Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως κατὰ Λατίνων

Νικόλαος Μεθώνης

Επίλογος και καταληκτήρια δοξολογία

Τελική προτροπή για παραμονή στην ορθόδοξη πίστη, ευχή για αποκατάσταση της ενότητος και δοξολογία προς την Αγία Τριάδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 9 από 9

Ταύτην τὴν πίστιν ὡς ἄγκυραν ἐκράτησαν ἀσφαλῆ, καὶ ὅσαι μετὰ ταῦτα θεοκινήτως συνεκροτήθησαν σύνοδοι. Διὰ ταύτης πᾶς ὁ τῶν ἁγίων ὁρμαθὸς τετελείωται. Πάντων οὖν τῶν ἁγίων τῆς κοινωνίας, ὁ μὴ ταύτην τὴν πίστιν φυλάττων ἀπαρεγχείρητον ἠλλοτρίωται. Εἰ μὲν οὖν πείθῃ καὶ σὺ τοσούτοις οὖσι καὶ οὕτως ἀξιοπίστοις τοῖς ἡγουμένοις ἡμῶν, καὶ ὑπείκεις κατὰ τὴν ἀποστολικὴν παρεγγύησιν, καὶ ψάλλειν οὐκ ἐπαισχύνῃ μετὰ τοῦ θεοπάτορος μελῳδοῦ καὶ προφήτου καὶ βασιλέως· ἐπιστραφήτωσάν με οἱ φοβούμενοί σε, καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου, δεῦρο κατοικήσωμεν ἀδελφικῶς ἐπὶ τὸ αὐτό, καὶ στῶμεν ἐν οἴκῳ Κυρίου τὸν Κύριον μεγαλύνοντες· καὶ τῆς ἀῤῥήτου καλλονῆς καὶ τερπνότητος ἐκ τῆς ἑνώσεως ἀπολαύοντες. Εἰ δὲ μὴ πείθῃ, τί πάθω; μετ’ ὀδύνης μὲν ὅσης οὐκ ἔστιν εἰπεῖν, καὶ ἄκων· χωρίζομαι δ’ ὅμως, ἵνα μὴ Θεοῦ καὶ τῶν τοῦ Θεοῦ χωρισθῶ. Ἀλλ’ ἴδοι τὴν ταπείνωσίν μου καὶ τὸν μικρὸν τοῦτον κόπον ὁ Κύριος καὶ παρίδοι πᾶσας τὰς ἁμαρτίας μου, καὶ προσθείη σοι οὖς τοῦ ἀκοῦσαι καὶ συνιέναι, καὶ ἀπὸ τῆς πλάνης ἐπιστρέψαι πρὸς τὴν παρ’ αὐτοῦ σοι δεικνυμένην ἀλήθειαν, εἰς δόξαν Θεοῦ πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος τῆς μιᾶς θεότητός τε, καὶ βασιλείας, ᾗ πρέπει πᾶσα δόξα τιμὴ καὶ προσκύνησις, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν.