποτέμνῃς αὐτὸ θεότητος.

Τί δὲ Ἰάκωβος ὁ δίκαιος καὶ παρὰ τῶν ἀντικειμένων κληθεὶς καὶ μαρτυρηθείς, καὶ ἀδελφὸς τοῦ Κυρίου ὀνομασθείς, καὶ πρῶτος τῷ τῆς ἀρχιερωσύνης ὀνόματι τιμηθείς; Μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί. Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων. Τίνων Πατὴρ φώτων ὁ Πατήρ; Ἆρ’ οὐ προδήλως Υἱοῦ καὶ Πνεύματος; Τί τὸ πᾶν καὶ τέλειον δώρημα; ἆρ’ ἕτερόν τι παρὰ τὸ Πνεῦμα τὸ ἅγιον; Ἡγοῦμαι γάρ, ὅτι καθάπερ ἄρσεν τὸ τῷ νομοθέτῃ πάλαι ῥηθὲν διανοῖγον μήτραν δηλονότι παρθενικήν, οὐ γὰρ ὁμιλήσασα γάμων ἠνέωκται, μόνος ἐστὶν ὁ Δεσπότης Χριστός· οὐδὲν γὰρ ἕτερον ἀπ’ αἰῶνος εὕρηται, οὕτω καὶ πᾶν δώρημα τέλειον· μηδὲν ἕτερον τὸν μυστολέκτην τοῦτον εἰπεῖν, ἢ τὸ Πνεῦμα τὸ ἅγιον, εἰ καὶ καθόλου τὸν λόγον προάγειν ἑκάτερος ἔοικεν· οὐχ ἵνα πλῆθος σημαίνωσιν· ἀλλ’ ἵνα τὸ παντελὲς δηλώσωσι καὶ ὁλόκληρον. Εἰ δὴ τὸ Πνεῦμα μόνον· τί γὰρ ἕτερον πᾶν καὶ τέλειον δώρημα; τοῦτο δὲ καταβαίνειν ἄνωθεν ἀπὸ τοῦ Πατρὸς τῶν φώτων τεθεολόγηται. Τί τὴν πλάνην αὐτὸς αἰρῇ, παρὰ τὴν Ἰακώβου τοῦ θεοκήρυκος, παρεγγύησιν καὶ παράκλησιν· τὴν οὕτω λαμπρὰν καὶ περιφανῆ μαρτυρίαν, διὰ τῆς σῆς προσθήκης παραγραφόμενος;

Τί δὲ Ἰωάννης ὁ μέγας, ὁ κατεξαίρετον ἀγαπητὸς μαθητής, ὁ ἐπιστήθιος, ὁ βροντῆς Υἱὸς καὶ ὀνομασθεὶς καὶ γενόμενος· τῆς ἄνωθεν ἐνηχησάσης αὐτῷ θεολογίας καὶ περιηχησάσης τὰ πέρατα, διὰ πάσης αὐτοῦ τῆς εὐαγγελικῆς ὑψηγορίας τὸ Πνεῦμα θεολογήσας, καὶ μηδαμοῦ παρὰ τοῦ Υἱοῦ εἰπὼν ἐκπορεύεσθαι; παρεγγυᾷ καὶ αὐτὸς διὰ τῆς ἐπιστολῆς οὕτω λέγων· Ὑμεῖς οὖν ὃ ἠκούσατε ἀπ’ ἀρχῆς, ἐν ὑμῖν μενέτω· ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπ’ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ Υἱῷ καὶ ἐν τῷ Πατρὶ μενεῖτε. Ὁρᾷς ἀδελφὲ τὸν κίνδυνον ὅσος, εἰ μὴ φυλάσσομεν, ὃ ἀπ’ ἀρχῆς ἠκούσαμεν, ἀλλά τι καινοτομοῦμεν, ὃ μὴ ἠκούσαμεν;

Εἰ γὰρ μένοντος ἐν ἡμῖν οὗ ἠκούσαμεν ἡμεῖς ἐν τῷ Υἱῷ καὶ τῷ Πατρὶ μένομεν, δῆλον ὡς εἰ μὴ μένει ἐν ἡμῖν, ὃ ἠκούσαμεν, ἀλλ’ ἕτερόν τι παρ’ ἐκεῖνο παρεισδυῇ, ἔξω τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς ἀποπίπτομεν. Ὢ τῆς ζημίας, ὅσην ὑμῖν ἡ μικρὰ προσθήκη προὐξένησεν· οὐ γάρ ἐστιν, οὐκ ἔστι Πνεῦμα Χριστοῦ, ὃ οὐκ ἠκούσαμεν· καί, ὃ κατὰ τὴν θεολογίαν Χριστοῦ οὐ παρελάβομεν, τὸ καθ’ ὑμᾶς ἐκ Πατρὸς καὶ Υἱοῦ ἐκπορευόμενον.

Εἴ τις δὲ Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὐκ ἔστιν αὐτοῦ· καὶ ἤδη ἤκουσας. Ταῦτά σε παρακαλεῖ καὶ Ἰούδας ὁ ἀδελφὸς Ἰακώβου, λέγων· ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἀγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ πίστει.